Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
Φάωνα] ὁ Φάων οὗτος πορθμεὺς ὢν διεπόρθμευσέ ποι τὴν Ἀφροδίτην καὶ γέρων ὢν εἴληφε μισθὸν παρ’ αὐτῆς ἀνηβῆσαι. ἴσως οὖν σκληφρὸς ὢν καὶ Λυσίας τοῦτο ἐπεσκώφθη παρὰ τῆς Ἰοέσσης. σημαίνει δὲ τὸ σκληφρός τὸν γέροντα μέν, μὴ ἐπίδηλον δέ, ᾧ ἐναντίος ὁ προφερής, ὁ νεάζων μέν, δοκῶν δὲ γέρων. ~ NSU
Δάματερ*] τῆς Πυθιάδος ἐκπληκτικῶς τὸ Δάματερ ἀνακαλεσαμένης ὁ Λυσίας ἀνερωτᾷ τί τὴν Δήμητρα ἀνακαλεῖς; καὶ συνείρει τῷ λόγῳ τὰ ἑξῆς. ~ S
ἑώρων*] ἀντὶ τοῦ ᾐσθανόμην. ~ MS
οὐκ ἐχρῆν*] καὶ νῦν μεμετεώρισται ὁ λόγος. ~ SMN
ἐν τῷ μέρει: ἀντὶ τοῦ ὅσον εἰς ἐμὲ ἧκεν. ~ NMS
τὸ δεῖνα: εἰώθασι τοῦτο λέγειν ἀφελῶς οὕτως τὸν λόγον προάγοντες ἐπὶ τῶν συγκρύπτειν τι βουλομένων, τῇ ἀοριστίᾳ τοῦ ὀνόματος τὸ ὑποκείμενον ἀδηλοῦντες. ~ RNS
— ] ὅτι ἀοριστοῦντες τὰ ὀνόματα ἐν τῇ συγγραφῇ τὸ δεῖνα λέγοντες οὕτως εἰώθασιν οἱ παλαιοὶ ποιεῖν ἀφελῶς
τὸν λόγον προάγοντες. καὶ γὰρ ἐπὶ τῶν συγκρύπτειν τι βουλομένων τῇ ἀοριστίᾳ τοῦ ὀνόματος τὸ ὑποκείμενον ἀδηλοῦντες ποιοῦσιν. ~ C