Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

βδάλλειν*] ἀμέλγειν· καὶ βδαλεὺς τὸ ἀμολγεῖον. ~ VφSΔ

σκινδαλάμους*] τὰ λεπτὰ καὶ ἰσχνὰ τῶν λόγων ζητήματά φησιν, ὡς καὶ Ἀριστοφάνης ἐν Νεφέλαις [130]

λόγων ἀκριβῶν σκινδάλμους μαθήσομαι.
τοῦτο δὲ ἐπὶ μὲν εὐθείας ὀξύνεται, ἐπὶ δὲ πλαγίων παροξύνεται. λέγεται δὲ σκινδάλματα καὶ τὰ τῶν καλάμων ἀποξύσματα. ~ Δ

λαβάς*] ἐπαφάς, ἀφορμάς, μέμψεις. ~ Δ

κατακνίζουσι*] κατατέμνουσι, καταλυποῦσι, καταβάλλουσιν. ~ Δ

ἄττα: τινὰ ἢ ἅτινα ἢ παραπλήσια ἢ ὀλίγα. ~ Δ

φορμῷ*] φορμὸς προκάλυμμα ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδας κομίζειν. ~ Δ

πάνυ ποιμενικόν*] ἀντὶ τοῦ ἁπλούστατον καὶ κατὰ ποιμενικὴν εὐήθειαν. ~ EVφSΔ μακέλλην*] μάκελλα ἡ καὶ δίκελλα λεγομένη. ~ Δ

τοῦ κρύους — πολλὰ τοιαῦτα] ἄξιά γέ συ ποιῶν τοὺς σαυτοῦ διδασκάλους διασύροις, ὡς ἂν μὴ ἡμεῖς πράγματα ἔχοιμεν βόρβορον ἀναδεύοντες. ~ EΔ