Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἐρραψῳδήκασιν*] εἶπον, ἐξηγήσαντο. ~ Δ

οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾄδωσιν, ἀληθῆ ταῦτά ἐστιν] Πλατωνικὸν [cf. Ion. 533 E cet.] τὸ θεώρημα. ~ ΓVΟΩΔ

οὐ θεός ἐνδεής Ζεύς θεός οὐδείς Ζεύς οὐδείς τις ἐνδεής ~ Δ

πολυθρύλητοι* κτλ.] ⸢πάνυ γενναίως καὶ⸣ τοῦτο καθ’ Ἑλλήνων ἠπόρησεν, εἴτε ἄλλο τι δύναται ἡ Εἱμαρμένη καὶ Τύχη παρὰ τὰς Μοίρας εἴτε ἰσοδυναμοῦσι. διὸ ⸢καὶ⸣ ὡς μεγάλης οὔσης τῆς ἀπορίας ἐποίησε τὸν Δία μηδὲν περὶ αὐτῶν ἀποκριθῆναι δυνάμενον. ~ Γ⸢V⸣ΟΩΔ

τί δ’ οὖν ἐμειδίασας; ἀνεμνήσθην* κτλ.] τοῦ Διὸς εἰπόντος ὅτι καὶ ἡμεῖς οἱ θεοὶ τοῦ νήματος ἠρτήμεθα τῶν Μοιρῶν’ ὁ Κυνίσκος ἐγέλασεν. ~ ΓVΟΩΔ

καθήσειν] κρεμάσαι. ~ V

βίαν*] δύναμιν. ~ ΓVΟΩ

νῦν δὲ αὐτόν σε κτλ.] ὡραῖον. ~ ΓV

εἰκαῖον*| μάταιον. ~ V

τὰς θυσίας φησίν*] δηλονότι ὁ λόγος. ~ ΓVΟΩ

μὴ ὀκνήσῃς*] ἀπὸ κοινοῦ τὸ μὴ ὀκνήσῃς, ἵν’ ᾖ καὶ ὅπως ἀσφαλέστερον ἀποκρίνῃ, μὴ ὀκνήσῃς. ~ VΟΩΔ

ἀντίδοσιν*] ἀνθ’ ὧν λαμβάνουσιν ἀγαθῶν τὰς θυσίας παρέχοντες. ~ ΓVΟΩΔ

οὐ γὰρ ἀποχρήσει αὐτοῖς κτλ.] ὡραῖον. ~ ΓV

μακρῷ*] πάνυ. ~ ΓΟ

ἱμονιάν*] ἱμονιὰ λέγεται τὸ σχοινίον, εἰς ὃ δεσμεῖται ὁ κάδος, δι’ οὗ τὸ ὕδωρ ἐκ τῶν φρεάτν ἀνέλκουσιν. ~ ΓVΟΩΔ. Addunt VΩ: ἱμονιὰ λέγεται καὶ ἡ διὰ κάδων ἢ πως ἄλλως διὰ σχοινίων γοῦν ἄντλησις, διότι καὶ ἱμὰς λέγεται κυρίως μὲν ὁ λῶρος, καταχρηστικῶς δὲ καὶ τὸ σχοινίον. ~

Προμηθεύς*] λέγουσιν, ὅτι ὁ Ζεὺς τὸ πῦρ ἔκρυπτεν καὶ οὐκ ἠνείχετο παρασχεῖν αὐτὸ τοῖς ἀνθρώποις, ὁ δὲ Προμηθεὺς κλέψας αὐτὸ τούτοις δέδωκε καὶ ὀργισθεὶς ὁ Ζεὺς ἔδησεν αὐτὸν ἐν τῷ Καυκάσῳ ὄρει καὶ ἐποίησεν ἀετὸν ἐσθίειν τὸ ἧπαρ αὐτοῦ. ~ ΓVΟΩΔ

πατέρα*] πατὴρ τοῦ Διὸς ὑπῆρχεν ὁ Κρόνος. οὗτος ἐγνωκώς, ὡς εἷς τῶν ἀπ’ αὐτοῦ γεννωμένων τῆς βασιλείας ἐκβαλεῖ αὐτόν, ἐπειδὰν ἔσχεν υἱόν, κατήσθιεν αὐτόν. τοῦτο ἐποίησε δύο υἱοῖς, τῷ Ἅιδῃ καὶ τῷ Ποσειδῶνι. ὅτε δὲ ἐγεννήθη ὁ Ζεύς, ἡ Ῥέα, ἡ γυνὴ τοῦ Κρόνου, δέδωκεν αὐτῷ λίθον ἀντὶ τοῦ Διός, ὁ δὲ Κρόνος καταπιὼν καὶ τοὺς προτέρους παῖδας ἐξήρασεν. αὐξηθεὶς οὖν Ζεὺς τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας ἐδίωξε καὶ δεσμοὺς βαλὼν αὐτῷ ἐν τῷ Ταρτάρῳ ἀπέθετο. ~ ΓVΟΩΔ

Λαομέδοντι*] ὁ Ποσειδῶν, ἀδελφὸς ὢν τοῦ Διός, μὴ φέρων τὴν βασιλείαν τοῦ Διὸς διὰ τὸ βαρέως ἄρχειν αὐτόν, ἐβουλεύσατο μετὰ καὶ ἄλλων θεῶν ὑποτάξαι αὐτόν. γνοὺς δὲ τοῦτο ὁ Ζεὺς τοὺς βουλευομένους ἐτιμωρήσατο. τὸν οὖν Ποσειδῶνα ἔπεμψεν εἰς Τροίαν ἐπὶ τῷ δουλεῦσαι τῷ Λαομέδοντι. ~ ΓVΟΩΔ

Ἀδμήτῳ*] ὁ Ἀσκληπιὸς υἱὸς ἦν τοῦ Ἀπόλλωνος. οὗτος τῇ ἰδίᾳ τέχνῃ τῇ ἰατρικῇ χρώμενος, ὡς ματαιολογοῦσι, τοὺς ἀποθνῄσκοντας ἤγειρεν, καὶ ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν. ἐπὶ τούτῳ λυπηθεὶς ὁ Ἀπόλλων τοὺς Κύκλωπας τοὺς εἰωθότας κατασκευάζειν τοὺς κεραυνοὺς κατετόξευσεν, καὶ θυμωθεὶς ὁ Ζεὺς ἐποίησε τὸν Ἀπόλλωνα τῷ Ἀδμήτῳ δουλεῦσαι. ὁ δὲ Ἄδμητος ἦν βασιλεὺς Θετταλίας. ~ ΓVΟΩΔ

ἐν ἀκαρεῖ*] ἐν βραχυτάτῳ. λέγεται δὲ ἀκαρὲς τὸ βραχὺ

ἀπὸ μεταφορᾶς τῶν τριχῶν τῶν μηδὲ καρῆναι διὰ βραχύτητα δυναμένων. ~ ΓVΟΩ

Εἱμαρμένην τιμῶντες κτλ.] ὡραῖον. ~ ΓV

ad c. 11-12

εἰ μὲν θεοὶ σθένουσιν, οὐκ ἔστιν τύχη, εἰ δ’ οὐ σθένουσιν, οὐδέν ἐστιν ἡ τύχη. εἰ μὲν θεοὶ σθένουσιν, ἔστιν ἡ τύχη, εἰ δ’ οὐ σθένουσιν, μᾶλλον ἔστιν ἡ τύχη.
~ VΔ