Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τοιαύτης ἀνέσεως κτλ.] σημείωσαι. ~ Γ

ἀσθενὴς γὰρ ἡ ψυχὴ κτλ.] ὡραῖον ἄγαν καὶ φυσικῆς θεωρίας ἐχόμενον τὸ χωρίον, ὅτι τὰ ἐν γενέσει πάντα διὰ τὴν τῆς ὕλης ἀσθένειαν οὐχ οἷά τέ ἐστιν ὑποστέγειν τὰ εἴδη ἐνδελεχῶς οὐδὲ τῆς τοῦ ἐναντίου ἐπεισόδου ἀνέπαφα, ἀλλ’ ἡ θατέρου παρουσία ὡσπερεί τινα ἄνεσιν προμηθεῖ

ται τῆς ἀπὸ τοῦ ἑτέρου ἐγκόπου ἤδη ἐνεργείας. ταύτῃ γε δὴ καὶ τῇ ἀνὰ μέρος ἑκατέρων ὑπαλλαγῇ σῴζεσθαι καὶ τὸ ὑποκείμενον ἀφορμὰς λαμβάνει τὸ ἤδη κεκμηκὸς ἐπανάγοντος τοῦ ἐπεισιόντος τῇ τῶν ἐναντίων καταδοχῇ. ~ ERVU

θᾶττον ἄν μοι κτλ.] σημείωσαι. ~Γ

διάδοχοι ἔρωτες κτλ.] ὡραῖον. ~ V

κάρηνα Λερναῖα κτλ.] ὡραῖον σφόδρα. ~ V

Ἡλιάδης*] διὰ τὴν Πασιφάην, ἐπεὶ Ἡλίου οὖσα ἐκ μήνιδος Ἀφροδίτης ταύρου ἠράσθη. ~ ERV

Λημνιάδων*] ἐπεὶ καὶ ταῖς Λημνίαις γυναιξὶν ἔγκοτος Ἀφροδίτη γενομένη εἶτα δυσώδεις αὐτὰς ποιήσασα ἀποκοίτους αὐτὰς ποιῆσαι τοὺς ἑαυτῶν ἄνδρας ἠνάγκασεν. ~ ERV

μέχρι ποδῶν κτλ.] ὡραῖον. ~ E

δικρότων*] δίκροτος ἡ δύο εἰρεσίας ἔχουσα. ~ VER

καὶ ῥοθίῳ — κατ’ οὐδὲν οἶμαι] ὡραῖον ὅλον. ~ ΓE

Ἡλιάδος — Ῥόδου] τῷ γὰρ Ἡλίῳ ἡ Ῥόδος ἀνέκειτο. καὶ ὅπως πολὺς ὁ λόγος. ~ E

11—12 Ἀφροδίτης κτλ.] ἔκφρασις τοῦ ἐν Κνίδῳ τεμένους καὶ τοῦ ἀγάλματος τῆς Ἀφροδίτης. ~ E

ἡ τύχη παρεμποδίζει κτλ.] σημείωσαι. ~ Γ

ἀφυλακτουμένων*] ἀπὸ τοῦ ὑλακτεῖν. ~ ER

ἀμορφίαν πονηρίας εἶναι κατάκριτον] ἆρά γε Σωκράτους, ᾧ τὸ περὶ λόγους ἀριστεῖον ὁ Πύθιος μαρτυρεῖ, ἄλλον ἑώρακεν ὁ κατ’ ἐκεῖνο καιροῦ ἄνθρωπος δυσμορφότερον; τί οὖν ἡ τῆς τῶν νέων εὐπρεπείας ὑμῖν, ὦ σοφοί, μεταποίησις; οὐχὶ καὶ ἐν εὐμόρφοις κακία φαίνεται καὶ ἀμαθία; οὐκ ἂν οἶμαι ἀρνή⸢σαισ⸣ θε, εἰ μή που τὸ αὐτοκρατὲς παρέλοισθε τῆς ἀνθρωπείας ψυχῆς καὶ διὰ τοῦτο ⸢U⸣ καὶ νόμους † ἀναιρήσετε καὶ κρίσεις ⸢ ⸣. ~

— ] ὅτι ὁ Σωκράτης δύσμορφος ἦν τοσοῦτον, ὥστε τὸ κατ’ ἐκεῖνο καιροῦ μὴ εἶναί τινα τοιοῦτον. ~ C

Φιλαινίς] ταύτην τὴν Φιλαινίδα φησίν, ἣν Φιλοκράτης ὁ Ἀθηναῖος κωμῳδιοποιὸς ἐξεπόμπευσεν ὡς ἑταιρίστριαν καὶ τριβάδα. ~ RVU

εἴξαντες*] νικηθέντες. ~ ER

ἵνα μὴ τελέως ἄσπερμον κτλ.] ὦ μιαρολόγε, εἰ χωρὶς γυναικῶν ἄσπερμος ὁ βίος, τό γε λοιπὸν ἐφ’ ὑμῖν ἀθετοῦσι τὸ θῆλυ λύσις ἔσται τοῦ κόσμου· τί γὰρ ἔτι κόσμος τῆς ἀνθρωπίνης χηρεύων φορᾶς; ~ E

ἅ γὰρ ἐκ λογισμοῦ κτλ.] σημείωσαι. ~ Γ

βεβαιοτάτους* ἐρώτων — τοὺς ἄρρενας] εἰ πάντα πρός τι τέλος ἡ φύσις ἀφωρίσατο, ὁδὸν δὲ τὴν ἡδονὴν ἐπενόησε πρὸς τὸ τέλος, εἰπέ μοι, κατάρατε, τί πλέον ἡδονῆς ἡ ἀρρενοφθορία ἐπαγγέλλεται, ὡς ἡ τῶν γυναικῶν μῖξις παιδοποιίαν, ἡ τῶν βρωμάτων ποικιλία τὴν σωματικὴν σύστασιν, ἡ τῶν ἱματίων τὴν ἀπὸ τῆς θάλψεως τῷ ζῴῳ συντήρησιν καὶ ἐπὶ πάντων ὡσαύτως; ἀλλ’ οὐδὲν ἔχεις τοιοῦτον ἀπὸ τῆς μιαρᾶς δεῖξαι χρήσεως ταύτης· ὅ σοι καὶ πρὸς μεγάλην ἀποτελευτᾷ βλασφημίαν, καὶ μάτην εἶναι τὴν φύσιν καὶ πολὺ πρότερον. ἀλλ’ ἐπὶ κεφαλήν σοι τὸ δύσφημον, ἄλογον εἰσάγειν τὸν τάξαντα τὴν φύσιν θεόν. ~ VERU

εἴ γ’ οὖν — περιεστᾶσιν ποικίλοις] ὡραῖον πάνυ ὅλον. ~ Γ

προπεπτωκότων μαζῶν κτλ.] τί φῄς, ὦ Λουκιανέ; ποιοῦσιν ὡς ἀληθῶς τοῦτο; ποιοῦσι τῷ ὄντι· ἐπεὶ πῶς αἱ γεγηρακυῖαι καὶ τῶν αἰγῶν πλέον κεχαλασμένους τοὺς μαστοὺς ἔχουσαι οὕτω τὰ οὔθατα ἐλάχιστα δίκην καρείνων

ἔφερον; πείθομαί σοι, ἄνθρωπε, πειθοῦς μεστὰ ῥήματα λέγοντι, καὶ δὴ συνεξύφαινε τὴν λοιπὴν αὐτῶν ἀκρασίαν. ~ Γ

— ] ὡραῖον. ~ Γ

λίθους Ἐρυθραίους κτλ.] ὡραῖον. ~ E

Κωλιάδας* — Γενετυλλίδας] ἐπίθετα ταῦτα Ἀφροδίτης, οἷς εἰκὸς τοὺς θεατὰς διασύρειν τὰς χλιδώσας τῶν γυναικῶν. Φρυγίαν δὲ δαίμονα τὴν Ῥέαν λέγει· ᾧτινι καὶ τούτῳ διασύρουσιν, ἔοικέ μοι, τὰς ἀωρολείους τῶν γυναικῶν, ἐπεὶ κἀκείνη τοιαύτη τῷ Ἂττιδι ἐνυμφεύετο. ποιμένα δὲ τὸν Πάριν, ὃς ἀπὸ Φρυγίας κωμάσας εἰς Λακεδαίμονα εἷλεν Ἑλένην τὴν Μενελάου. ~ VERU

ὕδατι λιτῷ καὶ* χιτωνίσκον] margine deciso scholion periit (cf. R!). ~ E

χιτωνίσκον*] τὴν ἱερὰν χλαμύδα. ~ R

εἰ ταῖς Ἀθήναις* ἡ Κόρινθος εἴξει] ἢ ὅτι Κορίνθιος μὲν Χαρικλῆς, Ἀθηναῖος δὲ Καλλικρατίδας, ᾧ τὴν νικῶσαν ὁ διαιτητὴς οὗτος ἔνειμεν, ἢ ὡς τῆς Κορίνθου μὲν ἀνακειμένης Ἀφροδίτῃ — διὸ καὶ πολλὴ ἐν Κορίνθῳ ἡ γυναικεία μῖξις —, Ἀθηναίων δὲ παιδεραστίᾳ κομώντων, ἤτοι τῇ κατὰ φιλοσοφίαν καὶ σώφρονι ἢ τῇ τῷ ὄντι μιαρᾷ καὶ διαβεβλημένῃ. ~ ERVU

ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο κτλ.] μόγις ποτέ, μιαρὲ καὶ ἐπάρατε, τὸ σαυτοῦ ἐξεῖπας. ἐξώλης καὶ προώλης γένοιο. ~ ER