Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὀλιγοσιτίαις κτλ.] τοιαύτη γὰρ ἡ τῷ ὄντι κατὰ ἄνθρωπον ζωὴ ὡς μόνου τοῦ κατὰ τὸ δεῖ ζῆν αὐξητική τε καὶ συντηρητικὴ οὖσα, ὅπερ ἐστὶ τὸ κατὰ νοῦν καὶ λόγον.

ἡ μέντοι τοῦ παρασίτου μηδενὸς τούτων φροντίζουσα ἢ μόνου τῆς κατὰ σάρκα πλεονεξίας καὶ τῆς ἀνθρωπίνης ἐξέπεσε ζωῆς καὶ τοῖς ἀνοήτοις κτήνεσι παρεσυνεβλήθη. ~ Γ2

σχολῇ* δηλονότι κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· ἀντὶ γὰρ τοῦ περιττῶς ἢ διαφερόντως κεῖται. ~ ΓVφUΩ

ἀρχὴν* γάρ φημι μήτε εἶναι τέχνην, ἧς οὐκ ἔστιν ὑπόστασις . . . ἀριθμητικὴ μὲν μία ἐστὶ καὶ αὐτὴ κτλ.] ⸤ ⸥ πάσαις τ⸤αῖς⸥ κατ’ αὐτ⸤ὴν⸥ αἱρέσεσ⸤ιν⸥· πάσαις γὰρ δοκεῖ τὸ μέν τι θεωρητικ⸤ὸν⸥ αὐτ⸤ῆς⸥ εἶναι τὸ δὲ πρακτικ⸤όν⸥. εἰ δὲ ⸤ ⸥ οἱ μὲν ταῦτα οἱ δὲ ἐκεῖνα περὶ πλείστου ποιούμενοι, οὐδὲν πρὸς ἔπος. οὐδὲ γὰρ ἀριθμητικὴν διαστασιάσει καὶ τῷ μηδενὶ ἴσην ἀποφανεῖ, εἴ τις τὸ χύμα τἀ⸤ριθμητικὸν⸥ αὐτὸς μὲν τὸν καθ’ ἑαυτὸν ἀποφανεῖ ἀριθμόν (τὸν ἀριθμοῦντά φημι), ἄλλος δὲ τὸν ἐν σχέσει καὶ ἀριθμούμενον· οὐδὲ εἰ τοῦ ἀριθμουμένου ὁ μὲν ἐπὶ χρυσίνων τοῦτο λογίζ⸤οιτο⸥, ὁ δὲ ἐπί τινος ἄλλης ὕλης, οὐδὲ εἰ ὁ μὲν τὸ ὑγρὸν καὶ συνεχὲς ὑποπίπτειν λέγοι τῷ ἀριθμῷ, τὸ ξηρὸν δὲ καὶ καθ’ ἑαυτὸ διῃρημένον (καὶ ὁ σῖτος φέρε ὁ ἐν τῷ μεδίμνῳ) ἐκβάλλειν πειρῷτο τοῦ κατά τι κοινὸν μέτρον τῶν κόκκων συνεκτικὸν ἀριθμεῖσθαι. ὡς γὰρ ἐνταῦθα περὶ τὴν ὕλην τὸ διάφορον μιᾶς οὔσης τῆς ἐπιστήμης, οὕτω καὶ ἐπὶ φιλοσοφίας μία μὲν ἡ φιλοσοφία ἤτοι ἡ ἐπιστήμη, ἀφ’ ἧς ἐνδίδοται δογματίζειν τὸ διάφορον περὶ τὴν ὕλην. οἱ μὲν γὰρ τήνδε τὴν ζωὴν ἐπέκρινάν τε καὶ ἠσπάσαντο, οἱ δὲ τήνδε, ἐπέκριναν δὲ φιλοσοφί⸤ᾳ⸥ καὶ τοῖς τῆς φιλοσοφίας ὀργάνοις μιᾶς καὶ τῆς αὐτῆς παρὰ πᾶσι τῆς μεθόδου οὔσης. ~ ⸤Γ2⸥

μία μὲν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον

οὖσαν] ἐντεῦθεν διασύρει τὸν Ἀ⸢να⸣ξαγόραν καὶ τὸν Παρμεν⸢ίδην⸣, οἵτινες ἔλεγον ἓν τὸ ὂ⸢ν⸣ καὶ ἄπειρον, εἴπω δ’, ⸢ὅτι⸣ καὶ τὸν Ἀριστοτέλην, ὃ⸢ς⸣ τὴν τοιαύτην δόξαν ἀ⸢νέ⸣τρεπε διὰ συλλογι⸢σμῶν⸣ γενναίων ἐν τῇ Φυσι⸢κῇ⸣ ἀκροάσει [A 6] καὶ διὰ ⸢παρα⸣δειγμάτων καὶ ἔλεγε τρία ⸢εἶναι⸣, ὕλην, εἶδος, στέρησιν, ⸢πο⸣τὲ δὲ δύο, ὕλην καὶ εἶδος. καὶ ἡ μὲν ὕλη ἀεὶ ὑπόκειται, ἀπὸ δὲ τῶν δύο ἐξ ἀνάγκης τὸ ἓν ὀφείλει ἀπεῖναι· εἴδους γὰρ ὄντος ⸢ἐξ ἀ⸣νάγκης στέρησις οὐκ ἔστι καὶ στερήσεως οὔσης οὐκ ἔστιν εἶδος. ταῦτα δὲ ὡς ἐν παρόδῳ διδάσκει ἐν τῷ ⸢πρώτῳ⸣ βιβλίῳ, ἐν δὲ τῷ δευτέρῳ ἀκριβέστερον καὶ ἀγωνιστικώτερον. ~ ⸢V⸣φ. Addit V: ὅτι οὐκ ἔστιν ἕν· ὡς φυσικοὺς γὰρ τούτους ⸢ἀρι⸣θ⸢μεῖ⸣, διότι τὰ αὑτῶν βιβλία ἐπέγραψαν φυσικά, οὐ μέντοι γε δὲ ὡς θεολόγους. ~

τὸ γὰρ* περὶ ἑνὸς προκειμένου κτλ.] αὐτὸ φάσκεις τὸ εἰδοποιοῦν τὴν ῥητορικὴν εἰς ἀναίρεσιν ταύτης παραλαμβάνων, ὥσπερ εἴ τις καὶ τὸ ζῷον ὁριζόμενον οὐσίαν ἔμψυχον αἰσθητικὴν πειρῷτο ἀναιρεῖν, ὅτι κατὰ διαφόρων τῷ εἴδει εὑρίσκεται τοῦτο ἓν ὄν. εἰ οὖν καὶ ἡ ῥητορικὴ δύναμίς ἐστιν εἰς ἑκάτερα τὰ ἀντιδοξούμενα ἐπιχειρεῖν πεφυκυῖα, οὐκ ἂν ἔμφρονι λόγῳ τὸ συνιστῶν αὐτὴν ἐπ’ ἀναιρέσει ταύτης παραληφθείη· ἀναιρεῖ μὲν γὰρ τὸ προκείμενον εἰς ἐξέτασιν ἢ κατασκευάζει, αὐτὴ δὲ μᾶλλον ὑφέστηκε τὸ ἑαυτῆς ἐπιτελοῦσα ἅτε ἑδραία καὶ ἀναλλοίωτος διαμένουσα· οὐδὲ γὰρ οὐδὲ τέκτων ὁ τὴν αὐτὴν οἰκίαν ἔσθ’ ὅτε μὲν 25 συνοικοδομῶν ἄλλοτε δὲ καταλύων ἤδη καὶ αὐτὸς τὸ εἶναι οἰκοδόμος ἀναιρεθήσεται. ~ Γ2

μηδέποτε ὁμολογεῖν*] scholion erasum est; signum m 1. positum ~ Γ

οὐδέ εἰσι κτλ.] ⸢τὸ⸣ ἑξῆς· οὐδέ εἰσιν, ὡς ἔ⸢οι⸣κεν, οἱ Στωικοὶ 30 διάφορα δόγματα ἔχοντες ⸢τοῖς παρασί⸣τ⸢οις⸣. ~ Γ2⸢V⸣φUΩ

πᾶσι πρὸς ἅπαντας ὁμολογία] ναὶ ἄλλοι παρ’ ἄλλοις ἀλλ’ οὐχὶ πάντες παρὰ πᾶσι δεδοκιμασμένως παρασιτοῦσιν. ἐπεὶ καὶ αὐτὸς ἀρχόμενος τῆς μωρολογίας ταύτης καὶ τέχνῃ βουλόμενος προσαρμόζειν αὐτὴν οὕτω πως ἔφης ὅτι [c. 4] σύστημά ἐστι καὶ αὐτὴ ἐκ καταλήψεων πρῶτον μὲν τῷ δοκιμάζειν καὶ διακρίνειν αὐτόν, ὅστις ἐπιτήδειος γένοιτο τρέφειν αὐτὸν καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. εἰ δὲ τοῦτο, οὐκ ἂν παρὰ πᾶσιν οἱ αὐτοὶ παρασιτοῖεν ἀλλὰ ἄλλοι παρ’ ἄλλοις, ὡς μὴ τῷ ὄντι μιᾶς οὔσης ἀλλὰ διαφόρου, ἀφ’ ἧς διαφόρου ἄλλοι παρ’ ἄλλοις εὐδοκιμοῦσιν. καὶ οὕτω διαδράσεταί σοι τὸ καὶ τὴν παρασιτικὴν τῷ ἑνιαίῳ συνεστάναι, εἴ γε διαφορὰ καὶ τοιαύτη τε καὶ τοσαύτη εὕρηται καὶ παρὰ ταύτῃ, ἀφ’ ἧς μάλιστα καὶ πλεῖον τῶν ἐνδιαβαλλομένων, μᾶλλον δὲ ἀληθέστερον πρὸς τὸ ἀνύπαρκτον χωρήσει ἡ παρασιτική. ~ Γ2

ἡ συμφορὰ — ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου*] ἧς μέμνηται Θουκυδίδης [7, 51 sq.] ναυμαχίας τῶν Ἀθηναίων πρὸς τοὺς Λακεδαιμονίους περὶ Συρακούσας γενέσθαι καὶ καταναυμαχηθῆναι ὑπὸ Γυλίππου τοῦ Λακεδαιμονίου. ~ VφUΩ

ἆρ’ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς — θυμοειδής] Ἀρέθα. ἄπαγε, κατάρατε· οἰνοποσίᾳ καὶ μέθῃ τοὺς ὀφθαλμοὺς διεφθορὼς καὶ κρεώδης, ἐκκεκραγὼς δόξει θυμοειδής τις εἶναι, οὐ μέντοι καὶ ἔσται, ἀλλὰ παράφρων καὶ παράφορος κατὰ τοὺς λυσσώδεις τῶν κυνῶν. ~ Γ⸢V⸣ΦUΩ. Addunt VΦUΩ : ὃς καὶ διὰ τὸ πολυσαρκίᾳ καταπεφορτί

σθαι καὶ κατερραστωνεῦσθαι τὴν γνώμην οὐδὲν γενναῖον οἷός τε ⸢ἐπ⸣ιδεδεῖχθαι, ἀλλὰ καὶ ὑπὸ τὴν πρώτην τοῦ πολέμου βοὴν φροῦδος ἂν γένοιτο ⸢ο⸣ὐδὲ τὸ βραχύτατον ὑ⸢πο⸣μείνας ταλαιπωρ⸢ία⸣ν. οὐ μὴν Σωκράτης ⸢τοι⸣οῦτος τὴν ἐπὶ Δηλίῳ ⸢μάχ⸣ην, ἀλλ’ αὐτός τε ἄ⸢ριστε⸣ κατελαμβά⸢νετο⸣ καὶ ἄλλους ὑπεκφέρων τῆς μάχης καὶ διασῴζων, ⸢ὁ λε⸣πτός τε καὶ ὠχρὸς καὶ σκελετώδης ἅτε φιλόσοφος. ~

λείψαντα τὴν τάξιν ὑποστρέφειν] εἰς Δημοσθένην αἰνίττεται τοῦτο παθόντα. ~ VφUΩ

τὸ κορυφαιότατος οὐκ ἔστιν Ἀττικόν. ~ Γ2

Σκύθαις*] περὶ Δημοσθένους λέγει· Σκυθίδος γὰρ ἦν. ~ VΓ2φUΩ

Σωκράτης φεύγων*] μὴ συκοφάντει, κατάρατε· οὐχ οὕτω γὰρ ⸢ἀλ⸣λ’ ἀριστεύων διετέλ⸢ει⸣. ~ ⸢V⸣φUΩ

οὔτε τὸν Αἴαντα — θαυμάζει ὥσπερ τὸν Νέστορα] τῆς συμβουλῆς χάριν, οὐ τῆς παρασιτίας. τίνι γὰρ καὶ παρασιτήσει βασιλεὺς ἄνθρωπος καὶ ὅλην τὴν Πύλον μεθ’ ἑαυτοῦ ἄγων εἰς συμμαχίαν τῷ φίλῳ καὶ τὰ χρηστὰ εἰσηγούμενος, ὡς ἐντεῦθεν καταφανὲς γίνεσθαι, ὅτι οὐ κολακεύων ηὐδοκίμει, ὃ παρασίτων ἐστὶν ἔργον, ἀλλ’ ἀληθεύων, ὃ φίλου καὶ φιλίας κατόρθωμα. ~ Γ2

Πάτροκλος] πελάτης Πάτροκλος Ἀχιλλέως καὶ ἔτης, ἀλλ’ οὐ παράσιτος· πολὺ γὰρ τὸ διάφορον τῶν εἰρημένων πρὸς παράσιτον· οἱ μὲν γὰρ εἰς ἀδελφοὺς σχεδὸν τελοῦσι, παράσιτος δὲ καὶ τῶν δούλων ἀτιμότερος ὢν δείκνυται. ~ Γ

ὡς* ἄξιον κτλ.] εἰρωνεία. ~ Vφ

ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει] ἀλλὰ καὶ λέοντα ἀντιβρυχήσεται ἢ καὶ λύκον ἀντωρυήσεται † αὖρα; τοῦτό μοι λέγε. ~ VφU

δόξης καταφρονοῦντα*] οὕτω καὶ χοῖροι λεχθεῖεν δόξης καταφρονεῖν ἀεὶ τῷ βορβόρῳ καλινδούμενοι. ~ VΓ2φUΩ.

Addit Γ2: ἢ τί ποτε καὶ δόξαν ἀποτῖκτον ἕξει παράσιτος; ὃ δέ τις οὐκ ἔχει, πῶς τούτου καταφρονεῖν ὑπό γε νοῦν ἐχόντων λεχθείη; ~

οὐδέ τι μᾶλλον θορυβεῖται] μεθύων δήπου καὶ τῷ ἀκράτῳ καὶ τῷ κόρῳ τὰς αἰσθήσεις τεθολωμένος ὢν καὶ μηδὲ μικρὸν ἀνανῆψαι δυνάμενος· ἑλκυσθείη δὲ καὶ ἀπὸ τοῦ σκέλους καὶ περιδυθείη τῶν γινομένων μὴ ἐπαισθανόμενος. ~ Γ2

εἰπεῖν δίκην*] εὐτελοῦς καὶ παρεωραμένου τίς δίκη; τίς γὰρ καὶ κατὰ κυνὸς ἀποίσεται γραφήν; ~ VUΩ

καταπρησθέντας κτλ.] φαρμάκῳ ὡς Σωκράτης, καταπρησθέντας τὸ σῶμα ὡς Ἡράκλειτος ὁ Ἐφέσιος, φθινήσαντας ὡς Ἀντισθένης, φυγόντας ὡς * * ~ VφUΩ

ὅπως γε μὴν κτλ.] ἐλλειπτικῶς ἡ φράσις ἔχει· προσυπακούεται γὰρ τὸ μαθεῖν ἔστιν. ~ Γ2

τούτου* προεσθίοντος] τοῦτο καὶ μυῖαι ποιοῦσιν, ἀλλ’ οὐδεὶς ἐπαινέσεται μυῖαν προγευομένην τῶν ἀνθρώπων τῶν ἐδεσμάτων. ~ VΓ2UΩ

οὐκοῦν ὁμοίως ἂν ἐθέλοις καὶ τοῦ ἐσθίειν μᾶλλον παρασιτεῖν;] λοιπὸν καὶ τοῦ βλέπειν τὸ παραβλέπειν καὶ τοῦ θεωρεῖν τὸ παραθεωρεῖν καὶ τοῦ λογίζεσθαι τὸ παραλογίζεσθαι καὶ τοῦ συλλογίζεσθαι τὸ παρασυλλογίζεσθαι καὶ τοῦ φρονεῖν τὸ παραφρονεῖν καὶ τοῦ κρίνειν τὸ παρακρίνειν. ~ Γ2