Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

VII. Πανδήμῳ . . . Οὐρανίᾳ] ἀμφότεραι Ἀφροδῖται, ἡ μὲν Πάνδημος, ἡ δὲ Οὐρανία· ᾗτινι Οὐρανίᾳ τετεμένιστο ἐν κήποις. αἶγα δὲ τῇ Πανδήμῳ διὰ τὸ τοῦ ζῴου συνουσιαστικόν τε καὶ πρὸς τὰ ἀφροδίσια ἀκρατές, δάμαλιν δὲ τῇ Οὐρανίᾳ διὰ τὸ σωφρονέστερον καὶ ὅτι ὑπὸ ζυγὸν ἄγεται τὸ ζῷον καὶ οὐκ ἄφετον, ὃ τὴν νόμιμον τοῦ γάμου ὑπαινίττεται συζυγίαν. ἡ πλουτοδότειρα δὲ ἡ Δηώ ἐστιν ἤτοι Δημήτηρ. ~ MNSU, cf. Vat. 942

προφάσεις* κτλ.] ⸢ἠθ⸣ικὰ ταῦτά ⸢ἐ⸣στι καὶ ἀφελῆ. ~ ⸢V⸣

κατὰ* ταῖν θεαῖν] ⸢Κόρη καὶ Δή⸣μήτηρ αἱ ⸢θεαί⸣, ἡ δὲ

Ἀθηνᾶ ἡ Πολιάς. ὅρκος δὲ ⸢τοῦτο⸣ Ἀθηναίων, ὡς ⸢Λακε⸣δαιμονίων οἱ ⸢Διόσκουρ⸣οι, ὃ καὶ ⸢ὀμνύου⸣σι νὴ τὼ σιώ. ~ R⸢V⸣NSU

συμβολήν] ὁ ἔρανος. ~ V

περιδέραια*] ὁ περιτραχήλιος κόσμος. ~ R

ἐλλόβιον: τὸ ἐνώτιον καὶ τὸ ἐλεφαντόκωπον ξίφος. ~ R

ταραντινίδιον: διαφανέστατον ὕφασμα, ὁ περιεβάλλοντο ἅτε θέριστρον. ταραντινίδιον δὲ ἐκαλεῖτο ὡς τῶν Ταραντίνων περιφανέστερον αὐτὸ ἐργαζομένων. ~ RCMNSU

ἀπεμύκτισας: ἀντὶ τοῦ ἐξουδένωσας, ἐμυκτήρισας· εἰώθασι γὰρ οἱ ἐξουδενοῦντες ποιὸν ἦχον τῷ μυκτῆρι φθέγγεσθαι ἀποστρεφόμενοι. ~ RMSU

Ἀδώνιδος] Ἄδωνιν δὲ τὸν Χαιρέαν ὡς ἀργὸν ἀποκαλεῖ. καὶ μηδὲν ἄλλο ὅτι μὴ καλὸς εἶναι κέκτηται. ~ RMSU

χοιρίσκος*] ὡς ἐργατικὸν καὶ δασὺν ἀποσκώπτει τὸν Ἀκαρνάνιον ἅτε ἀλουτοῦντα καὶ ἀτημελῶς ἔχοντα ἑαυτοῦ. τὸ δὲ χοιρίσκος, ὅ νῦν τοὺς Παφλαγόνας φασὶ χοιροκώλους, τὸ λάσιον τῶν ἀνθρώπων. ~ SU

πονηρὸν* ἀποπνεῖ] ἀντὶ τοῦ δυσώδη ἔχει τὴν ἀπὸ τοῦ σώματος ἀποφοράν. ~ M N S