Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

πρὸ Εὐκλείδου κτλ.] σημείωσαι. ~ V

ἔπειτα ἐς πόσον κτλ.] σημείωσαι. ~ ΓV

ὡς εἴ τις κτλ.] ἀστεῖον. ~ E 5 — ] σημείωσαι. ~ V

τῶν φιλοσοφούντων κτλ.] ὡραῖον. ~ E

τὸ σύφαρ] ἤγουν τὸ δέρμα. ~ V

ἀμελήσαντας τοῦ ὁλκοῦ: ἤγουν τοῦ σώματος· λέγεται γὰρ ὁλκὸς καὶ τὸ σῶμα τοῦ ὄφεως, ἀπὸ τοῦ ἕλκω, λέγεται ὁλκὸς καὶ 〈τὸ〉 ἀπὸ τούτου ἴχνος ἤγουν ἡ κοινῶς συρμή, ὥσπερ ποὺς καὶ τὸ μέρος τοῦ σώματος καὶ τὸ ἀπὸ τούτου ἴχνος. ~ V

πτίττων: ἀντὶ τοῦ πτίσσων, ὅπερ ἐπὶ τοῦ σίτου λέγεται, ὅθεν πτισσάνη τὸ ἔνδυμα τοῦ σίτου. ~ V

οὕτω μὲν κτλ.] σημείωσαι διὰ σύνταξιν. ~ E

ἠγανάκτει λέγων κτλ.] ὡραῖον. ~ ΓV

δεομένους ἐπὶ κτλ.] ὄλεθρε, πάλιν αὐτὸς ἐπὶ τὰ σαυτοῦ. ~ E

subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος ἐπίσκοπος τῆς πολυκάρπου καὶ μεγαλοδόξου Νικαίας μετὰ Ἰακώβου τοῦ ὁμαίμονος ἀδελφοῦ καὶ μητροπολίτου Λαρίσσης τῆς ὑπὸ πολλῶν ὑμνουμένης σοφῶν. ~ Γ2