Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἄνθρωπον ὄντα κτλ.] ὡραῖον. ~ Γ

παραδόξους ταύτας κτλ.] ὡραῖον. ~ Γ

ἡδέως ἂν κτλ.] ὡραῖον. ~ Γ

τὸν Μῶμόν φασι πάντα μὲν ἐπαινέσαι τὰ Ἀφροδίτης καὶ

μηδὲν ἔχειν, ὃ σκώπτειν δυνηθείη, τὸ σάμβαλον δὲ αἰνίττεται. τοῦτο τί; τὸ πάντα μὲν ἔχειν αὐτὴν τῇ συμμετρίᾳ τῶν μελῶν εὐρυθμότατα, ἀλλὰ τό γε τῆς χρήσεως τούτων πρὸς τὸ ἀκόλαστον ἀποκλίνειν ἐπίμωμον τοῦτο τοῖς σώ5 φροσι νενομίσθαι· πέφυκε γὰρ ἀεὶ πούς τε καὶ τὰ ποδὸς πάντα τὰ τοῦ ἡμετέρου βίου συμβολικῶς παραδεικνύναι. ~ BUΩ, cf. C

νέον ὄντα καὶ καλόν] προσαγωγικὰ ῥήματα. ~ Ω

ad finem: ἐμφρόνως, ὦ Λουκιανέ, καὶ εὐφυῶς διέπαιξας καὶ ἠτίμασας τὰ παρὰ τοῖς Ἕλλησι τίμια. ~ U

Ὁ λόγος οὗτος τῶν καλλίστων καὶ πρώτων. ~ Δ

Σημείωσαι, ὡς ὁ λόγος οὗτος λίαν ἐστὶ χρησιμώτατος ἠθικός τε ὢν καὶ παιδευτικὸς καὶ πεφρασμένος καλῶς. ~ U

οἱ πρὸς τοῖς ἱεροῖς, ἐξυρημένοι* κτλ.] οἵῳ τὸ πάλαι οἱ ναυαγήσαντες ἄνθρωποι ἐκέχρηντο σχήματι πρὸς τοῖς ἱεροῖς καθήμενοι καὶ τὴν αὑτῶν τύχην ὀλοφυρόμενοι. ~ ΔEφΟΩ

ἑκόντες εἶναι] σημείωσαι, ὅτι τῷ ἑκόντες εἶναι ἄνευ ἀποφάσεως ἐχρήσατο. ~ EΟΩΔ

τῆς τριαίνης κτλ.] σημείωσαι. ~ E

ῥήτωρ*] Δημοσθένης ἐν Φιλιππικοῖς [3, 33] ταῦτά φησι, τοῖς τῶν νοσούν⸢των⸣ ἐοικότα σιτίοις, ⸢ἃ⸣ οὔτε σῴζουσιν ο⸢ὔτ’⸣ ἀπολλύναι δύναντ⸢αι⸣. ~ ⸢V⸣EφΟΩΔ

εὐχῇ*] ⸢αἱ γὰρ εὐχαὶ ὡς ἐπίπαν τὰ ἀδύνατα προβάλλονται⸣. ~ ⸢V⸣EφΟΩΔ

τρίβωνες*] Ἀριστοφάνειος ἡ λέξις, σημαίνει δὲ τοὺς ἐγγεγυμνασμένους τινὶ πράγματι καὶ διὰ πολλῆς πείρας ἐληλακότας. ~ ΕVΟΩΔ

θυραυλίας*] τῆς ἐν ταῖς θύραις προσεδρίας. ~ MΩ

ἴλιγγος*] ὅταν περὶ τὴν καρδίαν στρόφος γίνηται, ἐπακολουθεῖ σκότος καὶ τοῦτο πάθος καλοῦσιν ἴλιγγον. ~ Ω

καταδικάσας*] ἀντὶ τοῦ κατηγορήσας. ~ EVφ

ἀμέλξεις* ὀρνίθων γάλα] παροιμία ἐπὶ τῶν ὑπερφυῶς ἀγαθῶν, ὅταν τινὶ προσρυῇ, λεγομένη τὸ ὀρνίθων γάλα. ~ ΕCVφΟΩΔ

ὀρνίθων γάλα: τὸ λευκὸν τοῦ ᾠοῦ. ~ Δ

καὶ τοῦτο δὴ τὸ κτλ.] σημείωσαι. ~ Ε

ἀκκισάμενος*] προσποιησάμενος, ὑποκρινάμενος. ~ Ω

ad cap. 14 fin. — 16 init.: σὺ δ’ εἰπέ μοι, πόθεν ταῦτ’ εἰδὼς οὕτως ἀκριβῶς γράφεις, Λουκιανέ. πάντως δ’, εἰ μὴ πέπονθας, οὐκ ἂν μεμάθηκας· πῶς οὖν ἐγκαυχᾷ μὴ τοῦ τοιούτου βίου πεῖραν ὅλως λαβεῖν; ἀλλ’ ἐρεῖς, ὡς ἐξ ἄλλων διηγουμένων ἱστόρησας· ἐχρῆν οὖν καὶ μάλιστα καὶ τόν, ὅν διασύρεις, ἐπιμελέστερον ἐρωτῆσαι καὶ τὰ πάντα μαθεῖν, ἵνα μὴ διαγελῷτο τῆς τῶν δρωμένων ἀπειρίας ἕνεκα καὶ παρὰ σοῦ ἐπισκώπτοιτο. ~ Δ

ἐκ περιωπῆς*] ἐκ φροντίδος ἢ περισκέψεως. ~ MΩ

οἰνόφλυξ] φλύειν ἐστὶ τὸ ὁρμὴν ἔχειν πρός τι· ὅθεν οἰνόφλυξ ὁ εἰς τὸν οἶνον ὁρμῶν. ~ Δ

ὡς ζηλωτόν τινα βιώσῃ κτλ.] νηπιόφρονα φῂς τὸν φιλόσοφον, εἰ τοιαῦτα λογίζοιτο. ~ Δ

φιλοτησίαι] φιλοτησία ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν τὸ λοιπὸν παράσχῃ φίλῳ καὶ τὴν φιάλην χαρισάμενος. ~ Δ

ποτνιώμενον] ὅτι ποτνιᾶσθαί ἐστι τὸ δυσφορεῖν καὶ μετ’ οἰμωγῆς παρακαλεῖν. ~ Vat. 942

νῦν μὲν γὰρ ὥσπερ κτλ.] ὡραῖον. ~ E

ὑπ’ αἰδοῦς αὐτῷ ἐπέτρεψας κτλ.] παναληθῆ ταῦτα, ὦ Λουκιανέ· πέπονθα γὰρ κἀγὼ τὰ ὅμοια καὶ πολλαῖς ὑποσχέσεσιν ἐξαπατηθεὶς οὐ τὴν τυχοῦσαν ἐς ὕστερον ἔσχον μεταμέλειαν, εἰ καὶ μηδὲν ὠφελήθην μεταμελούμενος. ~ U