Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

1

Α. ΘΕΩΝ ἀγορά. Ἀθηνᾶς παραίνεσις πρὸς Τηλέμαχον. Μνη- στήρων εὐωχία.

Β. Ἰθακησίων ἐκκλησία, καὶ Τηλεμάχου ἀποδημία.

Γ. Ἄφιξις Τηλεμάχου εἰς Πύλον. Ἄλλως. Τὰ ἐν Πὑλῳ.

Δ. Ἄφιξις Τηλεμάχου εἰς Σπάρτην. Ἄλλως. Τὰ ἐν Λακεδαίμονι.

Ε. Ἀπόπλους ἢ ἀνάπλους Ὀδυσσέως παρὰ Καλυψοῦς. Ἄλλως. Καλυψοῦς ἄντρον. Ὀδυσσέως σχεδία, ἢ, Τὰ περὶ τὴν Σχεδίαν.

Ζ. Ὀδυσσέως ἄφιξις εἰς Φαίακας.

Η. Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνουν.

Θ. Σύστασις τοῦ Ὀδυσσέως πρὸς τοὺς Φαίακας. Ἄλλως. Τῶν παρʼ Ἀλκίνῳ προδιήγησις.

Ι—Μ. Ἀλκίνου ἀπόλογος ἢ ἀπόλογοι, ἢ, Τὰ τοῦ Ὀδυσσέως παρὰ Ἀλκίνῳ.

Ι. Τὰ περὶ Κίκονας καὶ Λωτοφάγους καὶ Κύκλωπας. Ἄλλως. Κυκλώπεια.

[*](1. Has inscriptiones, quarum in ab antiquioribus grammaticis factas codicibus Ambros. et Palatino nul- esse docet Ælianus Var. Hist. 13. lae comparent, ad fidem potissi- 14. qui postquam de inscriptioni- mum dedi Barnesii, nisi quod in- bus singularum partium Iliadis scriptionem Ἀλκίνου ἀπόλογος vel dixit, ταῦτα, inquit, ὑπὲρ τῆς Ἰλιά- ἀπόλογοι, quam Barnesius inscrip- δος· ὑπὲρ δὲ τῆς ἑτέρας, τὰ ἐν Πύλῳ, tionibus rhapsodiæ Θ immiscuit, καὶ τὰ ἐν Λακεδαίμονι, καὶ Καλυψοῦς Wolfio præeunte ad rhaps. I cum ἄντρον καὶ τὰ περὶ τὴν Σχεδίαν, Ἀλκί- sqq. retuli. Quanquam de hac re νου ἀπολόγους, Κυκλωπίαν, καὶ Νεκυίαν, mihi quidem nondum satis con- καὶ τὰ τῆς Κίρκης, Νίπτρα, μνηστήρων stat. Cf. Arist. Poet. 16. cum ej. φόνον, τὰ ἐν ἀγρῷ, τὰ ἐν Λαέρτου. Rhet. 3, 16. BUTTM. Inscrip- 18. Κυκλώπεια Buttm. Scribeba- tiones has, quarum una (rhapso- tur Κυκλωπεία. diæ N.) ex codice H. annotata est,)
2

Κ. Τὰ περὶ Αἰόλου καὶ Λαιστρυγόνων καὶ Κίρκης. Ἄλλως. Κίρκης νίπτρα.

Λ. Νεκυομαντεία, ἢ, Νεκυία.

Μ. Τὰ περὶ Σειρῆνας, καὶ Σκύλλαν. καὶ Χάρυβδιν, καὶ βόας Ἡλίου.

N. Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην.

Ξ. Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία, ἢ, Πρὸς τὸν συβώτην ἀνά- βασις.

Ο. Τηλεμάχου ἐπάνοδος. Μνηστήρων λόχος. Τηλεμάχου πρὸς Eὔ- μαιον ἄφιξις.

Π. Ἀναγνωρισμὸς Ὀδυσσέως ὑπὸ Τηλεμάχου.

P. Ἐπάνοδος Τηλεμάχου εἰς Ἰθάκην.

Σ. Ὀδυσσέως καὶ Ἴρου πυγμή.

Τ. Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία. Τὰ νίπτρα, ἢ, Ὁ ὑπὸ Εὐ- ρυκλείας ἀναγνωρισμός.

Υ. Τὰ πρὸ τῆς μνηστηροφονίας.

Φ. Τόξου θέσις.

Χ. Μνηστηροφονία, ἢ, Μνηστήρων φόνος, ἢ, Μνηστηροκτονία.

Ψ. Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμός.

Ω. Σπονδαὶ, ἢ, Νεκυία.

Ἄλφα, θεῶν ἀγορὴ, Ὀδυσηΐδι Παλλάδι θάρσος.

Βἥτ’ ἀγορὴν ἔχει, ἤϊα γρηὸς, πλοῦν μετʼ Ἀθάνας.

Γάμμʼ ὑπὸ Νέστωρ δέκτο, συνῶρτο δʼ ὃς υἷϊ, θεὰ ἔπτη.

Δέλτα, μάθʼ ἀμφὶ πατρὸς παρʼ Ἀτρεῖδα λοχώμενος υἱός.

Ε, πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης.

Ζῆτα δὲ Ναυσικάα κόμισʼ ἐν Σχερίῃ Ὀδυσῆα.

[*](20. Νεκυία] ἐέκυια Butttm. hic matici ἀκρόστιχα εἰς τὴν Ἰλιαάδα κατὰ et infra. Quem accentum probat ῥαψῳδίαν, quam in Anthologia Pala. Lobeck. ad Phrynich. p. 494. Vide tina leguntur 9, 385. et ab Eusta- quæ ad ω, 1. dicentur. thio ad singulas Iliadis rhapsodias 21. ΕΠΙΓΡΑΦΑΙ ΕΜΜΕΤΡΟΙ] A- apposita sunt: qui ἐπιγραφὰς ἐμμέ- crosticha hæc, quæ in editionibus τρους appellat, omisso auctoris no- veteribus leguntur et in pluribus mine. codicibus exstare videntur, verbis 25. θεὰ ἔπτη] Pronunciavit θεʼ et numeris scripta sunt aliquanto ἔπτη, imperite. deterioribus quam Stephani gram-)
3

Ἦτα δʼ ἐῢ φρονέουσʼ Ὀδυσεῖ Σχερίης βασιλῆες.

Θῆτα δʼ ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν.

Λωτοφάγων, Κικόνων σὺν Κυκλώπεσσιν Ἰῶτα.

Κάππʼ ἔχει Αἰόλου, Λαιστρυγόνος, ἔργα τε Κίρκης.

Λάμβδα δʼ ἐν Ἀΐδεω ψυχαῖς ἐνετύγχανʼ Ὀδυσσεύς.

Μῦ Σειρῆνας ἔχει, Πλαγκτὰς, βοῦς τʼ Πελίοιο.

Νῦ, Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς.

Ξῦ δʼ Ὀδυσῆα ξείνισεν Εὔμαιος ἀγρῷ ὑφορβός.

Οὐ, ἐπέβη Ἰθάκης Λακεδαίμονος ἐξ Ὀδυσείδης.

Πῖ δʼ ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν.

Ῥῶ βάλες αἰπόλε τε μνηστήρ τε, κύων ὃν ἀνέγνω.

Σῖγμʼ ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς. δῶρά τʼ ἀνάκτων.

Ταῦ δʼ ἀναγνωρίζει ἐξ οὐλῆς γρηῦς Ὀδυσῆα.

Υ, βρονταῖς Ζεὺς θάρσυνʼ Ὀδυσσέα καὶ σχέθʼ Ἀχαιούς.

Φῖ δὲ βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια.

Χῖ, Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ.

Ψῖ δʼ ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια.

Ὦ δʼ Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέϊ μάρνατʼ Ἀχαιοῖς.

ΜΕΤ τὴν Ἰλίου ἅλωσιν ἕκαστος τῶν Ἑλλήνων εἰς τὴν ἰδίν ἀπῆλθε σκηνήν. καὶ διὰ τῆς νυκτὸς ἀδήλως ἐσφάγη ὁ Αἴας, καὶ εὑρέθη πρώϊος κείμενος. στάσις οὖν γέγονε μεγάλη ἐν τῷ στρατῷ καὶ πάντες ὑπενόουν δόλῳ φονεῦσαι τοῦτον τὸν Ὀδυσσέα. μελλόντων δὲ εἰς ἀλλήλους τῶν Ἑλλήνων χωρεῖν καὶ ἐμφυλίου κρίνεσθαι πολέ- μου πρῶτος Ὀδυσσεὺς ἑλκύσας τὰ ἑαυτοῦ πλοῖα ἀφώρμησε τῆς [*](2. Θῆτα δʼ ἄθλοις] Fort. Θτῆ’ extant, sed cum iis quæ apud Dic- tyem lib. 6. p. 5. 6. et 15. ed. Da- ἄθλοις. 14. Ζεὺς θάρσυνʼ Ὀδυσσέα] Fort. cer. leguntur fere conspirant. At- θάρσυνʼ Ὀδυσῆ Ζεὺς—. qui Malalas sua etiam illa e Dictye 19. Nugax hoc argumentum, se hausisse testatur p. 134. quæ quod e cod. Palat. transcripsi, e nu- tamen in Dictye nostro Latino non gacissimi scriptoris Jo. Malalæ de inveniuntur. Illis itaque qui criti- Ulysse narratione (Chronogr. 5. p. cam horum auctorum tractant, non 144 sqq. ed. Hod.) breviatum esse inutilis fortasse erit hæc lacinia. dicas. Obstat tamen quod extrema BUTTM. de Alcinoo, Telegono etc. ibi non)

4
Τροίας καὶ μετʼ ἐκεῖνον ἅπαντες ἐφεξῆς. καὶ τοῦτο γέγονεν αἴτιον τοῦ διαλυθῆναι τὸ στράτευμα τῶν Ἑλλήνων καὶ καταλιπεῖν τὴν Τροίαν μετὰ τὴν αὐτῆς ἅλωσιν.

Ὡς οὖν Ὀδυσσεὺς εἰς τὴν ἰδίαν ἠπείγετο πατρίδα περιπλεύσας εἰς χώραν λεγομένην Μαρώνειαν καὶ συγχαρούμενος τῶν νεῶν ἀποβῆ- ναι διακρίνεται τούτοις πόλεμῳ, καὶ λαμβάνει τὸν πλοῦτον αὐτῶν ἅπαντα. ἐκεῖ δὲ τὴν Ἑκάβην καταρωμένην τῷ στρατῷ καὶ θορύβους κινοῦσαν λίθων βολαῖς ἀνεῖλε καὶ παρὰ τὴν θάλασσαν καλύπτει ὀνο- μάσας τὸν τόπον Κυνὸς σῆμα. καὶ παραγίνεται εἰς χώραν λεγομέ- νην Λωτοφάγων, ἐκεῖ δὲ πάλιν πολεμήσας ἡττήθη. καὶ φυγὼν κατα- λαμβάνει νῆσον λεγομένην Σικανίαν, τὴν νυνὶ λεγομένην Σικελίαν. ἡ δὲ νῆσος αὕτη τρίγωνος οὖσα ἀπὸ τριῶν ἀδελφῶν ἐκρατεῖτο ἀλλή- λοις συνερχομένων, σὓς οἱ τῆς χώρας ὠνόμαζον Κύκλωπας. ὁ μὲν γὰρ πρῶτος ἐκαλεῖτο Κύκλωψ, ὁ δὲ δεύτερος Πολύφημος, καὶ ὁ τρί- τος Ἀντιφάτης. οὗτοι γεγόνασι παῖδες Σικανοῦ ἄνδρες δυνατοὶ καὶ ἄγριοι κατακρατοῦντες τῆς χώρας καὶ τοὺς ἐμπίπτοντας ἀναιροῦντες. ὡς οὖν Ὀδυσσεὺς περὶ τῶν’ Ἀντιφάτου ἦλθεν καὶ τοὺς σὺν αὐτῷ δια- φθειρομένους εἶδε, ἔφυγεν εἰς ἕτερον μέρος τῆς νήσου καὶ περιπίπτει τῷ καλουμένῳ Κύκλωπι. καὶ συλληφθεὶς ὑπʼ αὐτοῦ πολλοὺς μὲν τῶν ἑταίρων ἀπολλύει, αὐτὸς δὲ ἐν τῷ σπηλαίῳ κατακλεισθεὶς ἐμηχα- νᾶτο πῶς ὤφειλε σωθῆναι. καὶ προσαγαγὼν αὐτῷ λύτρα χρυσοῦ τε καὶ ἀργύρου πλῆθος τὸν ὑπʼ ἐκείνου διέφυγε θάνατον. καὶ διὰ νυκτὸς ἐπιβὰς τῇ ὁλκάδι περιπίπτει τῷ λεγομένῳ Πολυφήμῳ καὶ καταπο- νηθεὶς ὑπʼ αὐτοῦ καὶ πολλοὺς ἀποβαλὼν δώροις αὐτὸν καὶ οἴνῳ προσ- ενεχθέντι μετέβαλεν. ἦν γὰρ ἀήθης τῆς τοῦ οἴνου γεύσεως. ἀπολυ- θεὶς δὲ λοιπὸν ἔφυγεν ἁρπάσας τὴν ἐκείνου θυγατέρα ἣν εἶχε μονο- γενῆ. ταῦτα Σίσυφος ὁ Κῶος ἐξέθετο. οἱ γὰρ ἄλλοι ποιητικῶς ἔγραψαν ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον οἱ Κύκλωπες, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους, ὁ δὲ Πολύφημος ἕνα, ὃν καὶ [*](2. διαλυθῆναι Buttm. διαλεχθῆναι τιφάτου καὶ τοῦ στρατοῦ αὐτοῦ τῶν λε- γομένων Λαιστρυγόνων. Sensus igitur 17. περὶ τῶν Ἀντιφάτου ἤλθεν] verborum fuit ὡς οὖν Ὀδυσσεὺς πρὸς Verba non integra. Apud Mala- τὸν Ἀντιφάτην ἦλθε —. lam p. 146. (115, 1. ed. Bonn.) 27. Σίσυφος ὁ Κῶος] Commenti- hæc sic narrantur, καταντήσας σῦν cius scriptor, quem ut alios eius ταῖς ναυσὶν αὐτοῦ καὶ τῷ στρατῷ ὁ Ὀ- farinæ multos praeter Malalam ne- δυσσεὺς εἰς τὸ διαφέρον μέρος τῷ Ἀντι- mo novit. Vid, Vossium et Fabri- φάτῃ συνέβαλε πόλεμον μετὰ τοῦ Ἀν- cium. BUTTM.)

5
ἐτύφλωσε μετὰ πυρὸς, ὅτι τὴν θυγατέρα αὐτοῦ ἐκκαυθεὶς ἔρωτι ἀφεί- λατο. ἐκεῖθεν δὲ εἰς τὰς Αἰολίδας νήσους ἐλθὼν πρὸς Κίρκην καὶ τὴν ἀδελφὴν αὐτῆς Καλυψὼ τὰς θυγατέρας Ἄτλαντος ὑπʼ αὐτῶν ἐδεξιώθη, αἳ τὰς νήσους κρατοῦσαι ἱέρειαι Ἡλίου καὶ Σελήνης ὑπῆρ- χον. ἡ οὖν Κίρκη ἱέρεια οὖσα Ἡλίου καὶ μυστικὰς ἠπίστατο πρά- ξεις καὶ τοὺς ὁρωμένους ὑπʼ αὐτῆς ἀνούσιον εἰς φαντασίαν μετέβαλε καὶ παραμένειν αὐτῇ λυσσῶντας ἐρωτικῶς παρεσκεύαζεν. ἡ δὲ Κα. λυψὼ ἔχουσα πλῆθος ἀνθρώπων τούτους ἐν ὅπλοις ἐγύμναζεν ὡς καὶ φορᾶν αὐτὴν ἦν τῇ ἀδελφῇ. ἡ δὲ Κίρκη τὸν Ὀδυσσέα ὑποδεξαμένη ἐθεράπευεν ἐλπίδι τοῦ κρατεῖν αὐτὸν ἐν τῇ νήσῳ καὶ σὺν αὐτῇ βασι- λεύειν. οὗτος δὲ γνωρίσας τινὰς τῶν ἐκ τῆς Ἑλληνικῆς στρατείας ἐπυνθάνετο παρʼ αὐτῶν τίνος χάριν ἐν ἐκείνῃ διάγουσι τῇ νήσῳ. οἱ δὲ εἶπον ὅτι ὑπὸ τῶν κυμάτων ἐκριφέντες προσεπέλασαν τῇ νήσῳ καὶ πόμα μαγικὸν παρὰ τῆς Κίρκης λαβόντες ἔρωτι κεκράτηνται αὐτὴν καὶ τῆς ἰδίας ἐπελάθοντο πατρίδος. ὅπερ Ὀδυσσεὺς μαθὼν τοῖς ἰδίοις ἐκέλευσε μηδενὸς ἃψασθαι τῶν ἀπὸ τῆς Κίρκης αὐτοῖς φερο- μένων βρωμάτων ἢ πομάτων. ἡ δὲ Κίρκη θαυμάσασα πῶς εὗρεν αὐ- τὸν εἰδότα τὰς αὐτῆς μαγγανείας ὑπῆλθε τὸν ἄνδρα δώροις πολλοῖς καὶ ἤτησεν αὐτὸν μεῖναι παρʼ αὐτῇ τὴν ὥραν τοῦ χειμῶνος, ὀμόσασα αὐτῷ ἐν τῷ ἱερῷ ὡς οὔτε αὐτὸν οὔτε τινὰ τῶν σὺν αὐτῷ βλάψει. οὕτω τοίνυν Ὀδυσσεὺς διατρίψας μετʼ αὐτῆς καὶ μιγεὶς αὐτῇ ἐγκύμονα κα- ταλείψας αὐτὴν ἀποπλέει τῆς νήσου. ἐκεῖθεν δὲ ἀνήχθη εἰς ἑτέραν νῆσον, ὅς ἐκράτει Καλυψὼ τῆς Κίρκης ἀδελφή. μεθʼ ἧς πάλιν χρονί- σας παραγέγονεν εἰς τὴν λίμνην τὴν καλουμένην ἱεκυοπομπὸν, ἐν ᾗ διὰ φασμάτων ἔγνω τὰ μέλλοντα συμβαίνειν αὐτῷ. ἐκεῖθεν εἰς τὰς Σειρηνικὰς ἐκρίπτεται πέτρας, καὶ τὴν καλουμένην Χάρυβδιν καὶ Σκύλλαν, ἥτις ἐν στενωπῷ τόπῳ κειμένη ὑποδέχεται τὰ τοῦ ὠκεανοῦ ῥεύματα καὶ τοὺς παρεμπεσόντας βυθίζει. ἐκεῖ δὲ πάντας τοὺς ἑταίρους μετὰ τῶν πλοίων ἀποβαλὼν αὐτὸς περικαθίσας σανίδι ἐν τοῖς ῥεύμασι τῆς θαλάσσης ἐφέρετο. τοῦτον ἑωρακότες τινὲς Φοίνι- κες πλέοντες ἐν τοῖς ὕδασι φερόμενον ἀναλαβόντες ἤγαγον ἐν Κρήτῃ [*](4. ἐδεξιωθη ex Malala p.117,18. ut vidit Buttm. collata Malalae nar- correctum. ἐδείχθη P., quod ἐδέχθη ratione p. 118, 1. ἡ δὲ ταύτης αδελφὴ esse posse monet Buttm. Καλυψὼ διαφθονουμένη αὐτῇ ἔχθραν εἰχε 6. ἀνούσιον Buttm. ἄνουσον P. πρὸς αὐτὴν μεγάλην etc. 9. Latet in mendosis hisce, διά- 24. Νεκυοπομπὸν] νεοποντὸν P. Cor- φορον sive ἐχθοὰν eam uisse sorori, rectum ex Malala p. 121, 8.)
6
πρὸς Ἰδομενέα γυμνόν. ὃν ἑωρακὼς Ἰδομενεὺς ὑπεδέξατο καὶ κρατή- σας τὴν ὥραν τοῦ χειμῶνος ἐξέπεμψεν αὐτὸν πρὸς Ἀλκίνουν εἰς Φαιακίαν τὴν νυνὶ λεγομένην Κέρκυραν, δεδωκὼς αὐτῷ ναῦς δύο καὶ ἄνδρας ἐπιλέκτους πεντήκοντα. παραλαβὼν οὖν τοῦτον Ἀλκίνους ὁ βασιλεὺς καὶ θεραπεύσας αὐτὸν πέμπει πρότερον κατασκόπους εἰς Ἰθάκην ἐν σχήματι πραγματείας ὀφείλοντας τὰ περὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν γυναῖκα μαθεῖν. οἱ δὲ γνόντες τὰ περὶ τούτων ἐπανῆλθον πρὸς Ὀδυσσέα εἰς Φαιακίαν καὶ ἀπήγγειλαν αὐτῷ πάντα. συμπαρα- λαβὼν οὖν Ὀδυσσεὺς ναῦν παρʼ Ἀλκίνου μετὰ πλειόνων στρατιωτῶν καταλαμβάνει τὴν Ἰθάκην. καὶ τοῖς μνηστῆρσιν ἐπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ εὐωχουμένοις ἄπαντας ἀνεῖλε, καὶ καθάρας τὸν οἶκον ἐκ τῶν ἐπιβουλευμάτων αὐτῷ δόλον ἀνακτᾶται καὶ τὴν βασιλείαν καὶ τὴν γυναῖκα. καὶ βιώσας χρόνους πολλοὺς ὑπὸ τοῦ ἰδίου παιδὸς Τηλε- γόνου τοῦ ἀπὸ τῆς Κίρκης αὐτῷ γενομένου καταλύει τὸν βίον. τὸν γὰρ ἀπὸ τοῦ υἱοῦ θάνατον ἔκ τινων μαντευμάτων ἐλπίζων, τὸν Τη- λέμαχον ἐφυλάττετο καὶ συνεῖναι αὐτῷ παρῃτεῖτο. ὅτε οὖν ὁ Τηλέ- γονος τὴν Ἰθάκην κατέλαβε καὶ ἑαυτὸν τῷ πατρὶ κατεμήνυε μὴ προσδεχομένων αὐτὸν τῶν φυλάκων κἀντεῦθεν κραυγῆς γενομένης ὡς ἔτι νυκτὸς οὔσης, νομίσας Ὀδυσσεὺς τὸν Τηλέμαχον εἶναι, ἀνίστα- ται μετὰ ξίφους. καὶ συμπεσὼν Τηλεγόνῳ πλήττεται ὑπʼ αὐτοῦ τῷ κέντρῳ τῆς τρυγόνος. καὶ τούτῳ τῷ τρόπῳ Ὀδυσσεὺς ἀναιρεῖται. μαθὼν οὖν Τηλέγονος ὅτι τὸν πατέρα ἀνεῖλε πενθήσας αὐτὸν πικρῶς ἀνεχώρησε τῆς Ἰθάκης.

[*](9. ναῦν παρʼ addidit Buttm. tere nolui. BUTTM. Idem argu- 12. δόλον] Corruptum. mentum post scholion ad ψ, 310. 23. Sequitur in cod. Palat. aliud, edidit Maius ex codicibus Ambro- et justum quidem argumentum sianis duobus (altero Q, altero E. Odysseæ, quod exhibitum etiam a 81., qui diversus est a, E. 89. quo Clarkio ante Odysseam, cum ad in scholiis usi sumus) cum imme- verbum transcriptum sit e Tzetzæ morabili scripturæ diversitate. Comm. ad Lycophr. S18., hic repe-)