Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

σαίρειν*] φιλοκαλεῖν. ἐκ τούτου καὶ σάρον τὸ φιλοκάλιον. ~ ΓMΩ. Alia lectio est in B: αἴρειν*] καθαίρειν. ~

διαφέρειν] ἀντὶ τοῦ διακομίζειν. ~ BMΩ

νεώνητον*] τὸν Γανυμήδην λέγει. ~ ΓBΩ. Addunt BΩ:

δριμέως δὲ εἰς τὸ γένος ἀπέσκωψε τούτου νεώνητον εἰπών· οὐ γὰρ εἶχεν οὕτως, ἀλλ’ ὡς ἂν ὑποφήνῃ καὶ ἐκ Φρυγῶν τοὺς Ἕλληνας δουλουμένους. ~

ψυχαγωγεῖν*] καὶ τοῦτο δριμύ. ~ BMΩ

Λήδας* τέκνα] τοὺς Διοσκούρους λέγει Κάστορα καὶ Πολυδεύκην. ~ BΩ

οἱ μὲν Ἀλκμήνης καὶ Σεμέλης] ὁ Ἡρακλῆς καὶ ὁ Διόνυσος. ~ B

ἰδέ*] οὕτως ὀξυτόνως ἰδέ· Ἀττικοὶ γὰρ ὀξύνουσι τὸ εἰπέ, εὑρέ, ἰδέ ὁμοίως τῷ ἐλθέ. ~ ΒCMΩ

σόβει*] τρέχε. ~ Γ