Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τοιγάρτοι ἐκεῖνα — διαπομπεῦσαι ὡς ἐτάχθησαν] ὡραῖον διόλου τὸ χωρίον καὶ τῆς ματαιότητος ἡμῶν ἐκκαλυπτικόν. ~ BΔ

ἐμβατῶν*] ἐμβάται κωμικὰ ὑποδήματα μεγάλα τε καὶ τὰς κρηπῖδας ὑψηλὰς ἐξειργασμένα τοῦ πρὸς μεῖζον ὕψος τὸν χρώμενον ἄγειν. ~ BCVφΩΔ

ἐπειδὰν* — ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον] τάχα τὸν Αἰακὸν ἐπέστησαν Ἕλληνες ταῦτα δικάζειν τοῖς νεκροῖς τὸ τοῦ ὀνόματος ἔτυμον παραλαβόντες εἰς συνηγορίαν· βούλονται γὰρ νῦν παρὰ τὸ αἰάζειν τὸν Αἰακὸν ὠνομάσθαι, ὃ συμβαῖνον ἐπὶ τοῖς ἀποιχομένοις τῷ τάφῳ παρευθὺς αὐτοὺς παραδίδωσιν. ~ VφΒΩΔ

οὐ πλέον ποδός: καὶ γὰρ ἐπὶ τῶν πυρὶ θαπτομένων μόγις ποδιαῖον τόπον ἡ σποδὸς ἐπίσχει. ~ BVφΩΔ

ταριχοπωλοῦντας* κτλ.] εἰς τοὺς τὰ σώματα ταριχεύοντας αἰνίττεται καὶ παίζει τοὺς τὰ ἐπιγράμματα ἔχοντας ἐν τοῖς τάφοις. ~ VφBΩΔ

Φίλιππον — ὑποδημάτων] ἴσως ἐπὶ τῷ τάφῳ Φιλίππου σκυτεῖον ὕστερον συνέστη, καὶ τοῦτο παίζει. τὰ δὲ τῶν

ἄλλων βασιλέων ὀστᾶ ὑπὸ τῶν τυμβωρυχούντων παρὰ τὰς τριόδους ἐσκυβαλευμένα τοῦτο διαγελᾷ. ~ BVφΩΔ

οὐ γὰρ οἶδ’* ὅπως] καινοπρεπές· τὸ γὰρ καθημαξευμένον οὐκ οἶδα 〈γὰρ〉 ὅπως. ~ B

ἐπεχειροτόνησε κτλ.] σημείωσαι. πάνυ ὡραῖον. ~ V

πρός* τι χωρίον τοῦ ἄλλου ζοφερώτερον κτλ.] εἰ τοῦ ἄλλου ζοφερώτερον, ὀλέθριε, πῶς βλέπων τῷ δακτύλῳ ἐδείκνυες; καὶ τὸ μὲν παιζόμενον τοῦτο. αἰνίττεται δὲ οἶμαι τῇ παιδιᾷ, ὡς τὰ ἐν Τροφωνίου ἀφανέστερά τε καὶ ἀσαφέστερα τῶν ἐν τοῖς ἄλλοις μαντειῶν χρησμῳδουμένων. ~ VφBΩΔ