Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

  1. ⸢Ἐντ⸣αῦθ’ Ὁμήρῳ συγκρί⸢νει⸣ Δημοσθένην
  2. καὶ ⸢δείκ⸣νυσι μέγιστον εἰς ⸢ῥῆ⸣τρας χάριν.
  3. καὶ ⸢τὸν⸣ βίον δὲ σεμνύνει ⸢Δη⸣μοσθένους
  4. ἐν δια⸢λέξ⸣ει τοὺς ἐπαίνους εἰσφέρων.
~ ⸢φ⸣

ἀμέλει] πάντως. ~ φ

πρότερον*] ἡ πλεονάζουσα φράσις αὕτη συνήθης Ἀττικοῖς, καὶ ποτὲ μὲν ὡς ἀπὸ πρώτου προσώπου δραματικῶς, ποτὲ δὲ ὡς ἀπὸ τρίτου ἀφηγηματικῶς, ὅπερ πολὺ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἔστιν εὑρεῖν. ~ BRU

εἰ*] εὐκτικόν. ~ B

πέπονθας τὸ τὸν δόλιχον νενικηκότος] δύναται καὶ ⸤τὸ τοῦ δόλιχον νε⸥νικηκότος εἶναι ⸤καὶ τὸ τὸν δόλιχον⸥ νενικηκότος ἀ⸤ ⸥χρεία. ἀλλ’ ἐπεὶ ⸤τὴν περιττό⸥τητα τῶν ἄρθρων ὑποστέ⸤λλεσθαι εἰώ⸥θασιν Ἀττικοί, ἓν τῶν ⸤δύο ἀνάγ⸥κη περιελέσθαι· συνυ⸤πακούεται γὰρ⸥ τὸ τ⸤ὸ τοῦ⸥ νενικηκότος εἴη, λεί⸤ψει τὸ τόν⸥ συνυπακουόμενον καὶ ἔσται ⸤οὕτως καὶ πέ⸥πονθας τὸ τοῦ νενικηκό⸤τος τὸν δόλιχον⸥· ὃ καὶ φαυλότερον· εἰ δὲ τὸ τὸν δόλιχον νενικηκότος, ἐλλείψει ⸤τὸ τῆ⸥ς γενικῆς ἄρθρον συνυπακουόμενον ⸤οὕτως⸥ καὶ πέπονθας τὸ αὐτὸ τοῦ νενικηκότος τὸν δόλιχον. ἐγκριτώτερον δὲ ἔσται τοῦτο τοῦ προτέρου, καθότι φίλον Ἀθηναίοις τῶν ἄρθρων ἐλλειπεστέρας τὰς πτώσεις προφέρεσθαι· αὐτοὶ γὰρ ἀφικόμην φασὶ πρὸς βασιλέα καὶ προσῆλθε βασιλεῖ. ~ ⸤B⸥ φ U. Addit B: καὶ ἐπ’ ἄλλων πλείστων ὡσαύτως. εἰ δέ τις ἀξιώσει ἐλλεῖψαι τὸ τό, ἀλλ’ οὐ τὸ τοῦ, λέληθεν ἑαυτὸν τοῦ παντὸς ἁμαρτάνων· τὸ μὲν γὰρ ἀσαφέστερον καταστήσεται τὸν λόγον, παρόσον τοῦ πράγματός ἐστι σημαντικόν, φημὶ δὲ τὸ τό· τοιοῦτο γάρ ἐστιν, ὡς καὶ φθάνομεν παραθέμενοι καὶ πέπονθας τὸ αὐτὸ τοῦ νενικηκότος τὸν δόλιχον· οὕτω γὰρ μετατιθέμενον εὑρίσκεται· ὅρα γάρ, ὅτι τὸ τό τὸ πρᾶγμα σημαίνει, τὸ δὲ περικαλλέστερον ἀπὸ τοῦ ἐνδέειν τὸ κάλλος ἐκπεπορισμένον. ~

ἥδομαι δὲ καὶ πάθη κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ

διαρκεστέρῳ δὲ τόνῳ] ὅτι κατὰ τοῦτο κρείττων Ὁμήρου Δημοσθένης. ~ RφU

μεταξὺ* κτλ.] οἷον πεποίηκε [Hom. Ζ 119 sq.] τὸν Διομήδην τῷ Γλαύκῳ ὀργώσης ἤδη τῆς μάχης διεξοδικῷ ἀναγνωριζόμενον τῷ λόγῳ. ~ RφU

παρισώσεων* κτλ.] τῷ κεκαλλωπισμένην ἔχειν τὴν φράσιν. ~ Δ

Ἰσμηνὸν κτλ.] ἀρχαὶ ταῦτα τῶν Πινδάρου τοῦ μελοποιοῦ ὕμνων [fr. 29 Bergk]. ~ φU

κἀκ τῶν φορημάτων κτλ.] σημείωσαι. ~ Γ

τὰ γάρτοι καλὰ κτλ.] σημείωσαι. ~ ΓΔ

ἀλλ’ εἰ δή τινα πάντων κτλ.] τὸ ἑξῆς οὕτως· ἀλλ’ εἰ δή τινα θαυμάσας Δημοσθένην εἶχον· ἀπὸ κοινοῦ γὰρ τὸ θαυμάσας. ~ RφU

κρότῳ κτλ.] θαυμασίως ἥθροισται πάντα κράτιστα Δημοσθένους καὶ ἐν βραχεῖ τῷ εὐμνημονεύτῳ περιποιούμενα καὶ μηδὲ τῷ σαφεῖ διὰ τὴν συντομίαν λυμαινόμενα. ~ R

34—36 καὶ τοὺς μὲν ἔξω κτλ.] τεχνικώτατα πάνυ τὰ ἀπὸ τῶν ὑπομνημάτων εἰς ἐγκώμιον Δημοσθένους παραληφθέντα διεσκεύασται. ~ R

μιᾶς γε ταύτης ἡμέρας κτλ.] ὡραῖον. ~ Γ

εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι τῇ πρεσβείᾳ] τοῦτο ῥᾳδιούργημα λόγων, εἴ τι χρὴ Αἰσχίνῃ τῷ συμπρεσβεύσαντι πείθεσθαι. ~ R

παρὼν εἶναι: παρέλκει τὸ εἶναι. ἐπισκοπητέον δέ, εἰ ὅμοιον τῷ ἑκὼν εἶναι· ἐκεῖνο γὰρ μετ’ ἀπαγορεύσεως τάττεται, οἷον οὔποτ’ ἂν ἐγὼ ἑκὼν εἶναι πεισθείην. ~ RU

οὐ γάρτοι σμικρὸν κτλ.] γνώμη. ~ R

ὀπαδός τις δαίμων κτλ.] τὴν ἰσάγγελον πολιτείαν παρεισάγει ὁ ἀλιτήριος. ~ Δ