Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
τράγου] λέγεται, ὅτι ὁ Ἑρμῆς ὁμοιωθεὶς τράγῳ συνεγένετο τῇ Πηνελόπῃ καὶ ἔσχεν υἱὸν τὸν Πᾶνα. ~ ΓCΩ
καπυρόν*] τὸ τραχὺ καὶ ἄγροικον τοῦ συρίσματος καπυρὸν εὐφήμως ἐκάλεσεν, ὃ ἂν γένοιτο οἷον ἐκ κεραμεοῦ σκεύους διατεθρυμμένου. ἡδὺ δὲ τὸ καπυρόν, ὡς δῆλ⸤ον⸥ ἀπὸ τῆς τῶν πεμμάτων ἐδωδῆς. ~ ⸤B⸥ΜΩ
Τεγέαν*] πόλιν Ἀρκαδίας. ~ ΓM