Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἔχιδναν φιλῆσαι κτλ.] ὡραῖον. ~ ΓΕ

— ] σημείωσαι. ὡραῖον. ~ V

κακὸν κακῶς σε κτλ.] ὡραῖον. ~ E

ἰαλέμων] ἰάλεμος· θρῆνος. ~ R

εὐρῶτος: τοῦ σκώληκος. ~ R

τί φαίης ἂν κτλ.] σημείωσαι. ὡραῖον. ~ V

ὡς ὤφελε κἀμέ τις κτλ.] ὡραῖον. ~ V

ὥστε τό γε ἐπ’ ἐμοὶ κτλ.] σημείωσαι. ὡραῖον. ~ V

κισσύβιον: τὸ ἀγροικικὸν ποτήριον. ἴσως ἐκ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκεύαζον τὰ ποτήρια τὰ νῦν ἰδιωτικῶς χαλίντζια καλούμενα, κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυομένων ποτηρίων ἡ λέξις τίθεται παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον, οἷον χύσω χυσίβιον καὶ κισσύβιον. Ἡσίοδος ὀλίγῳ δὲ ἥδεται κισσυβίῳ. ~ Δ

βινητιῶν*] συνουσιάζων. ~ Δ

θάτερον* τῶν πενήτων] κακῶς γὰρ τὸ θάτερον εἶπεν, ἐπεὶ μηδὲ ἡ εὐθεῖα θάτερος ἀλλ’ ἃτερος· ἀπὸ γὰρ τοῦ ὁ ἕτερος συναλειφθὲν ἅτερος λέγεται καὶ ἅτερον ἡ αἰτιατική· ἀεὶ γὰρ αὕτη τῇ εὐθείᾳ ἀκολουθεῖ. τὸ δὲ τριῶν μηνοῖν προδήλως βάρβαρον, δυικὸν τῷ τριῶν ἐπαγόμενον. ὡσαύτως δύσφημον καὶ τὸ ἀνηνεμία· τίς γὰρ χρεία τοῦ στερητικοῦ μηδὲν πλέον τοῦ νη δηλοῦντος; τὸ δέ τοι ἐκχύνειν καὶ ἀδιόρθωτον, ἐπεὶ χέω μὲν ἐπίσταται ἡ ἑλληνίζουσα χρῆσις, χύνω δὲ οὐδέπω ἐγκέκριται τῇ Ἑλλάδι γλώσσῃ, ὥσπερ οὐδὲ τὸ πέταμαι· οὐ γὰρ ἔστι πέτημι ἀλλὰ πέτω, βαρύτονον, ἀφ’ οὗ πέτομαι ἴσως ἂν λεχθείη, οὗ καὶ ἡ μετοχὴ πετόμενος, ὡς Πλάτων Εὐθύφρονι [4A] τί δαί; πετόμενόν τινα διώκεις; πέταμαι δὲ οὐδαμῶς, ἀλλ’ εἰ ἄρα ἵπταμαι ὡς ἀπὸ τοῦ ἵπτημι, ὡς καὶ ἀπὸ τοῦ ἵστημι λεχθείη ἂν ἵσταμαι. ~ VERφUΔ et (a lin. 18) C

Τισίου τούτου λέγει τοῦ Κόρακος τοῦ Σικελοῦ μαθητοῦ· τάχα γάρ τι τοιοῦτο καὶ αὐτὸς κατασοφισάμενός τινα πρεσβύτην εἰργάσατο. ~ VERφΔ

παιπάλημα: ὁ πανοῦργος ἄνθρωπος, κυρίως ὁ ὡσπερεὶ ἄλευρον τοῖς κακοῖς συναληλεσμένος καὶ συντετριμμένος.

νῦν δὲ οὐ τοῦτο βούλεται τῷ γλωσσαλγεῖν τούτῳ δηλοῦν, ἀλλὰ τὸν ὑπὸ τῆς ἀνενδότου μισητίας ὥσπερ ἄλευρον διατεθρυμμένον. κίναιδος δὲ ὅ τε ποιῶν ὅ τε πάσχων, παρὰ τὸ τὴν αἰδὼ κινεῖν. ~ ERCVφUΔ