Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
λιστρωτόν: τὸ ὁμαλὸν καὶ ἐξυσμένον. λίστροι γὰρ οἱ ξυστῆρες· καὶ Ὅμηρος (Od. Χ 455) λίστροισιν δάπεδον ἡ δὲ σύνταξις οὕτως, καὶ περὶ τὸν λιστρωτὸν τόπον τῆς ἁλωνίας, καὶ ὅπου βοτάνη κυοῦσα καὶ θάλλουσα, οἷον τικτομένη καὶ αὐξομένη.
ἰάμνους δὲ τὰς ἰαμενάς, οἷον τοὺς συμφύτους τόπους.
μῶλυς δὲ βραδὺς καὶ νωθής, ἢ μογερός, ἢ νωχελὴς καὶ ἁπαλός, ὁ γεγηρακὼς ὄφις καὶ μόλις βαίνων· ἢ ὁ ταχὺς καὶ μολῶν. ἄμεινον δὲ τὸ πρῶτον.
ἰστέον δὲ ὡς οἱ ὄφεις ἐν τῷ χειμῶνι τυφλοὶ γίνονται ὑπὸ τοῦ παγετοῦ, ἐν δὲ τῷ ἔαρι γευσάμενοι μαλάθρου πάλιν ὀξυδορκοῦσι καὶ ἀναβλέπουσι καὶ τὸ λοιπὸν φεύγοντες τοὺς φωλεοὺς αὑτῶν εἰς ὑλώδεις ἔρχονται τόπους, ὃ δὴ καὶ Νίκανδρος νῦν λέγει.μαλάθρου: ὁ χυλὸς τοῦ μαλάθρου ὀξυδορκίαν παρέχει, ὅθεν καὶ οἱ δράκοντες περιχρίουσιν ἑαυτῶν τὴν οὐράν.
θιβρὴν δὲ τὴν θερμὴν καὶ ὀξεῖαν διὰ τὰς ἐξ αὐτῆς γινομένας φλεγμονάς· Καλλίμαχος
θιβρῆς Κύπριδος ἁρμονίης·Εὐφορίων
δέ θιβρήν τε Σεμίραμιν.
ἐγγαγίδα δὲ πέτρην τὴν γαγῖτιν λίθον· ἐν Γάγαις γὰρ τῆς Λυκίας εὑρίσκεται ἡ γάγις. Ἡ γὰρ Γαγὶς πόλις τῆς Λυκίας, ἔνθα ὁ λίθος οὗτος εὑρίσκεται· γίνεται δὲ παρὰ τοῖς αἰγιαλοῖς μέλας τε καὶ χλωρός. Ταύτης δὲ τῆς λίθου τὸ πῦρ οὐχ ἅπτεται, ἀλλὰ μόνον καιομένη ἀσφαλτώδη ἔχει ἀποφορὰν καὶ ὀσμήν, ὑφ’ ἧς οἱ δράκοντες ἀποτρέπονται.
ἐν δὲ πολυσχιδέος βλήτρου: διότι εἰς πολλὰ ἔσχισται τὰ φύλλα αὐτοῦ. βλῆτρος δέ ἐστιν ἡ λεγομένη πτέρις, ἤγουν τὸ βλάχνον. ἔστι δὲ δριμεῖα καὶ δηκτική, διὸ καὶ τὰς πλατείας ἕλμινθας ἐκβάλλει καὶ ἀποσύρει μετὰ πολλῆς καθάρσεως χολώδους βίᾳ.
καχρυόεσσαν δὲ τὴν λιβανωτίδα λέγει, ὅτι ἡ ῥίζα αὐτῆς κριθῆς ῥίζῃ παρέοικε. περιθαλπέα δὲ τὴν θερμὴν ἢ περιθάλπουσαν. ἡ δὲ κάχρυς πυρώδης καὶ τραχεῖα καὶ τὴν ἀρτηρίαν ἀναχαράσσει καὶ τὴν γεῦσιν ἐκκαίει οὐχ ἧττον πεπέρεως.
καρδάμῳ: τὸ δὲ κάρδαμον δριμὺ καὶ πληκτικὸν καὶ πυρῶδες· διὸ καὶ λειχῆνας ἀποσμήχει, λέπρας ἐκτρίβει, ἄνθρακας ῥήσσει, ἔμμηνα κατάγει, πρὸς συνουσίαν ἐπείγει, τὸ νεῦρον τῇ θερμότητι κινοῦν. διὰ ταῦτα πάντα χαλεπὴν τοῖς θηρίοις ἐκπνεῖ ἀναθυμίασιν. ἰσοελκέι δὲ ἴσην ὁλκὴν ἔχοντι, ἤτοι ἰσοστάθμῳ. ἔνοδμον δὲ τουτέστι νεαρόν, ἔτι τὴν ὀσμὴν τοῦ κρέατος ἔχον νεωστὶ ἐσφαγμένου τοῦ ζῴου. ἢ ἔνοδμον νέον, οἷον ἄρτι κοπέν, ἀντὶ τοῦ ὠμόν.
ἀσκελὲς δὲ τὸ αὐτὸ σκέλος ἢ τὸν αὐτὸν πηχισμόν, ὅ ἐστιν ἴσον.
ἡ μέντοι μελάνθειος βαρεῖά ἐστιν. ἔστι δὲ καὶ πόα δυναμένη ψυγμὸν ἀπελάσαι, εἴ τις τρίψας τρὶς προσενέγκῃ τῇ ῥινί
τὸ δὲ θεῖον καὶ ἄσφαλτος ἄμφω βαρύοδμα καὶ πνευματικά· διὸ καὶ ἔμμηνα ῥηγνύει καὶ κατάρρους ἵστησι καὶ λέπρας καὶ φακοὺς ἐκλεαίνει. τὸ θεῖον ὀρθόπνοιαν διαλύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον ἀνίησιν. ἡ δὲ ἄσφαλτος ἐπιληπτικοὺς ἐκταράσσει· πινομένη δὲ ἐν οἴνῳ πυρετοὺς τεταρταίους ἐξελαύνει σφοδρότητι καὶ τραχύτητι τοῦ πνεύματος. οὐ θαυμαστὸν οὖν, εἰ καὶ τοῖς θηρίοις τοιαῦτα ἐνοχλεῖ.
Θρήισσαν: ἡ δὲ Θρήισσα λίθος ἐστίν, ἥτις βραχεῖσα τῷ ὕδατι καίεται. ὅτε δὲ εἰς αὐτὴν ἔλαιον βληθῇ, σβέννυται. Ἀριστοτέλης δέ φησι (mirab. auscult. 125) τοῦτον τὸν ποταμὸν τὸν Πόντον ἐν Μηδικῇ καὶ Ἰνδικῇ εἶναι, ἐν ᾧ καὶ ὁ λίθος οὗτος γεννᾶται, οὗ ἡ μὲν ὀσμὴ ἀσφαλτώδης καὶ δριμεῖα, ἡ δὲ φύσις αὐτοῦ σύμπηξιν γεώδη ἀσφάλτου ξηρᾶς πρὸς τὸ λιθῶδες ἔσχε, καὶ διὰ τοῦτο ἐν ὕδατι ἀναφλέγεται μᾶλλον. ἡ γὰρ ἰκμὰς ἰσχὺν τῇ ἀσφάλτῳ προστίθησι καὶ τὸ ξηρὸν αὐτῆς ἐκκαὲς ποιεῖ.
μηλοῖς δὲ ἀεργηλοῖς ἢ τοῖς λευκοῖς κατὰ ἔρια ἢ τοῖς ἀργοῖς, ἐπεὶ τῶν ἄλλων ζῴων ἀργότερά ἐστι τὰ θρέμματα καὶ νωθέστερα [μᾶλλον δὲ τὰ πρόβατα]. οὐ γὰρ νωτοφόρα ἐστὶ κατὰ τοὺς ὄνους ἢ ἡμιόνους ἢ βόας. Ἢ τοῖς μὴ ἐργαζομένοις πρὸς σύγκρισιν βοῶν καὶ ἵππων καὶ ὄνων.
Χαλβάνη: τὴν χαλβάνην ὁ Διοσκορίδης (III 97) φησὶν ὀπὸν εἶναι νάρθηκος Συριακοῦ, ὁ δὲ Θεόφραστος (hist. plant. VIIII 9, 2) βέλτιον ὀπὸν πανάκους. ἄκνηστις δὲ οἱονεὶ πολύκνηστις, ὥσπερ καὶ τὸ ἄξυλος ὕλη ἡ πολύξυλος. τὴν δὲ ἄκνηστιν οἱ μὲν τὴν κνίδην ἢ ἀκαλήφην, οἱ δὲ τὴν σκίλλαν φασίν. ὁ μὲν Τυραννίων τὴν σκίλλαν, Ἀπολλώνιος δὲ ὁ Μεμφίτης τὸ κνέωρον, ὃ δή τινες κνῆστρον καλοῦσι. τὸ δὲ ἑξῆς ἐν ὑπερβατῷ· καὶ ἡ ὑπὸ τοῖς πολυοδοῦσι γενείοις τῶν πριόνων τεμνομένη κέδρος, ἀντὶ τοῦ τὸ πρῖσμα τῆς κέδρου, ἀποτρεπτικὴν ὀδμὴν τῶν δακέτων ἐμποιεῖ. οἱ δὲ πλεῖστοι τῶν ἐξηγησαμένων ἁπλῶς τὸ ξύλον τῆς κέδρου, διὸ καὶ τὰ ἑρπετὰ ψυχρὰ ὄντα οὐ φέρει ἡ κέδρος καὶ τὸ ξηραντικὸν ἔχει· διὸ καὶ τοὺς νεκροὺς ἀσήπτους ποιεῖ τὸ νοτερὸν καὶ ῥευστικὸν ἐκπιοῦσα, ὅθεν καὶ νεκρῶν
ζωὴν ἔνιοι αὐτὴν ἐκάλεσαν. οἱ δὲ ὄφεις δέονται τῶν χαλώντων.τὸ δὲ καταψηχθεῖσα ἀντὶ τοῦ διαιρεθεῖσά ἐστι. ψώχειν γὰρ καὶ ψήχειν ἐστὶ τὸ διαιρεῖν. ἢ κατακνηθεῖσα, οἷον καταπρισθεῖσα. χηραμὰ δὲ τὰ κοιλώματα παρὰ τὸ χεῖσθαι καὶ χαίρειν ἐν αὐτοῖς.
εἰ δὲ τὰ μὲν καματοῦ ἐπιδεύεται: ὁ κόπος. εἰ δὲ κόπος ἐστὶν εὑρεῖν τὰς βοτάνας ταύτας.
πολυρραγέος δὲ τοῦ πολλὰς ῥεύσεις ἔχοντος ἢ τοῦ βιαίου καὶ πάντα ῥήσσοντος διὰ τὸ ῥαγδαῖον.
ὑδρηλὴν δὲ εἶπεν, ἐπειδή ἐστι καὶ ὀρεινὴ πόα. διαστέλλει δὲ τὸ εἶδος. τινὲς δὲ ἀγρίαν γλήχωνα αὐτὴν καλοῦσι. πάντα δὲ τὰ εἰρημένα βαρύοδμα καὶ θερμὰ καὶ θεραπεύει. ἡ δὲ καλάμινθος ἐν ὀρρῷ γάλακτος πινομένη ἐλεφαντίασιν καὶ χοιράδας καταπλαττομένη ἰᾶται. μετὰ οἴνου δοθεῖσα ἴκτερον παύει.
χαιτήεσσαν: εἰ μὲν διὰ τοῦ χ, τὴν δασεῖαν καὶ κομῶσαν τοῖς φύλλοις· κόμη γὰρ τῶν βοτανῶν τὰ φύλλα. ὡς αἱ τρίχες τῶν ἀνθρώπων. εἰ δὲ διὰ τοῦ κ, τὴν μεγάλην καὶ ὑψηλήν, ὡς κῆτος, οἷον κητώεσσαν οὖσαν.