Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀκέστραν*] ⸤ἀκέ⸥στρα ἡ βελόνη ἡ μείζων, ⸤ἣν ν⸥ῦν σακκοράφιον κα⸤λοῦ⸥σιν. ἀκέστρα δὲ παρὰ τὸ ἀκεῖσθαι ⸤ἤτοι⸥ συρράπτειν τὰ διερρωγό⸤τα τῆς⸥ ὀθόνης. τοῦτο δὲ καὶ ἠπή⸤τιόν τιόν φασιν⸥, ἐπεὶ καὶ ἠπήτρια καὶ ἠ⸤πητὴς⸥ καὶ ἀκέστρια καὶ ἀκεστής, ⸤οὓς ν⸥ῦν ῥάπτας καλοῦσι. χρὴ ⸤δὲ εἰδ⸥έναι, ὡς οἱ παλαιοὶ γυναιξὶν ⸤ἐχρῶν⸥το εἰς ταύτας τὰς ἐργασίας, ⸤καθ⸥ὰ καὶ νῦν Σκύθαι. ~ BCφMNΩ

παραλογιζόμενον*] παραψηφίζοντα. ~ ΓMΩ

ἐξῳδηκώς*] φυσηθείς. ~ ΓΜΩ

ἐλπίζει] ἀντὶ τοῦ ἐπελπίζει ἤγουν εἰς ἐλπίδας ἐμβάλλει. ~ φMΝΩ

Ὀϊλέως] ὁ τοῦ Αἴαντος πατὴρ τοῦ Λοκροῦ, ὃς ἱστόρηται ὑπέργηρως τελευτῆσαι. ~ φNΩ

ἀμέλησον] τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ὑπόμεινον. ~ CMNΩ. Addunt MNΩ: πρωθήβης δὲ τὸ Ὁμηρικόν. ~