Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τοιαύτης ἀνέσεως κτλ.] σημείωσαι. ~ Γ

ἀσθενὴς γὰρ ἡ ψυχὴ κτλ.] ὡραῖον ἄγαν καὶ φυσικῆς θεωρίας ἐχόμενον τὸ χωρίον, ὅτι τὰ ἐν γενέσει πάντα διὰ τὴν τῆς ὕλης ἀσθένειαν οὐχ οἷά τέ ἐστιν ὑποστέγειν τὰ εἴδη ἐνδελεχῶς οὐδὲ τῆς τοῦ ἐναντίου ἐπεισόδου ἀνέπαφα, ἀλλ’ ἡ θατέρου παρουσία ὡσπερεί τινα ἄνεσιν προμηθεῖ

ται τῆς ἀπὸ τοῦ ἑτέρου ἐγκόπου ἤδη ἐνεργείας. ταύτῃ γε δὴ καὶ τῇ ἀνὰ μέρος ἑκατέρων ὑπαλλαγῇ σῴζεσθαι καὶ τὸ ὑποκείμενον ἀφορμὰς λαμβάνει τὸ ἤδη κεκμηκὸς ἐπανάγοντος τοῦ ἐπεισιόντος τῇ τῶν ἐναντίων καταδοχῇ. ~ ERVU

θᾶττον ἄν μοι κτλ.] σημείωσαι. ~Γ

διάδοχοι ἔρωτες κτλ.] ὡραῖον. ~ V

κάρηνα Λερναῖα κτλ.] ὡραῖον σφόδρα. ~ V

Ἡλιάδης*] διὰ τὴν Πασιφάην, ἐπεὶ Ἡλίου οὖσα ἐκ μήνιδος Ἀφροδίτης ταύρου ἠράσθη. ~ ERV

Λημνιάδων*] ἐπεὶ καὶ ταῖς Λημνίαις γυναιξὶν ἔγκοτος Ἀφροδίτη γενομένη εἶτα δυσώδεις αὐτὰς ποιήσασα ἀποκοίτους αὐτὰς ποιῆσαι τοὺς ἑαυτῶν ἄνδρας ἠνάγκασεν. ~ ERV

μέχρι ποδῶν κτλ.] ὡραῖον. ~ E

δικρότων*] δίκροτος ἡ δύο εἰρεσίας ἔχουσα. ~ VER

καὶ ῥοθίῳ — κατ’ οὐδὲν οἶμαι] ὡραῖον ὅλον. ~ ΓE

Ἡλιάδος — Ῥόδου] τῷ γὰρ Ἡλίῳ ἡ Ῥόδος ἀνέκειτο. καὶ ὅπως πολὺς ὁ λόγος. ~ E

11—12 Ἀφροδίτης κτλ.] ἔκφρασις τοῦ ἐν Κνίδῳ τεμένους καὶ τοῦ ἀγάλματος τῆς Ἀφροδίτης. ~ E

ἡ τύχη παρεμποδίζει κτλ.] σημείωσαι. ~ Γ

ἀφυλακτουμένων*] ἀπὸ τοῦ ὑλακτεῖν. ~ ER

ἀμορφίαν πονηρίας εἶναι κατάκριτον] ἆρά γε Σωκράτους, ᾧ τὸ περὶ λόγους ἀριστεῖον ὁ Πύθιος μαρτυρεῖ, ἄλλον ἑώρακεν ὁ κατ’ ἐκεῖνο καιροῦ ἄνθρωπος δυσμορφότερον; τί οὖν ἡ τῆς τῶν νέων εὐπρεπείας ὑμῖν, ὦ σοφοί, μεταποίησις; οὐχὶ καὶ ἐν εὐμόρφοις κακία φαίνεται καὶ ἀμαθία; οὐκ ἂν οἶμαι ἀρνή⸢σαισ⸣ θε, εἰ μή που τὸ αὐτοκρατὲς παρέλοισθε τῆς ἀνθρωπείας ψυχῆς καὶ διὰ τοῦτο ⸢U⸣ καὶ νόμους † ἀναιρήσετε καὶ κρίσεις ⸢ ⸣. ~

— ] ὅτι ὁ Σωκράτης δύσμορφος ἦν τοσοῦτον, ὥστε τὸ κατ’ ἐκεῖνο καιροῦ μὴ εἶναί τινα τοιοῦτον. ~ C

Φιλαινίς] ταύτην τὴν Φιλαινίδα φησίν, ἣν Φιλοκράτης ὁ Ἀθηναῖος κωμῳδιοποιὸς ἐξεπόμπευσεν ὡς ἑταιρίστριαν καὶ τριβάδα. ~ RVU