Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Ἀθηνᾶ ἐπὶ τὴν πόλιν παραγενομένῳ Ὀδυσσεῖ ὑπαντᾷ, καὶ ἀξιώ- σαντι δείκνυσι τὸν Ἀλκινόου οἶκον, εἰς ὃν εἰσελθὸν Ὀδυσσεὺς προσ- πίπτει τοῖς τῆς Ἀρήτης γόνασι, καὶ δεῖται αὐτῆς πέμψαι αὐτὸν εἰς τὴν πατρίδα. ἀναστήσας δὲ αὐτὸν ὁ Ἀλκίνοος παρακαθίζει αὑτῷ καὶ δεῖπνον παρέχει. ἡ δὲ Ἀρήτη θεασαμένη τὴν ἐσθῆτα πυνθάνεται [*](1. πλίχας P. πλίσσας H. Q. πλίκας ζάθεος ζαθέως· οὐ γάρ ἐστι παρὰ τῷ Buttm. ut supra. ποιητῇ ζαφελής. δείκνυσι δὲ Ἡρωδιανὸς 6. νῦν] ἤγουν P. ὡς ὅτι κατὰ συνεκδρομὴν τοῦ ἀμελῶς καὶ 22. περισπᾷ] περισπᾶται P. He- ἐντελῶς περιεσπάσθη τὸ ζαφελῶς. rodianus ap. Joann. Alex. τον. πα- 26. ἀξιώσαντι δείκνυσι H. ἀξίως ραγγ. p. 39, 18. παρὰ τὸ ζάφελος ἀντιδείκνυσι ceteri. προπαροξυνόμενον ὀφείλει καὶ τὸ ζαφε- 27. εἰσελθὼν] ἐλθὼν H. λῶς ἐπίρρημα βαρύνεσθαι, ὡς ἀπὸ τοῦ)

321
πόθεν ἔσχεν. ὁ δὲ διηγεῖται αὐτοῖς τὸν ἀπὸ Καλυψοῦς πλοῦν καὶ τὸ γεγενημένον ναυάγιον καὶ τὴν πρὸς αὐτοὺς ἄφιξιν, καὶ ὅτι δεηθεὶς Ναυσικάας ἔλαβε τὴν ἐσθῆτα. E.H.P.Q. MS. Barnes.

Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται. καὶ μετʼ ὀλίγον ὁ Ὀδυσσεὺς ἱκετεύει Ἀρήτην τὴν Ἀλκινόου γυναῖκα τοῦ βασιλέως. καὶ μετὰ τὸ δεῖπνον πυνθανομένης ὁπόθεν τὴν ἐσθῆτα ἔσχεν, ἐγνώρισε γὰρ αὐτὴν, τὰ συμβάντα αὐτῷ κατὰ τὸν πλοῦν ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν Φαιάκων γῆς διηγεῖται. H.P.Q.V.

4. στῆσεν] ἀπὸ κοινοῦ τὸ, μένος ἡμιόνοιιν. P.

5. ἀθανάτοις] ἀστράσιν. P.

οἵ ῥʼ ὑπʼ ἀπήνης ἡμιόνους ἔλυον] τοὺς ὑπʼ ἀπήνης ἡμιόνους. P.

7. δαῖε δέ οἱ πῦρ] ἤτοι ἧπτε πυρὰν διὰ τὸ εἶναι χειμῶνα. B.

8. γρηῢς] αἰδέσιμον γὰρ τὸ γῆρας καὶ σωφροσύνης παρασκευ- αστικόν. P. T.

Ἀπειραίη] ἄποθεν παροῦσα, ἢ Ἠπειρωτική. P.T.V. ἔστι δὲ ἀντικρὺ Κερκύρας ἡ Ἤπειρος. V. Ἠπειρωτική. ἡ γὰρ τῶν Φαιάκων νῆσός ἐστιν. P. ἡ Ἠπειρωτική. ἡ γὰρ Ἤπειρος τῶν Φαιάκων νῆσός ἐστι. λέγεται δὲ καὶ ἤπειρος ἡ ὅλη οἰκουμένη, ἥτις τέμνεται εἰς τρία, εἰς Ἀσίαν, εἰς Λιβύην καὶ εἰς Εὐρώπην. ἑκάστη δὲ τούτων γῆ καλεῖται ἤπειρος. B. ὅτι συνέστειλεν Ἰακῶς. καὶ ἑξῆς, τήν ποτʼ Ἀπείρη- θεν. P.

θαλαμηπόλος] ἤτοι ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη, ἢ ἡ τοῦ οἴκου προνοοῦσα. V.

[*](2. γεγενημένον] γενόμενον E.H.Q. antiquioris observationem perverte- 5—9. Habet hoc argumentum rit. Dixerat ille ἠπειρωτικὴν vocari Eustathius p. 1565. peregrinam illam anum, quoniam 5. ὁ addidi ex Eustathio. ἡ τῶν Φαιάκων (int. vel, si mavis, 6. τὴν om. Eustathius. ins. γῆ) νῆσος sit: hic τὴν Ἤπειρον γ. τοῦ β.] τοῦ β. γ. Eustathius. insulam facit. Quin in ipso P. qui 7. πυνθανομένης Eustathius. πυν- sincerius scholium habet, inter li- θανόμενος Q. πυθομένης H.P.V. neas tamen, sed ab alia manu, su- αὐτὴν] αὐτὴ H. pra ἀπείρηθεν scriptum est: ἀπὸ τῆς 16. ἢ addidit Buttm. Ἀπείρου νήσου. Sed super ἀπειραίη Ἠπειρωτική] ἡ πειρατικὴ P. iterum alia, ni fallor, manu, πολύ- 18. Φαιάκων νῆσός ἐστι] Vide πειρος. Cf. autem supra schol. ad quam egregie recentior Græculus ζ, 204. BUTTM.)
322

11. Ἀπείρηθεν] πόρρωθεν, ἀπὸ τῆς ἠπείρου. V.

11. θεοῦ δʼ ὡς δῆμος ἄκουεν] καὶ τοῦτο οἰκονομικῶς. ἀηδῶς γὰρ ἔχουσι πρὸς τὰς πομπὰς, ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ. διὰ δὲ τὴν φιλοξενίαν τοῦ Ἀλκινόου ἀναγκαίως ὑπακούουσι. τὴν πειθαρχίαν οὖν αὐτῶν ἀναγκαίως προσυνίστησιν. P. Q.

13. ἀθετεῖ Ζηνόδοτος. ἤδη γὰρ εἶπε “δαῖε δέ οἱ πῦρ.” καὶ διὰ τὴν διαφορὰν τοῦ εἴσω πρὸς τὸ ἔνδον. H. P.

δόρπον ἐκόσμει] παρεσκεύαζε. P. ἑσπερινὴν τροφήν. δεῖ γὰρ νοεῖν ὅτι ἑσπέρας εἰσῆλθεν ἡ Ναυσικάα. H.P.T.

14. αὐτὰρ Ἀθήνη] ἤτοι ἡ οἰκεία φρόνησις ὑπέθετο αὐτῷ κατὰ τὴν νύκτα ἰέναι. καὶ ὁ ἀὴρ δὲ καὶ ἡ ἀὴρ τὸ αὐτό. ἡ ἀὴρ γὰρ ἡ ἀορασία, ὁ ἀὴρ εἰ μὴ ἔχει τὸ φωτίζον. E.

15. πολλὴν ἠέρα χεῦε] ὅτι τῷ Ὀδυσσεῖ περιέθηκε σκότος, οὐ τοῖς Φαίαξιν, ὡς ἐν τοῖς ἑξῆς Ζηνόδοτος. P.Q.T.

16. μή τις Φαιήκων μεγαθύμων] ὑπερόπτας εἰσήγαγε τοὺς Φαία- κας οἰκονομικῶς, ἵνα πρὸ καιροῦ μήτε ὄνομα μήτε πατρίδα μήτε τύ- χην αὐτοῦ μάθωσιν, ἀλλʼ ὡς ἤθελεν αὐτοῖς οἰκονομήσῃ τὴν ἀπόκρι- σιν. πῶς οὖν πέμπουσι τοὺς ξένους; ὅτι ἐκ τῶν ἐναντίων φιλανθρώ- πους πεποίηκε τοὺς ἄρχοντας αὐτῶν. οὐδὲν οὖν εἰς τὰ τοιαῦτα ἔμελλε βλάψειν τὸν Ὀδυσσέα ἡ τῶν ὑποτεταγμένων αὐθάδεια. εἰ δὲ καὶ περὶ τῆς εἰς τὴν Ἰθάκην ἐκβάσεως προοικονομεῖ τι ὁ ποιητὴς διὰ τοῦ τοιούτου ἤθους τῶν πολιτῶν, εἰσόμεθα ἐπὶ τοῦ οἰκείου τόπου γενό- μενοι. H.P.Q.

18. ἐραννὴν] διὰ τὸ ἄπραγμον καὶ τὴν ῥαστώνην τῶν βιούντων αὐτόθι. ἢ τὴν τῷ Ὀδυσσεῖ ἐραννὴν διʼ ἄμφω, ὅτι τε ἐκ ναυαγίου περισέσωστο, καὶ ὅτι ἐντεῦθεν προσεδόκα εἰς τὴν πατρίδα ἀφίξεσθαι. H.P.Q.T.

19. θεὰ γλαυκῶπις Ἀθήνη] κόρη τις, ἣν θεὰν ὀνομάζει διὰ τὸ δεῖξαι αὐτῷ τὴν ὁδόν. P.

22. οὐκ ἄν μοι] Ἀριστοφάνης, ἤ ῥά μοι. H. P.

[*](2. ἀηδῶς P. ὠμῶς Q. 18. πέμπουσι] πέμπωσι H. 5. Scripsi προσυνίστησιν, ut schol. 30. Ἀριστοφάνης] Sic H. et ut ι, 187. h. e. exhibet, commonstrat opinor P. Buttmannus Ἀρίσταρχος antea. προσενίστησιν P.Q. BUTTM. edidit, calami, ut videtur, lapsu ad 6. καὶ addidit Buttm. versum proximum aberrans. Scrip- 8. ἑσπερινὴν τροφὴν et γὰρ om. P. tura ipsa ἤ ῥά μοι corrupta est. Vi- 13. ὅτι et ὡς ἐν—Ζηνόδοτος om. T. detur ἦ ῥά νύ μοι scripsisse, quod 14. ἐν τοῖς ἐξῆς] Vide ad v. 41. conjecit Nitzsch. vol. 2. p. 136.)
323

24. ταλαπείριος] Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ταλαίπωρος, τινὲς δὲ ἀντὶ τοῦ ξένος καὶ πόρρωθεν πεπερακὼς, ἢ μακρόθεν ἀφιγμένος. P.V.

25. τηλόθεν ἐξ ἀπίης γαίης] ὅτι τὴν πολὺ ἀφεστῶσαν γῆν, οὐ τὴν Πελοπόννησον, ὡς οἴονται οἱ νεώτεροι. E.M.P.T.

26. καὶ γαῖαν ἔχουσιν] γράφεται καὶ ἔργα νέμονται, ἀντὶ τοῦ κατοικοῦσι. E. καὶ τὰ γεώργια μερίζονται. T.

καὶ ἔργα νέμονται] γρ. καὶ γαῖαν ἔχουσιν. H.

129. δείξω] προσαγωγὸν πάνυ. οὐ γὰρ τὴν ἰδίαν χρείαν κατα- λιποῦσα ὑπουργήσειν φησὶν, ἀλλὰ τῆς αὐτῆς ὁδοῦ δείξειν τὸ ζητού- μενον. P.Q.T.

30. ἀλλʼ ἴθι σιγῆ τοῖον] οὕτως ὡς ἔχεις, ἢ ὥς σοι δεικνύω. P.

31. ποτιόσσεο] ἐνόρα, ἢ προσαγόρευε, ἢ περιβλέπου. V.

μηδὲ πρός τινα ἀνθρώπων ἐνατένιζε. P.

32. οὐ γὰρ ξείνους—ἀνέχονται] οὐ ξενίζουσι τοὺς ἀνθρώπους. V.

μάλʼ ἀνθρώπους ἀνέχονται] ἀντὶ τοῦ, ἀνθρώπους ἀνέχοντας ὑποδέ- χονται. P. Q.

ζητοῦσί τινες πῶς ἐν τοῖς ἑξῆς φιλοξενωτάτους λέγει τοὺς ἀνθρώ- πους. καὶ φαμὲν ἢ τὸν μὲν ναυτικὸν ὄχλον εἶναι τῷ ὄντι ἀηδῆ, τοὺς δὲ βασιλεῖς φιλοξένους· ἢ ἵνα φυλάξηταί τινος πυθέσθαι καὶ πρὸς ἕτερον καταχθῆναι. E.V.

[*](4. ὅτι] ἐπὶ T. quod mihi videtur reliquum ex 5. οἴονται post οἱ νεώτεροι T. nota: λείπει στίχος. Quicquid est, 6. ἔργα addidit Butttm. apparet fuisse opinionem de de- 9. δείξω T. Præfixum erat ἡγε- fectu versus quem nullum exem- μονεύσω ex v. 30. “In cod. Vin- plum præberet. Verum vide ne dob. 5. post versum 30 spatium hæc mera fuerit suspicio nata ex vacuum pro uno versu relictum illo μηδέ, quod videretur similem est: in P. autem 30. 31. appo- antea prohibitionem requirere, cum sitis α et γ numerantur, nec ta- tamen recte illud jungatur il- men, ut alias fieri solet, medius lis ἀλλʼ ἴθι σνγῆ τοῖον, verbis ἐγὼ δʼ aliquis versus cum numero β in ὁδὸν ἡγεμονεύσω parenthetice inter- margine comparet. Sed cum eo- jectis.” BUTTM. rum scholiorum quæ manu anti- 13. ποτιόσσεο] Sic, non προτιόσσεο. quiore scripta sunt pars interdum Et sic in schol. ad ν, 320. BUTT- a bibliopego sit abscissa, id hic MANN. etiam factum puto. Nam ante 16. ἀντὶ τοῦ Buttm. ἀττικῶς libri, verba scholii ad 31. μηδὲ πρὸς in confusis siglis de quibus v. Bast. ora comparet sigla στι h. e. στίχος, ad Greg. Cor. p. 793. manu, ni fallor, illa antiquiori: 20. καὶ πρὸς Buttm. pro ἢ πρός.)
324

33. ἀγαπαζόμενοι] τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. τὸ δὲ φι- λέουσι, μετὰ στοργῆς ξενίζουσι. B.P.T.

ἡδέως πάνυ, ὡς αὐτὴ παρὰ τὸ ἔθος τῆς πολιτείας φιλανθρώπως διακειμένη πρὸς τὸν ξένον. P.

35. λαῖτμα] οἱ μὲν ὅρμημα, οἱ δὲ τὸ κύτος, οἱ δὲ τὸ διάστημα τοῦ πελάγους, ἐξ οὗ τὸ μέγα καὶ πλατύ. λέγει δὲ τὸ κῦμα. V.

προοικονομεῖ τὴν ἐπάνοδον. P.

36. ἠὲ νόημα] ἐντεῦθεν τὸ παροιμιῶδες “διέπτατο δʼ ὥστε νόημα.” B.E.T.

τὸ γὰρ ἐνθύμημα καὶ τὰ πόρρω φαντάζεται. E.

39. ναυσικλυτοὶ] ὡς ἀγακλυτοί ἐν συνθέσει καὶ κατʼ ὀξεῖαν τά- σιν. ἡ γὰρ ναυσί οτικὴ παρὰ τῷ ποιητῇ, ὅταν κατʼ ἰδίαν λέγηται, διὰ τοῦ η γράφεται· “ὡς οἱ μὲν παρὰ νηυσί.” “νηυσὶ θοῇσι τοί γε πεποιθότες” (Od. η, 34.)· διὰ τοῦ α, ὅτε ἐν συνθέσει, Ναυσικάα, Ναυσίθοος. H.P.Q.T.

40. διὰ σφέας] ἀντὶ τοῦ, διʼ αὐτῶν. V. ἔθος τῷ ποιητῇ τὴν διά ταῖς αἰτιατικαῖς συντάσσειν. δύναται δὲ τὸ ἑξῆς εἶναι, διερχόμε- νον. P.

ὀρθοτονητέον τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεσιν. P.

41. ἥ ῥά οἱ ἀχλὺν] Ζηνόδοτος, ἥ σφισιν ἀχλύν, γράφει, οὐκ εὖ. ἐν γὰρ τοῖς ἑξῆς (143.) φησιν “καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.” H. P.

47. ὅτι δύο ὄντων “τοῖσι” εἶπε. καὶ περισσὸς ὁ δέ. P.

49. βασιλῆας] βασιλεῖς τοὺς κατὰ μέρος ἄρχοντάς φησιν. B. P.Q.T.

50. δαίτην δαινυμένους] ἰδίωμα τῶν Ἀττικῶν, ὡς τὸ λόγον λέγει, γραφὴν γράφει. E. περίφρασις ὁ τρόπος, ὡς τὸ ποδάνιπτρα πο- δῶν. P.

51. θαρσαλέος] ὁ πεπαρρησιασμένος καὶ εὔτολμος, οὐχ ὁ θρασύς· [*](11—15. Hoc scholion est etiam non intelligo; maxime ob inser- in T. ad v. Ναυσίθοον relatum v. 56. tum illud τόνδʼ ἄρα quod est initium et minus integrum, ναυσικλυτοί, ἀγα- versus 39. BUTTM. κλυτοί, ἐν συνθέσει κατʼ ὀξεῖαν τάσιν. ἐν συνθέσει καὶ κατʼ ὀξεῖαν τάσιν] ἡ γὰρ—π. ὅτε κατʼ ἰδίαν—παρὰ νηυσὶ Conf. schol. ad α, 30. θυῆσι ἐν συνθέσει, διὰ τοῦ α, Ναυσίθοος, 13. γράφεται] γράφουσιν H. Ναυσικάα. 14. φησιν om. T. 11. In interiori margine P. ὡς 21. αὐτοῖο] αὐτοῖς H. P. ἀγάκλυτοι τόνδʼ ἄρα βαρύνεσθαι: quod 29. ὁ π. καὶ εὔτολμος om. P. Q.)

325
ἐκεῖνος γὰρ ἀναιδής. καὶ ἔστιν οἰκεῖον τῇ Ἀθηνᾷ τὸ τῆς γνώμης. καὶ ἐξ ἀνδρείας καὶ λογισμοῦ ὀρθοῦ τὸ θαρρεῖν περιγίνεται. τοῦτο γὰρ δοκεῖ παραιτεῖσθαι τὴν παρρησίαν Ὀδυσσέως, ὅτι ξένος ἐτύγχα- νεν. ὑποβάλλει οὖν ὅτι καὶ τὸν τοιοῦτον θαρρεῖν δεῖ, εἰ μέλλει σω- τηρίας τεύξεσθαι. P.Q.T.

52. εἰ καί ποθεν] γράφεται, εἰ καὶ μάλα. Q.

εἰ καὶ μάλα τηλόθεν ἔλθοι] γρ. εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. H. P.

53. δέσποιναν μὲν πρῶτα κιχήσεαι] καὶ πῶς ἡ Ναυσικάα φησὶ “τὸν παραμειψάμενος μητρὸς ποτὶ γούνασι χεῖρας βάλλειν” (ζ, 310.); κιχήσεαι οὖν, ἱκετεύσεις. ἢ ἐκεῖ τὸ παραμειψάμενος ἀντὶ τοῦ παρελθὼν, ἐάσας ἀπαράκλητον. B.P.Q.T. κιχήσεαι νῦν ἀντὶ τοῦ ἱκετεύσεις. οὐ γὰρ καταλήψεσθαι σημαίνει. V.

54. Ἀρήτη] καθὸ ἀρητῶς καὶ εὐκταίως ἐγεννήθη. P. V.

ἐπώνυμον] φερώνυμον. V. ἐπώνυμόν ἐστι τὸ ἀπὸ γενέσεως μὲν αὐτομάτως τεθὲν, ὕστερον δὲ κατὰ τύχην δοκοῦν τεθεῖσθαι. ὡς τὸ Δημοσθένης, οἷον τὸ τοῦ δήμου σθένος. B.P.Q.T.

Ἀρήτη δʼ ὄνομ᾿ ἐστίν· ἐκ δὲ τοκήων] τοῦτο μάχεται τοῖς ἑξῆς· τὴν μὲν γὰρ λέγει Ῥηξήνορος, τὸν δὲ Ναυσιθόου. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως. τὸ γὰρ τοκήων δηλοῖ καὶ τὸ προγόνων. καὶ γὰρ τοὺς πατέρας ἐπὶ τῶν προγόνων τάττουσιν. E.P.Q.

δοκεῖ ὅτι καὶ ἀδελφή ἐστι τοῦ Ἀλκινόου ἡ Ἀρήτη. οἱ δὲ τοκήων ἐνόησαν τῶν προγόνων, ἵνʼ ὦσι συγγενεῖς καὶ μὴ ἀδελφοί. οὗτοι δέ εἰσι θεῖος καὶ ἀνεψιά. B.

Ἡσίοδος δὲ ἀδελφὴν Ἀλκινόου τὴν Ἀρήτην ὑπέλαβεν. B.P.Q.T. Vind.

ταῦτα πάντα χρήσιμα μανθάνειν τὸν ἱκέτην, ἵνα καὶ ἐκ πατέρων τὴν προσφώνησιν ποιήσηται, “Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο” (146.). P. Q.

56. Ναυσίθοον] πόρρωθεν ἀναλαμβάνει τὴν διαδοχὴν τοῦ γένους, ἐν συντόμῳ δὲ καὶ σαφῶς ἐκτίθεται ὅπερ ἐστὶ δυσχερέστατον οὐχ [*](1. ἀναιδής. καὶ ἔστιν οἰκεῖον] ἀναιδής confusis. Nam qui καὶ μάλα lege- ἐστιν. οἰκεῖον γὰρ T. runt, τηλόθεν scripserunt, qui καὶ 2. καὶ ante ἐξ om. T. ποθεν, servarunt ἄλλοθεν. τοῦτο—τεόξεσθαι om. T. 15. ὡς τὸ] καὶ ὁ T. 6. εἰ καί] εἰ κέ Q. 16. τὸ om. T. 7. τηλόθεν] τηλόθεν ἄλλοθεν H. 24. δὲ om. P. In Vind. est ση. correctus et P., duabus scripturis ὅτι ἡσίοδος ἀδελφὴν etc.)

326
ὅπως ἐν μέτροις, ἀλλὰ καὶ ἐν πεζῷ λόγῳ. P. Q. Ποσειδῶνος καὶ Περιβοίας τῆς Εὐρυμέδοντος Ναυσίθοος, οὗ Ῥηξήνωρ καὶ Ἀλκίνοος, Ῥηξήνορος Ἀρήτη. P.

59. ὑπερθύμοισι γιγάντεσσι] ὡς ἔθνους τινὸς τῶν γιγάντων μέμνη- ται γενναίου καὶ ὑπερηφάνου. τὰ δὲ παρὰ τοῖς νεωτέροις οὐκ οἶδεν, οὔθʼ ὡς ἦσαν ἐκτράπελοί τινες καὶ ὀφιόποδες, οἵους αὐτοὺς ἀναζωγρα- φοῦσιν, οὕτε ὡς Φλέγραν ᾤκησαν, οὔτε ὅτι θεοῖς ἐμαχέσαντο. P. Q.

60. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν] ὅτε ἐμάχετο μετὰ τοῦ Διὸς ἤτοι μετὰ βασιλέως τινός. P.

64. τὸν μὲν ἄκουρον ἐόντα] τοῦτο ἐναντίον τῶν ἐπιφερομένων “μίαν οἴην παῖδα λιπόντα Ἀρήτην.” λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως. τὸ γὰρ ἄκουρον οὐκ ἐκδεκτέον ἄπαιδα, ἀλλὰ οὐκ ἔχοντα κοῦρον, ὅ ἐστιν ἄρρενα παῖδα. B.E.P.Q.

ἄκουρον] ἄμοιρον ἄρρενος παιδὸς, ἢ μὴ γεννήσαντα παῖδα ἄρ- ρενα. V.

65. νυμφίον] νεωστὶ γεγαμηκότα. V. νυμφίον ἰδίως τὸν ἤδη παιδοποιήσαντα. P.

τὸ δὲ νυμφίον ἀντὶ τοῦ νέον, οὐ πολὺν χρόνον ἀπὸ τοῦ γάμου βιώ- σαντα. ἅπαξ δὲ εἴρηται ἡ λέξις. B.E.P.Q.T.

βραχὺ δὲ διασταλτέον μετὰ τὸ νυμφίον. βέλτιον γὰρ τὸ “ἐν μεγάρῳ” τοῖς ἑξῆς προσνέμειν, ἵνα δηλωθῇ ὅτι παρθένον αὐτὴν ἀπέλι- πεν. P. T.

68. ἐπʼ ἀνδράσιν] γρ. ὑπʼ ἀνδράσιν. P.

72. δειδέχαται μύθοισιν] ἐκδέχονται ἐπαίνοις. P.

στείχῃσιν ἀνʼ ἄστυ] πορεύονται. Gl. H.

τελεία εἰς τὸ ἐσθλοῦ. H.

74. οἷσίν τʼ εὖ φρονέῃσι] καὶ οἷς ἂν εὐφρονῇ ἡ Ἀρήτη τὰ νείκη καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν δια- λύει. V.

ᾗσίν τʼ εὖ φρονέῃσι] θαυμαστικόν· οἷς εὖ φρονεῖ, οὐδὲ γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν νείκεα λύει. γράφεται δὲ καὶ “ᾗσί τʼ εὖ φρο- νέῃσι.” E.

[*](18. ἀντὶ τοῦ νέον] Hoc glossema textu ex emendatione. in P. etiam vocabulo ἄκουρον v. 64. πορεύονται] Fortasse interpreta- est superscriptum errore librarii. tur στείχωσιν. PORSON. 19. ἅπαξ—ἡ λέξις om. P. T. 30. εὖ φρονεῖ Buttm. pro δὲ φρο- 25. στείχῃσιν ἀνʼ ἄστυ] Sic H. in νεῖ.)
327

οἷσίν τʼ εὖ φρονέῃσι] τοσαύτῃ συνέσει φησὶ κεχρῆσθαι τὴν Ἀρή- την ὁ ποιητὴς ὥστε καὶ στάσεις ἀνδρῶν δύνασθαι αὐτὴν διαλύειν. τὸ δὲ καὶ ἀνδράσιν ὡς ἐν ἐπιτάσει παρέλαβε. τὸ γὰρ γυναικῶν νεί- κεα λύειν ἁρμόζει γυναιξίν. B.P.Q.T.

αἱ χαριέστεραι, ἦσίν τʼ εὖ φρονέῃσι. πρεπῶδες γὰρ αὐτῇ τὰς πρὸς τοὺς ἄνδρας ἔριδας διαλύειν ταῖς γυναιξίν. ὑπερβιβαστέον δὲ τὸν καί· καὶ ᾗσιν εὖ φρονέῃσι τὰ πρὸς τοὺς ἄνδρας νείκεα διαλύει. B.H.P.Q.T.

75. εἰ ἐκείνη προσφιλῶς διάκειται, ἐν σοὶ ἐλπὶς ἔστω ἰδεῖν τὴν οἰκίαν σου. P.

ὡς γελοίως, ὦ βέλτιστε. οὐ γὰρ τῷ δικαίῳ, ἀλλὰ τοῖς φίλοις φησὶν αὐτὴν βοηθεῖν. P. T.

79. Σχερίην] Σχερία ἡ χώρα τῶν Φαιήκων. H. τὴν Φαιακίαν. τὰ λεγόμενα νῦν Κέρκυρα αὕτη ἐστὶν ἡ Φαιακία. B.

80. Μαραθῶνα] τόπος τῆς Ἀττικῆς, ἔνθα ἀνετράφη ἡ Ἀθηνᾶ. E. ἔστι δὲ Μαραθὼν ὕστερον τῆς Λεοντίδος φυλῆς. διγενὴς δὲ ἡ λέξις· καὶ ὁ Μαραθών γὰρ λέγεται καὶ ἡ Μαραθών· ἔνθα καὶ τὸν λεγόμενον Μαραθώνιον ταῦρον Θησεὺς κατεπάλαισεν. M.

Ἀθήνην] ὅτι ἑνικῶς τὰς Ἀθήνας. H.

ὑποπτεύεται ὁ τόπος, ὡς καὶ Χαῖρίς φησιν ἐν Διορθωτικοῖς. H. P.

[*](5. αἱ χ. ᾗσι] αἱ χ. δὲ εἰσὶν T. 16. ὕστερον τῆς Λεοντίδος φυλῆς] γὰρ] γάρ ἐστιν T. Huic tribui adscribitur ab Ste- 7. καί· καὶ ᾗσιν εὖ T. καὶ, ᾗσί τʼ phano Byz. aliisque. Scholiasta εὖ ceteri. Eustath. p. 1568, 27. quum ὕστερον dicit, olim alius tri- φέρεται δὲ καὶ τρίτη γραφὴ (præter bus fuisse indicat, quam Æanti- οἷσίν vel ἧσίν τʼ εὖ φρονέῃσι) αὕτη, dem fuisse aliorum scriptorum et ᾗσιν εὐφροσύνῃσιν (scr. ἐῦφρ.), ἤγουν inscriptionum auctoritate constat. ἰδίαις φρονήσεσι, λύει δικαστικῶς τὰ Totum scholion exscripsit Eusta- νείκεα. thius p. 1568, 44. 11. 12. Operæ pretium esse vi- διγενὴς δὲ ἡ λέξις] Vide quæ L. detur observare, hoc scholium Dindorfius collegit in Thesauro quod Lucianeum illum potius scho- vol. 5. p. 577. liasten sapit, manu tamen eadem 17. τὸν (τὸ M.) λεγόμενον Μαρα- qua longe plurima et optima codi- θώνιον ταῦρον] De hoc v. Plutarch. cis P. scholia scriptum esse. BUTT. V. Thesei c. 14. In T. est ἄλλως. ὡς γελοίως τοῦτο· οὐ 20. ὑποπτεύεται T. qui sola hæc γὰρ—φασὶ αὐτὴν διαλύειν. verba ὑ. ὁ. τ. habet post p. 328, 2. 13. τὰ λεγόμενα] ἡ λεγομένη dicere ὑποτοπεύεται H. P. debebat. Χαῖρις Boeckhius apud Buttm. 15. τόπος τῆς Ἀττικῆς] Est gl. χάρις T. χάρης H. in P. φησιν] φασι P.)
328

81. δῦνε δʼ Ἐρεχθῆος] ἀπὸ μέρους τὰς Ἀθήνας. τουτέστιν εἰς τὸ ἑαυτῆς τέμενος· ἐν τούτῳ γὰρ ἐτράφη ὁ Ἐρεχθεύς. E.H.P.T.V. τὸ δὲ, πυκινὸν δόμον, καλῶς κατεσκευασμένον καὶ ὑπό τεχνικῆς συνέσεως. E. τὴν ἀκρόπολιν. H.P.T.

83. ὥρμαιν᾿ ἱσταμένῳ] ἠπόρει γὰρ τί βούλεται ἡ τοιαύτη κατα- σκευή. καὶ γὰρ ἀπὸ οἰκίας καὶ ἐσθῆτος καὶ θεραπόντων ἐστὶ τεκμή- ρασθαι τὸ ἔθος τῶν δεσποτῶν. E.P.Q.T.

85. δῶμα καθʼ ὑψερεφὲς] περισσὴ ἡ κατά. P.

86. χάλκεοι μὲν γὰρ τοῖχοι] ῥᾴδιον μὲν ἦν χρυσῆν πᾶσαν φάναι τὴν δημιουργίαν τῆς οἰκήσεως, ἀλλὰ τὸ πιθανὸν πρὸς ἕκαστον μέρος τῆς κατασκευῆς ἐπιλέγεται, χαλκοῦς μὲν τοὺς τοίχους πρὸς ἀσφά- λειαν, τὸν δὲ θριγκὸν κυάνεον, τουτέστι τὴν στεφάνην· πρέπον γὰρ τὸ μετέωρον ἀεροειδὲς φαίνεσθαι· τὰς δὲ θύρας χρυσᾶς, ἵνα τὸ πρῶτον τῇ ὄψει προσπῖπτον ἐκ τῆς πολυτελεστάτης ὕλης ᾖ. οἱ δὲ σταθμοὶ πρὸς τὴν ἐξαλλαγὴν ἀργύρεοι. χάλκεος δὲ οὐδὸς, διὰ τὸ πατεῖσθαι. τὸ δὲ ὑπέρθυρον ἀργύρεον, ὡς καὶ οἱ σταθμοὶ, ἵν᾿ ἐκ τῆς ὁμοίας ὕλης ἡ τῶν θυρῶν περιγραφὴ τυγχάνῃ. καὶ φύλακας τοῖς τοιούτοις οἴκοις ἐπέ- στησε κύνας ἀΰπνους ἐκ πολυτελοῦς ὕλης, καὶ ταύτης οὐχ ὁμοίας, ἀλλὰ διαφόρου, ἵνʼ ὁ μὲν φιλόπλουτος τὴν ὕλην θαυμάζῃ, ὁ δὲ φιλό- καλος τὴν τέχνην, ὁ δὲ σπουδαιότερος τὴν χρείαν. οὐδὲν οὖν μειρα- κιῶδες πάσχει ὁ Ὀδυσσεὺς καταπληττόμενος τὰ οὕτω παράδοξα. E.P.Q.T.

ἐληλάδατ᾿] Ἰωνικῶς ἀντὶ τοῦ ἐληλασμένοι ἦσαν καὶ παρατεταμένοι. B.E.

ἐρηρέδατʼ] γράφεται, ἐληλέδατο. E.

ἐληλέδατο] παρατεταμένοι ἦσαν, εἰ δὲ, ἐρηρέδατο, ἡρμοσμένοι ἦσαν ἢ ἐμπεπηγμένοι. M.

[*](1. ἀπὸ μ. τὰς A. om. E.P.V. 14. ᾖ T. εἴη ceteri. τουτέστιν εἰς addidi ex T. 20. χρείαν] χροιάν P. 2. ἐν τούτῳ γὰρ H. ἐν γὰρ τούτῳ 26. In V. ἐληλέδατο· παρατεταμέ- E.P.V. ἐν αὐτῷ γὰρ T. νοι. εἰ δὲ εἰρηρέδατο, ἡρμοσμένοι ᾖσαν. ἐτράφη] ἀνεώγραφεν enotatum ex De H. Porsonus “ἐληλέδατʼ [in H., id est ἀνετράφη. textu] : et interpr. ἐληλαμένοι ᾖσαν. 4. τὴν ἀκρόπολιν] Gl. in H. P. Etiam in marg. ἐληλέδατο et eadem male relatum ad Μαραθῶνα v. 80. interpretatio.” “In textu P. est 7. δεσποτῶν] δεσποινῶν T. ἐληλέατ᾿ et superscr. ἐληλαμένοι, πα- 11. κατασκευῆς] παρασκευῆς E.Q. ρατεταμένοι, et in marg. sine lem- 12. θριγκὸν] θριγγὸν E.Q. mate, sed ab eadem, quæ textum)
329

87. ἐς μυχὸν ἐξ οὐδοῦ] ἀντὶ τοῦ μέχρι τοῦ μυχοῦ, ἤτοι ὅλου τοῦ οἴκου. ὅλος γὰρ ὁ οἶκος χαλκός. B. ἀπὸ φλιᾶς μέχρι τῆς ἔσω γωνίας. E.

θριγκὸς κυάνοιο] ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετῆκται, θρὶξ, τριχός, θριγκὸς, τῶν στοιχείων ἀπολαβόντων τὴν οἰκείαν μετάθεσιν μετὰ πλεονασμοῦ τοῦ γ. δηλοῖ δὲ τὴν στεφάνην καὶ πᾶν τὸ ὑπὲρ τῶν τοίχων καὶ τοῦ στέγους ὥσπερ ἐξέχον τάξει τριχώσεως καὶ κόμης. ἢ παρὰ τὸ θρέξαι, ὁ περιτρέχων κύκλῳ. B.P.Q.T. ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετῆκται. δηλοῖ δὲ τὴν στεφάνην καὶ πᾶν τὸ ὑπὲρ τῶν τοί- χων καὶ τοῦ στέγους ὑπερεξέχον, τάξει τριχώσεως καὶ κόμης. καὶ ἔστιν ἡ εὐθεῖα ἡ θρίξ, καὶ κλίνεται τῆς τριχός. οἱ δὲ Ἴωνες ὡς τόν χιτῶνα κιθῶνα λέγουσι καὶ τὴν χύτραν κύθραν καὶ τὸ ἐντεῦθεν ἐνθεῦτεν, τρέπουσι καὶ ἐπὶ τῆς τριχὸς τὸ χ εἰς κ, τὸ δὲ τ εἰς θ. ἡ δὲ γενικὴ ἐν πολλοῖς μετάγεται εἰς εὐθεῖαν, ὡς Τρώς Τρωός, καὶ ἡ εὐθεῖα Τρωός Τρωοῦ. καὶ σάρξ σαρκός καὶ ἄσαρκος, καὶ δμώς δμωός. οὕτως καὶ ἐπὶ τῆς τριχὸς μεταβληθέντων τῶν γραμμάτων μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν ὁ θρικός, προσθέσει τοῦ ν ὁ θρινκός. διὰ δὲ τὸ εὑρεθῆναι ἔμπροσθεν τοῦ κ τρέπεται τὸ ν εἰς γ. κυάνοιο δὲ ὁ ἔχων τὴν βαφὴν ἀπὸ τοῦ κυάνου εἶδος βάμματος ὄντος· κύανος, κυάνεος, κυανοῦν, ὡς χρύσεος, χρύσειος, χρυσοῦν· ὅστις κύανος ἐστὶ μέλας· ἢ διὰ τοῦ ἐφ᾿ ὕψους τοῦ τοίχου εἶναι πρὸς τὸν ἀέρα. καὶ γὰρ ὁ ἀὴρ μέλας ἐστίν. E. Ἄλλως. περίφραγμα, περίβολος τῆς οἰκίας καὶ τὸ ἐπικόσμημα τοῦ τοίχου. παρὰ τὸ θρέξαι, ὁ περιτρέχων κύκλῳ. κυάνεον δὲ τὸν σίδηρον λέγει. E.

88. πυκινὸν δόμον ἐντὸς ἔεργον] τὸν στερεὸν δόμον ἔνδον ἑαυτῶν περιέκλειον. P. Q.

89. σταθμοὶ] αἱ παραστάδες. V.

90. ὑπερθύριον] τὸ ἐπικείμενον ταῖς θύραις, εἰς ὃ οἱ ἄνω στρόφιγ- γες ἐναρμόζονται. P.

κορώνη] τὸ ἐπίσπαστρον τῆς θύρας, ἤτοι τὸ κρίγκιον. Q. V. κο- [*](scripsit manu, πεπηγμένοι.” BUTT. notatio Eustathii p. 1570, 13. MANN. ἐληλάδατ᾿ M. in textu. 20. χούσεος, χρύσειος, χρυσοῦν] Im- P. 328, 26. ἐληλέδατο—ἐρηρέδατο] mo χρυσὸς χρύσεος χρυσοῦς. 25. στερεὸν] στερρὸν P. ἐληλάδαται—ἐρηρέδατ M. 25. στερεὸν] στερρὲν P. P. 329, 7. κόμης pro κόσμου cor- 28. ὃ Buttm. pro ὃν. rexi ex scholio proximo. 30. ἐπίσπαστρον V. ἐτίσπαστον Q. 8. ἢ παρὰ—κύκλῳ om. B.P.Q. τὸ κρίγκιον est etiam in H. ἀπὸ γενικῆς—] Comparanda an-)

330
ρώνη τὸ κρικίον. P. κορώνη ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τοῦ τόξου καὶ ἐπὶ τῆς θύρας καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, διὰ τὸ ἐπικαμπὲς σχῆμα. εἴρηται δὲ ταῦτα ἀπὸ τοῦ ζῴου τῆς κορώνης. εὐλύγιστον γὰρ ἔχει ὅσον εὐκαμπῆ τὸν τράχηλον. καὶ παρὰ μέρος σώματος ἐπὶ τοῦ ἀγκῶ- νος. οὕτω Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου. H.P.T.

91. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν] ἤτοι κυρίως, ἢ ἥλους λέγει, παρὸ καὶ κυνάδας φαμὲν, ἢ τοὺς διπλοῦς ἥλους. τινὲς δέ φασι τοὺς δοθέντας ὑπὸ Ἥρας Ποσειδῶνι ὑπὲρ τοῦ συλλαβεῖν αὐτῷ πρὸς τὴν τοῦ Διὸς ἐπίθεσιν οὕτως περιελθεῖν εἰς Ἀλκίνοον. V.

ἑκάτερθε] ἑκατέρωθεν τῶν θυρῶν. H.P.Q.

92. ἰδυίῃσι πραπίδεσσι] ταῖς ἐπιστημονικωτάταις βουλαῖς καὶ συνέσεσι. P.

93. φυλασσέμεναι] ὥστε δοκεῖν φυλάσσειν. E.

94. καὶ ἀγήρως] διὰ τὸ δοκεῖν εἶναι νεωστὶ κατεσκευασμένους. B.

95. ἐληλέδατʼ] ἐμπεπηγότες ἦσαν. P. ἐρηρέδατο] ἐνηρμοσμένοι ἦσαν. P. V. ἐνηρμοσμένοι ἦσαν ἐρεισθέντες ὡς ἐμπεπηγότες εἰς τὸν τοῖχον. H.

97. ἐΰννητοι] εὖ νενησμένοι ἐπέκειντο. H.

100. κακῶς οἱ “βουνῶν” γράφοντες. Ὅμηρος γὰρ βωμοὺς τὰς βάσεις φησί. P.

102. δαινυμένους] εὐωχουμένους. V.

103. πεντήκοντα δʼ ἔσαν δμωαὶ κατὰ δῶμα γυναῖκες, αἱ μὲν ἀλε- τρεύουσι μύλης ἐπὶ μήλοπα καρπὸν, αἱ δʼ ἱστοὺς ὑφόωσι] τὸ σχῆμα τῆς διαλύσεως ὁμοιότροπον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων· τούτους ἠγάπησα, τὸν μὲν ὅτι εὐφυής ἐστι, τὸν δὲ ὅτι φιλόπονος. τούτων κήδομαι, τοῦ μὲν ὅτι εὐφυής ἐστι, τοῦ δὲ ὅτι ἀγαθός. καὶ ἐπὶ δοτικῆς, τούτοις ἐδωρησάμην, τῷ μὲν, τῷ δέ. οὕτως οὖν καὶ ἐπὶ τῆς ὀρθῆς, “Νεστορίδαι δʼ ὁ μὲν ὁ δέ” (Il. π, 317.), καὶ γυναῖκες αἱ μὲν αἱ δέ. εἰ δέ τῳ προσκόπτοιτο, στιζέτω ἐπὶ τοῦ γυναῖκες, ἵνα λείπῃ τὸ ἦσαν, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς. P. Q.

[*](1. ἐπὶ τοῦ ζῴου om. P. 23. τὸ σχῆμα—] In T. τὸ σχῆμα 4. παρὰ μέρος T. περιμέρου H. P. ὁμοιότροπον, αἱ μὲν, αἱ δὲ, ὅτι τὸ μὲν 5. οὔτω—διαλέκτου] Nihil praeter ὅτι εὐφυής ἐστι, τὸ δὲ ὅτι φιλόπονος. καὶ φιλόξενος ἱττορεῖ T. ἐπὶ γενικῆς, τοῦ μὲν κήδομαι ὅτι εὐφυὴς, 6—9. Cf. Eustath. p. 1570, 44. τοῦ δὲ ὅτι ἀγαθός. καὶ ἐπὶ δοτικῆς, τῷ 21. δαινυμένους —εὐωχουμένους] Fort. μὲν, τῷ δέ. καὶ ἐπὶ εὐθείας, ὁ μὲν, ὁ δέ. —οισι—οις, ut varia lectio sit δαι- 29. στιζέτω Friedlaender. de Ni- νυμένοισι pro δαιτυμόνεσι. BUTTM. can. p. 95. pro σχηματιζέτω.)
331

104. ἀλετρεύουσαι] ἀλήθουσαι ἐπὶ τῆς μύλης, ἤτοι τοῦ μηροῦ. μύλη γὰρ λέγεται καὶ ὁ μηρὸς καὶ πᾶν τὸ συστρεφόμενον. B. κλώ- θουσαι, ἐπὶ τοῦ μηροῦ στρέφουσαι καρπὸν μήλων, ἤτοι ἔρια. B. ἀλοῦσιν, ἐν τοῖς μύλοις ἀλήθουσι. P. ἀντὶ τοῦ ἠλέτρευον. ἀνα- στρεπτέον δὲ τὴν ἐπί. H. P.

μύλοις ἔπι] ἐν τοῖς μύλοις, ἐπὶ τοῖς μύλοις. μήλοπα καρπὸν] τοὺς πυρούς· μηλοειδὴς γάρ ἐστι τὴν χροιάν. οἱ δὲ ὅτι τὸ ἔριον ἐπὶ τοῦ μηροῦ ἔτρεφον. μύλη γὰρ τὸ ἄκρον τοῦ μηροῦ. V.

μύλης ἐπὶ μήλοπα καρπόν] μύλας τινὲς τὰ γόνατα ἀκούουσι, μή- λοπα δὲ καρπὸν τὸ ἔριον. καρπὸς δέ ἐστι τῶν προβάτων, ἵνα ὁ λόγος ᾖ ἐπὶ τῶν τὰς κρόκας τριβουσῶν ἐπὶ τῆς ἐπιγουνίδος. ἀλλὰ τὸ τρί- βειν ἐν τοῖς γόνασιν οὐχ Ὁμηρικόν. καθόλου γὰρ οὐ ποιεῖ γυναῖκας γυμνουμένας ἕως μηρῶν. ἀλλʼ οὐδὲ μύλην ποτὲ εἴρηκεν Ὅμηρος τὸ γόνυ, ἀλλʼ ἐν τοὺς πυροὺς ἀλοῦμεν· “ἥ ῥα μύλην στήσασα” (Od. υ, 111.). μήλοπα δὲ καρπὸν τὸν σἵτον τὸν μηλοειδῆ τὴν χροιὰν, ὡς καὶ τὴν Δήμητραν αὐτὴν οὕτως ὀνομάζει, “ὅτε τε ξανθὴ Δημή- τηρ” (Il. ε, 500.). πρεπῶδες δὲ πεντήκοντα οὐσῶν τὰς μὲν περὶ τὰς τροφὰς ἀσχολεῖσθαι, τὰς δὲ ταλασιουργεῖν, ὡς καὶ ἐν τῇ Ὀδυσσέως οἰκίᾳ παρέδωκεν. ἄλλως τε καὶ τὴν κρόκην τῇ χειρὶ ἔνηθον αἱ πα- λαιαὶ γυναῖκες, ὥς που καὶ Εὔπολίς φησι “τῇ χειρὶ νῆθε μαλθακω- τάτην κρόκην.” H.P.Q.T.

Ἄλλως ἐκ τοῦ Πορφυρίου. οὐκ ἔστι τὸ “αἱ μὲν ἀλετρεύουσι μύ- λης ἐπὶ μήλοπα καρπὸν” τὸ ἐκ τῶν μήλων ἔριον, ὥς τινες οἴονται, ἀλλὰ μήλοπα καρπὸν ἔφη τὸν μήλῳ ἐμφερῆ κατὰ τὴν χροιάν. τοιοῦ- τος γὰρ ὁ πυρὸς, ὡς ἐν ἄλλοις “μυληφάτου ἀλφίτου ἀκτῆς” (Od. β, 355.). ἔστι δὲ ἡ ἀκτὴ οὐ τὸ κατεαγμένον, ὥς τινες, ἀλλὰ τὸ ἐξέ- [*](4. ἀντὶ τοῦ om. P. μύλην] αὐτὸ T. ἠλέτρευον] ἠλίτρευον H. P. 15. μήλοπα] μύλοπα P. T. et mox 6. μύλοις —μήρου] Sic editiones μυλοειδῆ P. veteres. In recentioribus verba δὲ] οὖν T. ultima οἱ δὲ—μηροῦ rejecta sunt post 16. ὅτε] ὅτι Q. superiora ἐπὶ τοῖς μύλοις; eorumque 19. παρέδωκεν] παραδέδωκεν T. loco post τὴν χροιάν adjectum: ἄλ- 20. τῇ χειρὶ νῆθε] νῶσαι T., omisso λοι, μύλης ἔπι: prius autem lemma τῇ χ. νῶσαι etiam Eustath. p. 1571, mutatum in μύλῃς ἔπι: pro ἔτρεφον 35. denique scriptum ἔστρεφον. BUTT. μαλθακωτάτην] μαλθακωτάτῳ Q. 11. ἐπιγουνίδος] γουνίδος T. 21. κρόκην] Πορφύριος in fine hu- τὸ addidi ex T. jus acholii addit Q. τρίβειν] προστρίβειν P. 22. Ἄλλως ἐκ τοῦ II. om. E.Q. 13. μηρῶν] μηροῦ Q. T. 25. μυληφάτου] μηλοφάτου H.)

332
χον, ἐκ μεταφορᾶς τῶν κατὰ τοὺς αἰγιαλοὺς ἐξοχῶν, ἃς ἀκτὰς λέγει, “ἀκτῇ ἐπὶ προὐχούσῃ.” τὸ ἄκρον οὖν καὶ ἐξέχον τοῦ ἀλφίτου. ὡσαύτως ἐξηγητέον καὶ τὸ “ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν” (Il. ν, 322.), ἤτοι τὸν ἔξοχον πυρὸν. ὡς τὸ “οἰὸς ἄωτος.” E.H.P.u. τὸ δὲ, “ἀκτῇ ἐπὶ προὐχούσῃ (Od. ω. 82.) ἔφη καὶ ἄλλως, “προβλῆτι σκοπέλῳ” (Il. β, 396.). E.Q.

Ἄλλως. μήλοπα, τοὺς πυρούς· μηλοειδὴς γὰρ ὁ καρπὸς τὴν χροιάν. ἢ ἤτοι “αἱ μὲν ἀλετρεύουσι μύλης ἐπὶ μήλοπα καρπόν,” ὅταν πεπανθῇ· οἱ δὲ ὅτι τὸ ἔριον ἐπὶ τοῦ μηροῦ ἔστρεφον· μύλη γὰρ καὶ τὸ ἄκρον τοῦ μηροῦ. καὶ Ἡσίοδος γάρ φησι τὸ “ἀλετρεύ- ουσι μύλης ἐπὶ μήλοπα καρπόν,” ἐπὶ τῆς ἠλακάτης τῆς στρεφομένης δίκην μύλης. μήλοπα γὰρ τὸν τῶν προβάτων καρπὸν, ἤτοι τὸν μαλ- λόν. μυλὼν δὲ καὶ μύλη λέγεται, οὐ μέντοι καὶ μύλος. E. κλώ- θουσιν, ἀλήθουσι. μηλοειδῆ, ἐπεὶ καὶ Δήμητρα ξανθή. ἢ τὸν σῖτον τὸν πυρόν. E.

πολλῆς φροντίδος ἄξιον. Πορφύριος τὸν σῖτόν φησιν, ὡς χροιὰν μήλου ἔχοντα. P.

105. ἠλάκατα] διαφορὰ ἠλακάτης καὶ ἠλακάτων παῤ αὐτῷ ἥδε. ἡ μὲν γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον εἰς ὃ περιειλοῦσι τὸ ἔριον, ἠλά- κατα δὲ αὐτὰ τὰ ἔρια περιειλούμενα τῇ ἠλακάτῃ. τὴν μὲν οὖν ἠλα- κάτην διὰ τούτων δεδήλωκεν, “ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα” (Od. δ, 135.). τετανύσθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπι- μήκη καὶ λείαν. τὰ δὲ ἔρια αὐτὰ ἐπὶ τῆς ἠλακάτης, “ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα” (Od. ζ, 53.). H.P.Q.

106. μακεδνῆς] μακεδνή γίνεται ἀπὸ τοῦ μῆκος καὶ τοῦ δίνη. καὶ μακεδνή ἡ ἐκ τοὕ μήκους δινουμένη, ἤτοι συστρεφομένη. B.

οἷά τε φύλλα μακεδνῆς αἰγείροιο] οἱ μὲν ὅτι ἡλιοτροπίου τάξιν ἐπεῖχον καθήμεναι θεατροειδῶς, οἱ δὲ ὅτι πεπύκνωται τὸ δένδρον. τοῖς φύλλοις. φύλλα δὲ ἤτοι διὰ τὸ πλῆθος, ἢ διὰ τὸ εὐκίνητον τῶν χει- ρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντε- στραμμένα ἀλλήλοις, καὶ εὐκίνητα ῥᾳδίως καὶ ὑπὸ τυχούσης αὔρας, ὡς καὶ Σοφοκλῆς ἐν Αἰγεῖ “ὥσπερ γὰρ ἐν φύλλοισιν αἰγείρου μα- [*](1. ἐξοχῶν addidi ex H. 31. βᾳδίως] Reliquam scholii par- 8. ἢ ἤτοι] Delendum ἢ, nisi plura tem om. P. exciderunt. 32. ἐν Αἰγεῖ Brunckius. ἐναργῶς 12. μαλλόν] μαλόν E. V., om. M. 21. εἶρος] ἦρος H. ἐν φύλλοισιν M. ut correxerat 28. ἐπεῖχον] συνεῖχον H. Barnesius. εὐφύλλοισιν V.)

333
κρᾶς, κἂν ἄλλο μηδὲν, ἀλλὰ τοὐκείνης κάρα κινεῖ τις αὔρα κἀνακου- φίζει πτερόν. M.P.V. τὸ εὐκίνητον αὐτῶν κατὰ τὴν ἐργασίαν δη- λοῖ ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντε- στραμμένα ἀλλήλοις καὶ εὐκίνητα ῥᾳδίως καὶ ὑπὸ τυχούσης αὔρας, ὡς καὶ Σοφοκλῆς ἐν Αἰγεῖ. ἡ εἰκὼν οὖν πρὸς τὸ συνεχὲς τῆς ἐργα- σίας. οἱ δὲ, ὅτι πολλαὶ, καὶ πεπύκνωνται τὰ δένδρα τοῖς φύλλοις. ἔστι δὲ καὶ εὐκράδαντα τὰ τῶν αἰγείρων φύλλα, ὡς καὶ ἐν ὕψει ὄντα. B.E.Q. et partim P.

107. καιροσέων δʼ ὀθονέων] Ἀρίσταρχος, καιροσέων. καῖρος δὲ ὁ μίτος, οὗ παράγωγον τὸ καιρόεις, θηλυκὸν καιρόεσσα. ἡ γενικὴ τῶν πληθυντικῶν, τῶν καιροεσσῶν, καὶ κατὰ συγκοπὴν καιροσῶν, κατὰ δὲ διάλυσιν “καιροσέων δʼ ὀθονέων.” Καὶ ἄλλως. ὅτι καὶ ἐπὶ ἐρίων ὀθόναι λέγονται. καῖρος ἡ διαπλοκὴ τοῦ διάσματος, ἐν ᾗ οἱ στή- μονες καθίενται. ἔνθεν καὶ αἱ καιρωτίδες καιρωστρίδες παρὰ Καλ- λιμάχῳ. ἄλλο δέ ἐστι μίτος, διʼ οὗ τοὺς στήμονας ἐναλλάττουσι χάριν τοῦ τὴν κρόκην πλέκεσθαι. B.H.M.P.T.

ἰστέον ὅτι οὐ μόνον τὴν λινῆν ἐσθῆτα ὀθόνην ἐκάλουν, ἀλλὰ καὶ τὰ διὰ τῶν ἐρίων ὑφάσματα. P.

καιροσέων δʼ ὀθονέων] καῖρος λέγεται ὁ μίτος, οὗ παράγωγον τὸ [*](1. τοὐκείνης] τῆς κείνης M. Mediol. Et sic ap. Eustatb. et ap. κινεῖ τις αὔρα κἀνακουφίζει] Libri Hesvcb. BUTTM. κινήσῃς αὔραις ἀνακουφίζει. Correxi 11. κατὰ δὲ διάλυσιν] καὶ κατὰ διαί- ad Sophoclis Fragm. 24. ρεσιν H. διαιρέσει δὲ ἐξ αὐτῆς T. 5. ἐν Αἰγεῖ] ἐν ἄργει B.E.Q. 12. καιροσέων scripsi pro καιρο- 7. ὡς κσὶ ἐν ὕψει] ὡς ἐν ὄψει P. σέων. 9. καιροσέων] Sic P. in scholio δʼ ὀθονέων om. B. P. Post ὀθονέων T. plane ut in lemmate: neque aliter pergit καὶ ἐπὶ ἐρίων δὲ ὀθόναι λέγονται. in textu, nisi quod ibi ex emend. ἄλλως. καιροσέων. καιρὸς ἡ διαπλοκὴ—. ita repositum videtur, cum antea In H. ὀθονέων. καὶ ἄλλως. καιροσέων ὴ fuerit καιροσσων. In antiquioribus διαπλοκὴ—. autem Odysseae exemplis videtur καὶ ἄλλως] Cod. B. sine verbis καὶ fuisse καιροσσέων: vid. Ern. ad h. l. ἄλλως ita: ὀθόνη λέγεται καὶ ἐπὶ ἐρίων. et Toll. ad Apollon. in v. In B. ἐρίων] ἱερέων P. [et T.] acholium hoc, sine men- 13. καῖρος] καιροσέων H. P. tione Aristarchi, statim incipit καῖ- ἐν ᾗ] ἐν ῷ B. ρος ὁ μίτος. καιρὸς δὲ ὁ μίτος T.] 14. ἔνθεν καὶ αἱ κ.] καὶ αἱ κ. ἔνθεν Contra e Q. seorsim affertur: Ἀρί. (ἔνθα M.) M. T. σταρχος. καὶ ῥοσέων. quod merum καιρωστρίδες M. καιροστρίδεςT. κε- esse mendum puto. BUTTM. ρωστρίδες B. κερυτίδες H. καιρωτίδες P. καῖρος] In P. est καιρός, neque καιρωστρίδες ἢ καιρωστίδες Eustath. p. aliter in Etym. Gud. in v. Sed 1571, 57. καῖρος hic et in seqq. constanter Καλλιμάχῳ] Fregm. 356.)

334
καιρόεις. ἀπὸ μέρους δὲ τοῦ μιτώματος τοὺς ὅλους εὐυφεῖς λέγει. καιροσέων γὰρ τῶν εὖ κεκαιρωμένων καὶ εὐυφῶν. E.H.Q. τῶν καλῶς μεμιτωμένων. καὶ τὰ διʼ ἐρίων ὑφάσματα ὀθόνας ἐκάλουν. E.

καιροσέων] εὐυφῶν, εὖ κεκαιρωμένων. καίρωμα δέ ἐστι τὸ δια- πλεκόμενον ἐν τῷ στήμονι παρὰ τὸν μίτον ὑπὲρ τοῦ μὴ συγχεῖσθαι τοὺς στήμονας. ὅθεν ἀπὸ μέρους, τοῦ μιτώματος, τοὺς ὅλους εὐυφεῖς λέγει. E.P.Q.V.

τὸ δὲ, ἀπολείβεται ὑγρὸν ἔλαιον, ἤτοι οὕτως ἦσαν πυκναὶ ὡς μηδὲ ἔλαιον δἰ αὐτῶν ἐλθεῖν. ἢ ἔξωθεν ὡς ἔλαιον ἔστιλβον διὰ τὴν λευκότητα, ἢ τρυφεραὶ ἦσαν ὡς δοκεῖν ἔλαιον ἀπορρεῖν· ἢ ἀποστίλ- βειν οὕτως τὸν μίτον, ὡς δοκεῖν ἔλαιον ἐκχεῖν. E.Q.V. et ex parte P.

λείπει ὡς. P.

108. τόσσον] ἀντὶ τοῦ τοσοῦτον. P. γράφεται ὅσσον. E.P.

109. νῦν τὸ ὡς ἀντὶ τοῦ τοσοῦτον. V.

110. τεχνήεσσαι] τεχνίτιδες. Gl. M. V.

112. ὄρχατος] δενδροφόρος γῆ. B. ἡ ἐπὶ στίχον καὶ ἐν τάξει τῶν ἀμπέλων φυτεία ὄρχατος λέγεται, ἢ κῆπος. V.

113. τετράγυος] τετράπλευρος, ἢ τεσσάρων γυῶν τὸ μέγεθος. γύη γὰρ μέτρον γῆς. ὁ δὲ γύης δύο στάδια ἔχει. B.E.M. τετρά- γυος] ἀξιοπίστως ὡς ἐπʼ ἀληθέσι καὶ τὰ μέτρα τῆς γῆς προστίθη- σιν. ὁ γύης δὲ δύο στάδια ἔχει. P. T. τεσσάρων μέτρων, πλέθρα ὀργυιῶν. Gl. P.

[*](1. μιτώματος] μιτώεντος H. μινώ- τητος P. εντος Q. 11. ἐκχεῖν Struvius pro ἔχειν. ἀπο- εὐυφεῖς] εὐφυεῖς libri. Correxi ex βάλλειν V. scholio proximo. 13. Addidi τοῦ. 2. εὐυφῶν Buttm. pro εὐφυῶν. 15. τεχνήεσσαι] Vera quam Bek- 4. διαπλεκόμενον] ἐσπλεκόμενον P. kerus restituit scriptura τεχνῆσσαι 5. Pars hujus acholii, ἄλλως. καί- est, de qua vid. Lobeck. Pathol. ρωμά ἐστι τὸ διαπλ.—τοὺς στήμονας Elem. vol. 1. p. 343. est in E.Q., post quae: sequitur τεχνίτιδες M. τεχνίδιες V. scholion supra ex aliis libris ap- 19. τετράγυος —γύης] τετράγυιος— positum, hoc modo, ἡ διαπλοκὴ τοῦ γυίης P. διάσματος, ἐν ᾗ οἱ στήμονες καθίενται 20. τῆς γῆς T. et qui sola verba καὶ αἱ καιροσίδες. καὶ ἔστι καῖρος ὁ τὰ μέτρα τῆς γῆς supra versum habet μίτος, οὗ παράγωγον τὸ καιρόεις (Q. και- H. ταῖς γαῖς P. ρόν), θηλυκὸν καιρόεσσα. ἡ γενικὴ τῶν 21. In T. ὁ γύης δύο στάδια ἔχει. πληθυντικῶν, καιροεσσῶν, καὶ ἐν συγκο- ἀμφοτέρωθεν, ἐξ ἑκατέρου μέρος, πλά- πῇ καιροσῶν, καὶ ἐν διαιρέσει καιρο- τος καὶ μῆκος. ἢ οὕτως, ἀξιόπιστος, ὡς σέων. ἐπʼ ἀληθέσι καὶ τὰ μέτρα τῆς γῆς προ- 9. διὰ τὴν λευκότητα] μετὰ λευκό- τίθησι.)
335

τετράγυος] τεσσάρων γυῶν. γύη δὲ μέτρον γῆς γεωργικόν. V.

ἐρειρέδατʼ] γρ. ἐλήλαται. H.

ἀμφοτέρωθεν] ἐξ ἑκατέρου μέρους εἰς πλάτος καὶ μῆκος. B.E.P. νῦν πανταχόθεν. V.

115. ὄγχναι λέγονται καὶ τὰ κυδώνια καὶ τὰ ἄπια τὰ ἥμερά τε καὶ τὰ ἄγρια. ἀπὸ τοῦ ἄγχειν δὲ γίνεται καὶ τὰ ἀμφότερα. B.E.Q.

οὐ κυκλικῶς τὰ ἐπίθετα προσέρριπται, ἀλλʼ ἑκάστου δένδρου τὸ [*](P. 334. 21. μέτρων] μετρῶν P. ὄνσμα κύριον [Recte intelligit Butt- ἐργυιῶν] ὀργιῶν P. Correxi ex H. mannus, etsi non vidit ὀνομαστικῶς qui sola verba τεσσάρων ὀργυιῶν ha- vitiose pro ὀνοματικῶς scriptum es- bet. Recte Eustath. p. 1572, 18. se.] Hoc certe scholiastae verba, τετράγυος δὲ οὗ ἑκάστη τῶν τεσσάρων quae tamen in his ὃς—ἀχρεῖος emen- πλευρῶν γύην εἶχεν, ἴνα ᾖ τετράπλεθρος, dationis adhuc indigere videntur, φασὶ, τετράγωνος, ἰσόπλευρος. non satis clare loquuntur. Et si P. 335, 4. πανταχόθεν] πάντοθεν ita est, nimium sane mirum, sen- Eustathius. sum vocis alicujus appellativum, et 5. ἄπια] Legebatur ἀπίδια. Cor- eum quidem praeter quem alium rexi ex Eustathio p. 1572, 32. ubi non novimus, tanquam tralaticium et vulgarem opponi nomini homi- ἡ ἀγρία ἄπιος. 7. οὐ κυκλικῶς—ἀλλ᾿ om. T. nis alicujus proprio. Tamen quod Locutio οὐ κυκλικῶς integra est eleganter hic a viro amicissimo ex- sane hic ut supra ad δ, 248. Di. positum est, premere eo minus sus- citur de re, quae fit, vel de verbo, tinebam, quo magis etiamnum illi quod usurpatur more non trala- vocis κυκλικῶς expositioni faveo. Si- ticio, ductum exinde quod ἐν τοῖς mul autem cupio ut ad sustentan- κύκλοις homines tralaticia et trivia- dam eam ex his ὀνομαστικῶς κ. τ. ἐ. lia loqui solent. Eodem pertinet, exquisitiorem aliquam vocis δέκτης arbitror, ad π, 191. et ρ, 25. com- sensum exsculpat aliquis. Quin memorata ἡ κυκλικὴ, tralaticius tex- ipse jam ex collatione cum hac tus, vulgata lectio, ἡ κοινή. De voce, illius alterius quoque, κυκλική, Cyclo vere dixit Hevnius Exc. ad eandem quam Heinrichius nunc ex- Æn. 2, 297. nunquam tale corpus plicationem, per conjecturam pro- plurium poetarum aliter confectum ponere volueram : sed in re in- fuisse quam ut grammaticus ali- certa Boeckhii opinio tanquam ve- quis eorum recensum seu indicem risimilior se mihi commendabat, fecerit: quare Boeckhio de edi- quoniam vox eo sensu, ut in Θη- tione quae cum ceteris poëtis cycli- βαῒς ἡ κυκλικὴ, pervulgata est, illius cis circumlata sit, accedere non autem usus quo ἡ κοινὴ, ἡ δημώδης possum. HEINRICH. Hunc vo- dicta sit ἡ κυκλικὴ vestigium nul- cis κυκλικῶς sensum, quem hic potis- lum: nisi forte, quod ratione et simum locus tantum non porrigere auctoritate non careat, ipsa illa videtur, ipse Boeckhius et ego per- κυκλικὰ ἔπη ab hominum κύκλοις dic- videbamus; sed propter obscurita- ta statuas, et ad idem sic utraque tem quae remanet in priori loco ad sententia redeat. Quicquid est, ab- δ, 248. equidem proferre nolebam jicere ego Boeckhii conjecturam que postea forsitan retractanda es- nunc quoque minime possum, qui sent. Nam quid est illic ἀνομαστι- sciam tam obscuram esse illam de κῶς ἀκουόμενον An idem quod alias Cyclo materiam, ut meris conjec-)

336
ἰδίωμα διὰ τοῦ ἐπιθέτου προστετήρηται. κάλλος μὲν γὰρ πρόσεστι ταῖς μηλέαις ἐπικειμένου τοῦ καρποῦ, τῶν δὲ συκῶν γλυκὺς ὁ καρ- πὸς, ἐλαίας δὲ ἀειθαλὴς ἡ φύσις. ἐκόσμησε δὲ τὴν ἐπαγγελίαν καὶ ἡ ὁμοιοκαταληξία τῶν λέξεων. B.E.P.T.

Ἄλλως. μηλέαι. τὸ μηλέαι ὡς ἰτέαι καὶ συκέαι, ὃ κατὰ κρᾶ- σιν γέγονε καὶ συκαῖ, ὡς γαλαῖ. P.

117. τάων οὔποτε καρπὸς ἀπόλλυται] οὐ μόνον εἰς τὴν ἀπόλαυσιν τῶν κεκτημένων, ἀλλὰ καὶ εἰς ὄψιν τῶν ἐντυγχανόντων. B.P.Q.T. τὸ δὲ ἑξῆς, οὐδʼ ἀπολείπει ἐπετήσιος, ὅ ἐστι διʼ ὅλου τοῦ ἔτους. B.P.Q.

ἐπετήσιος] ἑκάστου ἔτους. ἢ ἐφʼ ὅλῳ τῷ ἔτει τοῦ ἐνιαυτοῦ. V.

118. ἔκφρασις λειμῶνος. P.

119. ζεφυρίη] λείπει, οὖρα. P.

122. ἀλωὴ ἐρρίζωται] ἀλωὴ νῦν ἡ ἀμπελόφυτος γῆ. ἐρρίζωται δὲ, πεφύτευται. B.

123. θειλόπεδον λέγεται ὁ τόπος ἐν ᾧ τίθενται αἱ σταφυλαὶ καὶ ἡλιάζονται. H. P.

θειλόπεδον] ἔνθα θεῖλος γίνεται βοτρύων καὶ ἡλιοῦνται καὶ ψύ- χονται, ἢ ὁ ψυκτήρ. V.

τὸν τόπον τὸν ψυκτῆρα τῶν σταφυλῶν, ἀπὸ τοῦ εἵλω τὸ θερμαί- νω. E.

ἀπὸ τοῦ θέσθαι καὶ τοῦ εἵλη ἡ θερμασία καὶ τοῦ πέδον. ἢ κατὰ πλεονασμὸν τοῦ θ, εἱλόπεδόν τι ὂν, τὸ πεδίον τὸ ἔχον ἕλην, ἤτοι λαμ- πηδόνα. E.

εἱλόπεδον τὸ πέδον τὸ ἔχον ἕλην ἡλίου. τὸ δὲ ἀδιάλειπτον τῆς σταφυλῆς θέλων σημᾶναι φησὶν ὡς τὸ μὲν αὐτῆς πατεῖται, ἄλλο [*](turis non solum quod affirmes, sed legitur Mediolanensi, sed ὁ κυκλικὸς. etiam quod neqes, nitatur. BUTT. quum necessario illic grammaticus Verba scholiastae recte interpreta- aliquis, quicunque ille fuerit, de- tus est Heinrichius, qui similis signandus sit, qui aliam quam Ari- usus exempla addere poterat ex starchus interpretationem propo- schol. Il. ζ, 325. νείκεσσιν· ἡ διπλῆ, suerit. ὅτι κυκλικῶς κατακέχρηται. (ut in 3. ἀειθαλὴς ἡ φύσις] τὸ ἀεὶ θάλλεινQ. schol. Il. μ, 267. κοινὸν δʼ ἐστὶ τὸ νεὶ- 4. ὁμοιοκαταληξία T. ὁμοιοκατάληξις νεσν). et ι, 222. κυκλικώτερον δὲ κατα- ceteri. κέχρηται τῷ στίχῳ. In superiore vero 10. Verba τοῦ ἐνιαυτοῦ delerem scholio ad δ, 248. et librorum scri- prorsus, nisi scirem ἔτος etiam dici pturae et ipsa scholiastae verba de qualibet anni parte, ut τέσσαοα ostendunt veram scripturam esse ἔτη ἐνιαυτοῦ. BARNES. non οὐ κυκλικῶς, quod in uno libro)

337
ψύχεται, ἄλλο τρυγᾶται, ἄλλο περκάζει, ἄλλο ὀμφακίζει, ἵνα διʼ ὅλου ἔτους αὐτῶν ἀπολαύωσιν. B.Q.T.

θειλόπεδον ἐκ τριῶν σύγκειται, ἀπὸ τοῦ θεῖναι καὶ τοῦ ἕλη καὶ πέδον. σημαίνει δὲ τὸν ψυκτῆρα τῶν σταφυλῶν. τινὲς δὲ πλεονασμὸν τοῦ θ φασὶν, ἵνʼ ᾖ εἱλόπεδον, τὸ πέδον τὸ ἔχον ἕλην ἡλίου, ἤγουν θερμασίαν. P.Q.T.

λευρῷ] λείῳ, ὁμαλῷ, ἢ πλατεῖ. V.

124. τέρσεται] ἀντὶ τοῦ πέφρυκται. B. V.

125. τραπέουσι] πατοῦσιν· ἢ εἰς πίθους βάλλουσι, παρὰ τὸ ἐξ ὀπώρας εἰς οἶνον τρέπειν. E.Q.

πάροιθε δὲ] τὸ πλῆθος ἔμπροσθέν ἐστι τούτων ἐν ἑτέρῳ τόπῳ. διὸ πάν ἐπιφέρει, ἕτεραι δʼ ὑποπερκάζουσι, οὐχὶ ὅλαι. E.V. τὸ δὲ ὄμφαξ ἀπὸ τοῦ ὠμόφαξ, καὶ ἐξ αὐτοῦ ὄμφαξ, ὁ ὠμὸς εἰς τὸ φα- γεῖν. E. αἱ ὄμφακες τὸ ἄνθος καὶ τὴν κύπριν μεταβάλλουσιν εἰς σταφυλήν. ἐὰν δὲ στίξωμεν εἰς τὸ εἰσὶ, τὸ δὲ “ἄνθος ἀφιεῖσαι” τοῖς ἑξῆς συνάψωμεν, ἔσται ὁ νοῦς οὕτως· τινὲς αὐτῶν περκάζουσι, τὸ ἄνθος καὶ τὸ θερμὸν τῆς αὐξήσεως λήγουσαι καὶ πεπαινόμεναι. P. Q.

ἄνθος ἀφιεῖσαι] ἀπὸ ἄνθους εἰς ὄμφακας μεταβάλλουσαι. E.V.

126. ὑποπερκάζουσι] τῇ παραστάσει ἀκμάζουσι. οἷον ἐκ τοῦ ὄμ- φακος μεταβάλλουσιν εἰς τὸ μέλαν τῆς σταφυλῆς χρῶμα πεπαι- νόμεναι. V. ὡριμάζουσι, μελανίζουσι. τὸ ἀδιάλειπτον δὲ τῆς στα- φυλῆς διὰ τούτων πάντων θέλει σημᾶναι. E.

τὸ ἕτεραι δοκεῖ παρὰ τὴν Ὁμηρικὴν χρῆσιν ἐνταῦθα κεῖσθαι. εἰ- πὼν γὰρ “ἕτερον μὲν θειλόπεδον, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,” εἶτα ἐκ τρίτου “ἄλλας δὲ τραπέουσιν,” ἐπήνεγκεν “ἕτεραι δʼ ὑποπερκά- ζουσιν.” Ἄττικοὶ μὲν οὖν καὶ ἐπὶ τρίτῳ καὶ τετάρτῳ τάττουσι τὸ ἕτερος, ἀλλʼ οὐς ὁ ποιητής. εἴωθε γὰρ τὸ ἕτερος ἐπὶ δύο τάττειν, ὥς που καὶ ἐν τῇ Πατροκλείᾳ φησὶ, “τῆς μὲν ἰῆς στιχὸς ἦσχε Μενέσθιος αἰολοθώρηξ, τῆς δʼ ἑτέρης Εὔδωρος, τῆς δὲ τρίτης Πεί- [*](1. ψύχεται] ψύγεται P. que ad αὐτῶν ἀπολάβωσιν. Post quæ: 5. ἤγουν θερμασίαν addidi ex T. sequitur scholion inferius (lin. 24.) In P. Q. sequitur τῆς ἕτερον μὲν θει- τὸ ἕτεραι δοκεῖ etc. λόπεδον. τὰ ἀδιάλειπτον θέλει σημᾶναι 8. πέφρυκται Barnes pro πεφύτευ- καὶ φησὶ ὡς et reliqua usque ad ἀπο- ται. λαύωσιν ut in scholio praecedente. 11. τὸ—ἐν] ἤτοι ἐν E. Sic etiam T., nisi quod τῆς ἔ. μ. θ. 12. ὅλαι] ὅλας V. omittit et τὸ δὲ ἀδιάλ. habet, post 25. ἐπήνεγκεν] ἐπήγαγεν P. σημᾶναι autem pergit, καὶ φησὶ καὶ 29. αἰολοθώρηξ om. P. T. τὸ μὲν αὐτῆς πατεῖται et reliqua us-)

338
σανδρος” (Il. π, 173. 179. 193.) ῥητέον δὲ ὅτι κἀνθάδε παραπεφύ- λακται τῷ ποιητῇ ἡ ἀκρίβεια. τῶν γὰρ σταφυλῶν τὰς μὲν πεπείρους ἐπίσταται, τὰς δὲ ὄμφακας. εἶτα περὶ τῶν πεπείρων φησὶν ὡς αἱ μὲν ψύχονται, αἱ δὲ τρυγῶνται, αἱ δὲ ἄλλαι πατοῦνται. τελέσας δὲ τὸν περὶ τούτων λόγον καὶ ἐπὶ τὰς ὄμφακας μεταβαίνει ὅτι αἱ μὲν αὐτῶν ὀμφακίζουσιν, ἕτεραι δὲ μελαίνονται ἐξ ὄμφακος. P.Q.T.

πρὸς τὸ ἕτερον, ὅτι ἐπὶ δύο. ἐπὶ δὲ τοῦ τρίτου, ἄλλας. P.

127. κοσμηταὶ πρασιαὶ] ἐν τάξει διατεθειμέναι, κατασκευασταὶ λαχανιαί. ἢ αἱ τῶν φυτῶν τετράγωνοι σχέσεις, ὡς νῦν κῆπον ἢ στί- χον ἀμπέλων. B.E. εὖ διατεθειμέναι πρασιαὶ, λαχανοφόροι γαῖ. B.P.T. αἱ λαχανεῖαι, ἢ αἱ τῶν φυτειῶν τετράγωνοι σχέσεις ὡς τὰ πλινθία. V.

130. ἡ δʼ ἑτέρωθεν] ἡ δὲ ἑτέρα πρὸς τὸ οἴκημα τὸ ὑψηλὸν ὑπὸ τὴν ὀδὸν τῆς αὐλῆς ὁρμᾷ. M.

132. τοῖά ῥʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα] δαιμονίως κατέ- φυγεν ἐπὶ τὴν θείαν ἐξουσίαν ὅτι ταῦτα παρῆν Ἀλκινόῳ θεῶν δωρη- σαμένων. P.Q.T.

τοῖʼ ἄῤ] τόσα ἔσαν, ὡς “σπάρτα λέλυνται” (Il. β, 135.) κοινῶς, τὸ δὲ Ἀττικὸν τοῖα. H.

134. ἑῷ θηήσατο θυμῷ] δαιμονίως οὐ τοῖς ὀφθαλμοῖς, ἀλλὰ τῇ διανοίᾳ συνελογίζετο, ἐκ τούτων τεκμαιρόμενος τὴν τῶν χρωμένων προαίρεσιν. P. Q.

137. σπένδοντας] ἐκ τοῦ πραττομένου τὴν ὥραν τῆς εἰσόδου δεδή- λωκεν. ἡ δὲ αὐτὴ ὥρα καὶ ἐπὶ τοῦ Πριάμου· ἁρμόδιος γὰρ ὁ καιρὸς πρὸς ἔντευξιν. ἱλαρωτέρους γὰρ ἡμᾶς ὁ οἶνος ποιεῖ. H.P.Q.T.

138. πυμάτῳ] ἐπεὶ ὀνειροπομπὸς καὶ ὑπνοδότης. P. T. ἡ δὲ διπλῆ πρὸς τὸ ἔθος, καὶ ὅτι κοίτου ἀρσενικῶς φησι. P.

πυμάτῳ] ἐπεὶ ὀνειροπομπὸς ἢ ὕπνου παρεκτικός. διὸ καὶ “εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει” (ε, 47.). V.

[*](4. ψύχονται scripsi pro ψύγονται. δώμασι τοῦ Ἀλκινόοιο. BUTTM. Conf. schol. ad 123. 18. τὸ δὲ Ἀττικὸν τοῖα] Hæc non 10. γαῖ] γαῖαι B.T. intelligo. Videtur tale quid dici de- 14. τὴν ὀδὸν] τὴν ὁδὸν M. buisse, τὸ δὲ ἐν Ἀλκινόου Ἀττικῶς ὡς 13. Hic versus in text. P. pri- καὶ τὸ ἐν Ἅιδου καὶ τὸ ἐν Κίρκης καὶ ὅσα mirus omissus ab alia manu ad τοιαῦτα, ut legitur apud Eustath. marginem additus est, atque eo- p. 1574, 37. dem calamo litteris nunc fere eva- 23. ἐκ τοῦ] ἐκ τούτου P. Q. nidis superscriptum τοιαῦτα ἐν τοῖς 27. κοίτου Buttm. pro καὶ τοῦτο.)
339

ὅτε μνησαίατο κοίτου] διὰ τὸ μνείαν ἔχειν λόγου τὸν κοιμώμενον. ἢ ὅτι ὀνειροπομπὸς ἢ ὕπνου παρεκτικὸς ὁ θεός. E.

139. διὰ δῶμα] διὰ τοῦ δώματος. P.

140. ἥν οἱ περιέχευεν] ὅτι τῷ Ὀδυσσεῖ περιέχεεν, οὐ τοῖς Φαίαξιν, ὡς Ζηνόδοτος. τὸ δὲ περιέχευε διχῶς, περιέχευε καὶ περιχεῦεν. H. P.

Ἀθήνη] ἡ φρόνησις αὐτοῦ. P.

143. πάλιν χύτο] ἀντὶ τοῦ ἀφῃρέθη ἀπʼ αὐτοῦ ὁ ἀήρ. B.

144. οἱ δʼ ἄνεῳ ἐγένοντο] εἰκότως ἐθαύμαζον ὅτι προσιόντα οὐκ εἶδον. P.Q.T.

ἄνεω] ἥσυχοι, ὥσπερ μὴ ὄντες. P.

146. Ἀρήτη θύγατερ] κατὰ τὰς ὑποθήκας ἱκετεύει τὴν Ἀρήτην. καὶ τὸ πρὸς Ἀλκίνουν δὲ καθῆκον ἀποπληροῖ πρῶτον αὐτὸν ὀνομάζων, σόν τε πόσιν. P. T.

θύγατερ Ῥηξήνορος] τοῦ διὰ τῆς ἠνορέης ῥήσσοντος τὰς τάξεις τῶν πολεμίων. ἦν γὰρ αὐτῆς πατήρ. P. Q.

148. ὄλβια δοῖεν] ἐν τῷ ὄλβια δοῖεν ἡ στιγμή. λοιπὸν λέγει ποῖα ὄλβια, “ζωέμεναι καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος τὸν ὄλβον.” ἤτοι συναπτέον, ἵνʼ ᾖ ὀλβίως ζῆν. B.P.Q.T. ὄλβια δοῖεν ζωέμεναι] ἐν εὐδαιμονίᾳ παράσχοιεν ζῆσαι. V. ὀλβίως. Gl. P. ἀντὶ τοῦ εὐδαι- μονίαν. Gl. P.

149. ἐπιτρέψειαν] παραδοῖεν. M. V.

οὕτως, ἐπιτρέψειεν, αἱ Ἀριστάρχου. H. P.

151. ὀτρύνετε] ἐπείξατε, παρορμήσατε. V.

152. ἄπο πήματα] ἀναστρεπτέον τὴν ἀπό. δηλοῖ γὰρ τὸ ἄπο- θεν. P.

153. ἕζετ᾿ ἐπʼ ἐσχάρῃ] ἀντὶ τοῦ παῤ ἐσχάρῃ. P. T. τὸ δὲ πὰρ πυρί οὐ μόνον τὸν λόγον ἐντέχνως ὡμίλησεν, ἀλλὰ καὶ διὰ τοῦ σχή- ματος τῆς καθέδρας οἶκτον ἐκίνησεν. ἅμα δὲ καὶ τὴν ἄνασσαν ᾤετο [*](4. οὐ] ἐν H. προβουλευσαμένη τὸν τοιοῦτον καιρόν di- 5. Ζηνόδοτος] Vid. ad v. 41., ubi xit Eustath. p. 1575, 7. Ζenodotus σφισιν ἀχλὺν—κατέχευε 19. ἀντὶ τοῦ εὐδαιμονίαν] Hoc gl. scripserat pro ἥ ῥά οἱ etc. abalia manu habet P. περιέχευε καὶ περιχεῦεν post διχῶς 21. ἐπιτρέψειαν] Sic H. in textu, addit H., om. P. Annotatio in- ἐπιτρέψειεν M. P., sed superscripto in opta, nisi scholiasta scripsit διχῶς, P. a diversis manibus παραδοῖεν, ἐπι- κατέχευε (quod legitur v. 42.) καὶ τρέψειαν. 22. οὕτως Porsonus pro ὄντως. περίχευεν. 6. ἡ φρόνησις αὐτοῦ] ἡ φρόνησις ἡ ἐπιτρέψειεν] ἐπιτρέψοιεν H.)

340
προσηγορίας ἀρχὴν καὶ φιλίας ὑποθήκην αὐτῷ γενήσεσθαι. πρὸς δὲ τοὺς ζητοῦντας πῶς φησιν ὡς χειμῶνος ὄντος Ἀρήτην ἀλεαίνεσθαι παρὰ τῷ πυρί. εὔκρατος γὰρ ὁ ἀὴρ καὶ οἱ καρποὶ διαμένουσι καὶ γειτνιῶσιν Ἠλυσίῳ πεδίῳ μὲν ὄντι, ὅθεν καὶ τὸν Ῥαδάμανθυν διε- κόσμησαν, τὸ δὲ ἀεὶ καθιερωμένον τῇ Ἑστίᾳ πῦρ. T.

154. πὰρ πυρὶ] ἐπὶ τὸ διακονικὸν πῦρ. P.

155. ὀψὲ δὲ δὴ μετέειπε] καὶ πανταχοῦ τῇ σοφίᾳ προεδρίαν ὁ ποιητὴς δέδωκε τῶν ἀρετῶν, διαφερόντως δὲ ἐπὶ τῆς Ὀδυσσέως ἱκε- τείας, τοὺς μὲν ἄλλους Φαίακας ἐκπεπληγμένους καὶ σιωπῶντας εἰσάγων, ὁ δὲ τοῖς ἔτεσι προγενέστερος καὶ τὴν γνώμην φρονιμωτέραν εἶχεν. T. Ἐχένηος] γρ. Ἁλιθέρσης. P. ὁ ποιητὴς πλάττει τοῦτο τὸ ὄνομα· ἀπὸ γὰρ τοῦ ἔχειν τὴν νῆα ἐκάλεσε τοῦτον Ἐχένηον. E.

156. ὃς δὴ Φαιήκων] ἐπειδὴ μέλλει ἐπιτιμήσειν τῷ βασιλεῖ, προσυνίστησι τὸ πρόσωπον ὅτι ὑπὸ γήρως καὶ ἐμπειρίας ἐθάρρησεν ἐπιτιμῆσαι. H. T.

159. οὐ μέν τοι τόδε κάλλιον] ἀντὶ τοῦ οὐ καλόν. P. Q. γρ. καὶ, τό γε κάλλιον. H. P.

161. ἰσχανόωνται] ἐπέχονται τοῦ εἰπεῖν τι πρὸς τὸν ξένον. P.Q.T.

164. οἶνον ἐπικρῆσαι] πρὸς τῷ ὄντι ἕτερον ἐπιχέαι, ὡς τὸ “κέρασσε δὲ νέκταρ ἐρυθρόν (ε, 93.). P.Q.T.

Διὶ] ἱκέσιος γὰρ ὁ θεός. P.

166. ταμίη] ἡ ταμίη ἡ οὖσα ἀπὸ τῶν ἐόντων ἔνδον δούλων· ἢ ἡ ταμίη ἀπὸ τῶν ἐόντων βρωμάτων ἔνδον δότω τῷ ξένῳ φαγεῖν. B.

167. αὐτὰρ ἐπεὶ τόγʼ ἄκουσε] δηλονότι περιμείνας σύμψηφον τῇ ἑαυτοῦ βουλήσει τὴν παρὰ τῶν Φαιάκων κρίσιν εὑρεῖν. P. Q. T.

169. ὦρσεν ἀπʼ ἐσχαρόφιν] αἰτιῶνται δέ τινες τὸν Ἀλκίνοον ὡς φιλόξενον ὄντα ἐπὶ τοσαύτης ὥρας ἐρρίφθαι ἐπὶ κόνει τὸν Ὀδυσσέα. πρὸς σὓς λεκτέον ὅτι οὐκ ἐκ τυραννίδης εἶχε τὴν ἀρχὴν, ἀλλʼ εἰς σὓς ἐπέλασεν. ὁπότε οὖν ἐβούλευσε τὸ κοινὸν, εἰκότως αὐτὸν . . . . ἀνί- στησιν. T.

170. υἱὸν ἀναστήσας] τῶν μὲν ἄλλων οὐδένα ἀποκλίνει, τὸν δὲ υἱὸν τὸν μάλιστα ἀγαπώμενον. τὰ γὰρ ὑπηρετικὰ τῶν ἐπιταγμάτων μάλιστα τοῖς στεργομένοις ἐπιτάττειν εἰώθαμεν διὰ τὸ πρόδηλον [*](16. γρ. καὸ] γρ. δὲ καὶ H. 19. πρὸς] ἐνὶ T. 18. ἐπέχονται τοῦ εἰπεῖν] κατέχονται 29. ἐπέλασεν] ἀπέλακεν T. εἰπεῖν Q. 33. διὰ addidit Prellerus.)

341
εἶναι τὴν εἰς αὐτοὺς εὔνοιαν. πρὸς δὲ τὸ πιθανώτερον ὑπὲρ τοῦ μὴ λυπῆσαι τὸν παῖδα οὕτως εἰσῆκται. τὸ δʼ αὐτὸ καὶ ἐν Ἰλιάδι “πὰρ δὲ Διῒ καθέζετο, εἶξε δʼ Ἀθήνη” (ω, 100.) T.

ἀγαπήνορα] τινὲς τὸν ἀγαπῶντα ἀνδρείαν, τινὲς δὲ τὸν ἀπὸ τῆς ἀνδρείας ἀγαπώμενον· ἢ ὑπὸ τῶν ἀνδρῶν ἠγαπημένον· ἢ φιλάνθρωπον προσηγορικῶς ἀπὸ τοῦ ἀγαπᾶν τοὺς ἄνδρας· ἢ ἀπὸ τοῦ ἀγαπᾶσθαι διὰ τὴν ἠνορέην, ἤτοι τὴν ἀνδρείαν. H.P.Q.V.

174. ἐτάνυσσε τράπεζαν] ὡς πτυκτῆς οὔσης τῆς τοαπέζης. P. ἀθετεῖται τὸ ἔπος ὡς ἀσύμφωνον τῇ τοῦ Ὁμήρου συνηθείᾳ. οὐ γὰρ ποιεῖ τὰς τραπέζας ἀφαιρουμένας παρόντων τῶν δαιτυμόνων, ἀλλὰ μετὰ τὴν ἀπαλλαγήν. H.P.Q.T.

176. εἴδατα πολλὰ] οὐ τῆς σκευασίας, ἀλλὰ τῆς οὐσίας. T. παρεόντων] ἐν τοῖς παροῦσι. P.

183. βραχὺ διασταλτέον μετὰ τὸ πᾶσι. P.

τὸ δὲ ἐπαρξάμενος, ἀπὸ τοῦ πρώτου ἀρξάμενος. P.B.Q.T. τὴν καταρχὴν τῆς πόσεως ποιησάμενος. V.

188. δαισάμενοι κατακείετε] εὐωχησάμενοι καθευδήσατε. ἐκ τοῦ κῶ, κείω. P. κοιμήθητε. Gl. P.

189. ἐπὶ πλέονας καλέσαντες] ἀντὶ τῆς πρός. P.

192. μνησόμεθʼ] γρ. φρασσόμεθα. M.

195. μεσσηγύς γε] ἤγουν ἀναμεταξὺ ἡμῶν καὶ τῆς τούτων πό- λεως. P.

196. πρίν γε τὸν] ἀντὶ τοῦ, πρὶν αὐτόν. ὡς περὶ ἑτέρου λέγει. P.

197. ἅσσα οἱ αἶσα] γενικόν ἐστι τὸ αἶσα, εἶτα εἰδικὸν τὸ κλῶ- θες, ὡς “ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, ἢ καὶ ὀνειροπόλον” (Il. α, 62.). τὸ μὲν γὰρ γενικὸν, τὰ δὲ εἰδικά. B.P.Q.T.

τὸ δὲ κατά πρὸς τὸ νήσαντο· τὸ δὲ Κλῶθες μεταπλασμός ἐστι τοῦ Κλωθοί, ἀπʼ εὐθείας τῆς Κλωθώ, ὡς Σαπφώ, Κλωθοί ὡς Σαπροί. B.H.P.Q.T. αἱ κατακλώθουσαι. Gl. P.

ὅσσα οἱ αἶσα κατακλῶθές τε βαρεῖαι] ὡς γενικόν τιὍμηρος λαμ- βάνει τὸ αἶσα ὡς εἰδικὸν δὲ τὸ “κατακλῶθές τε βαρεῖαι,” ὡς ἐν Ἰλιάδι τὸ “ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, ἢ καὶ όνειροπόλον,” [*](4. ἀπὸ Struvius pro ὑπό. 28. ὡς Σαπφώ—Σαπφοί om. T. 7. ἤτοι τὴν ἀνδρ??ιν addidi ex H. Κλωθοί] κλωθοί H. αἱ Κλωθοί ap. 27. τὸ δὲ κατ܍—τὸ δὲ Κλῶθες Eustath. p. 1575, 42. om. P.)

342
ὡς ἰδιωτικόν. ἡ μέντοι τοῦ κατακλῶθες πρόθεσις ἀποδίδοται πρὸς τὸ νήσαντο. E.

αἱ κατακλώθουσαι καὶ καταμοιροῦσαι ἑκάστῳ τὸ εἱμαρμένον βα- ρεῖαι. V. Ἄλλως. κατακλῶθες] ἐπικλώσεις τῶν Μοιρῶν. MS. Barnes.

Μοῖραι ἐπεισάγουσι τῷ ἀνθρώπῳ, ἡ Λάχεσις, ἡ Κλωθὼ, ἡ Ἀταρ- πώ. Ρ.

199. εἰ δέ τις ἀθανάτων γε] εἰ δὲ θεὸς ὢν ἀνθρωπόμορφος ἥκει, ξένον τι οἱ θεοὶ βουλεύονται. οὐδέποτε γὰρ οἱ θεοὶ ἀλλοιόμορφοι ἡμῖν ἐφαίνοντο, ἀλλʼ ἀναφανδόν. οὐ μόνον δὲ, φησὶν, ἐν θυσίαις ἀναφανδὸν ἡμῖν φαίνονται, ἀλλὰ καὶ ἰδίᾳ. B.P.Q.T.

γράφουσι, κατʼ οὐρανόν, ἵνʼ ᾖ, τῶν κατὰ τὸν οὐρανόν. H. P. ἐν ταῖς Ἀριστάρχου, κατʼ οὐρανόν. M. P.

200. ἐχρῆν δύο εἶναι τὰς ὀξείας ἐν τῷ, ἄλλό τι. P.

201. φαίνονται ἐναργεῖς] διὰ τὸ ὁμοιοῦσθαι τοῖς θεοῖς ἢ κατὰ ἀρετὴν ἢ κατὰ γένος. E.

ἐναργὲς] φανερόν. V.

203. τὸ καθήμενοι τοῖς ἑξῆς βέλτιον συνάπτειν. P.

204. ξύμβληται] ἐντύχῃ). προπαροξύτονον. P.

205. ἐπεί σφισιν ἐγγύθεν εἰμέν] συγγενεῖς γάρ ἐσμεν θεῶν, ὡς οἱ Κύκλωπες τῶν Γιγάντων. ὅμοροι γὰρ οὗτοι, ἢ ἄμφω ἄδικοι. B. T.

206. ὥσπερ Κύκλωπες] ἢ κατὰ γένος, ἢ κατὰ ἀδικίαν, οὕτω καὶ ἡμεῖς κατὰ δικαιοσύνην. B.E.Q. ἀγχιστεύομεν γὰρ αὐτοῖς κατὰ γένος, ὥσπερ οἱ Κύκλωπες καὶ οἱ Γίγαντες ἀλλήλοις ἀγγιστεύουσιν. B.E.Q. T. ἢ ὥσπερ Κύκλωπες καὶ Γίγαντες ἐγγὺς κατὰ γένος, ἢ κατὰ τόπον, ἢ κατὰ ἀδικίαν, οὕτω καὶ ἡμεῖς πλησίον θεοῖς κατὰ δικαιοσύνην. B. E.P.Q.V.

γιγάντων] ὅμοροι γὰρ οὗτοι. ἢ ὅτι ἄμφω ἄδικοι ὑπάρχουσιν ὅμοιοι, οὕτω καὶ ἡμεῖς θεοῖς πλησίον κατὰ δικαιολογίαν. Q.

208. ἄλλο τι μελέτω φρεσίν] οὐκ ἀργῶς ἡ προανάκρουσις. ἐπι- τείνει δὲ τοὺς παρόντας ποθῆσαι μαθεῖν τὰ περὶ αὐτόν. P. Q.

[*](4. ἐπικλώσεις τῶν M.] Sic Apollon. 12. ἐν—οὐρανόν] Hæc P. ab alia in Lex. Hom. manu inter lineas. 6. Ἀταρπώ] Immo Ἄτροπος. 13. ταῖς ἀριστάρχου M. τοῖς ἀρι- 10. ἀναφανδόν] ἀναμφαδόν P. στάρχοις T. δὲ om. P., in quo hoc scholion 21. ἢ T. οἱ B. v. 204. adscriptum. 28. ὅμοροι Buttm. pro ὅμοιοι.)
343

210. στικτέον εἰς τὸ “βροτοῖσι.” τὸ “οὕστινας” ἀφʼ ἑτέρας ἀρ- χῆς. ὑποστικτέον δὲ εἰς τὸ “ἀνθρώπων.” P.

211. ὀχέοντας ὀϊζύν] ἀνέχοντας καὶ βαστάζοντας. ἀπὸ τῶν ὑπο- ζυγίων ἡ μεταφορά. φέροντας τὴν ἐν τῷ βίῳ κακότητα. T. ἐπι- φέροντας ταλαιπωρίαν. B. ὑποφέροντας. ἢ ἔχοντας καὶ βαστά- ζοντας. V. ἐπιφέροντας ἢ ἔχοντας. P.

213. καὶ μᾶλλον ἐγὼ] γρ. καὶ πλείονʼ ἐγώ. P.

214. ὅσσα γε δὴ ξύμπαντα] τοῦτο ἀφʼ ἑτέρας ἀρχῆς ἐν θαυμασμῷ ἀνεφώνησε. B. T.

215. δορπῆσαι] ἔν τισι γράφεται δειπνῆσαι. οὔπω δὲ ὥρα τοῦ ἀρίστου. P.

216. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον] οὐδὲν τῆς γαστρὸς ἐπάνω βέβηκεν εἰς ἀναίδειαν. B.E.P.Q.T. κύντερον γὰρ τὸ ἀναιδέ- στερον, ἀπὸ τοῦ κυνὸς ὄντος ἀναιδοῦς. B. οὐ γάρ τι μισητότερον ἔπλετο καὶ ἐγένετο τῇ γαστρὶ ἄλλο, ὡς ἡ ταύτης τῶν βρωμάτων ἀκάθεκτος ἔφεσις. P. Q. κατατρέχουσί τινες τούτων ἱκανῶς ὡς ἀγενέστατα περὶ τῆς γαστρὸς διαλεγομένου καὶ δεῖπνον ἀπαιτοῦντος, καὶ ταῦτα παρὰ ἀνθρώποις οὓς οὐδέπω εἶδεν· οὐδὲ ἡρωϊκὸν τὸ παράγ- γελμα γαστρὶ εἴκειν. πρὸς σὓς ῥητέον ὅτι ἀποτρίβεται τὴν ὑπόνοιαν τοῦ δοκεῖν εἶναι . . . εἰς ταπεινοὺς λόγους καταβαίνειν λόγους. διὸ καὶ . . . μένειν τὰ περὶ τῆς γαστρός. T.

στυγερῇ ἐπὶ γαστέρι] ἀντίπτωσις. P.

217. ἐκέλευσεν] διὰ τούτου ἐνδείκνυται ὅτι| ἀνάγκη, ὡς ἐπὶ ἀπα- ραιτήτου δεσπότου. T.

ἕο μνήσασθαι] αὐτῆς φροντίσαι. P.

[*](1. στικτέον—ὑποστικτέον] Hæc ra- —δῶμα (v. 223.) T. tio nunc obtinet. Apparet itaque 10. ἔν τισι γράφεται δειπνῆσαι] Hoc ex hoc præcepto, exturbatam esse etiam in H. annotatum. ea aliam, et quidem multo sanio- δειπνῆσαι—ἀρίστου Cobetus. δει- rem, hanc: φυήν· ἀλλὰ θ. βροτοῖσιν, πνῆσαι δʼ οὔπω δὲ ὥρα οὐκ ἀρίστου P. οὕστινας κ. τ. ἑ., τοῖσίν κεν—ἰσωσαί- 13. ἐπάνω βέβηκεν Struvius pro μην. BUTTM. Interpunctionem ἐπαναβέβηκεν. vulgatam præfert Friedlaender. de 18. οὓς—εἶδεν correxi pro οἴους— Nican. p. 65. ἴδεν—. 2. Verba ὑποστικτέον εἰς τὸ ἀνθρώ- 20. Alterutrum λόγους delen- πων sunt etiam in H. dum. ἀνθρώπων] ἄνθρωπον P. 23. τούτου ἐνδείκνυται] τοῦτο ἐκέ- 9. ἀνεφώνησεν] ἀνεφώνησεν· ὥς κ᾿ λευσεν Prellerus. ἐμὲ τὸν δόστηνσν ἐμῆς ἐπιβήσετε πάτρης)
344

Ζηνόδοτος ἕο γράφει ἀντὶ τοῦ ἑαυτῆς. H. P.

δασυντέον τὴν ἕο· πρωτότυπος γάρ ἐστι γενικῆς πτώσεως. P.

221. ληθάνει] λανθάνει ἡ γαστήρ. τὸ ληθάνει ὡς τὸ “μελάνει δὲ πόντος ὑπʼ αὐτῆς” (Il. η, 64.). P.

ἐνιπλήσασθαι] αὕτη μέντοι ποιητικωτέρα. ἡ δὲ Ἀριστάρχου ἐμ- πλησθῆναι. H. P.

222. ὀτρύνεσθαι] ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὅπερ ἀγνο- ῶν Ζηνόδοτος γράφει ὀτρύνεσθε. H. P.

ὀτρύνεσθε] ἐπείγεσθε. M. V.

223. ὥς κʼ ἐμὲ] ἄμεινον ὀρθοτονεῖν τὴν ἐμέ. H. P.

224. βέλτιον τοῖς ἄνω συνάπτειν τὸ “πολλὰ παθόντα,” ἀφʼ ἑτέρας δὲ ἀρχῆς προφέρεσθαι τὸ “ἰδόντα με.” B. P.

καὶ λίποι αἰών] καταλείψειέ με ἡ ζωή. P.

225. κτῆσιν ἐμὴν] ὅτι φιλοχρήματος ἐκ τῶν τοιούτων Ὀδυσσεὺς φαίνεται, κτῆσιν ἐμὴν δμῶάς τε. Q. ἄμεινον ἂν ἔσχε, πατρίδʼ ἐμὴν ἄλοχόν τε. κομιδῆ γὰρ σμικρολόγος φαίνεται προτάσσων τῶν φιλ- τάτων τὴν κτῆσιν, ὡς παρὰ Μενάνδρῳ Σμικρίνης ἐν Ἐπιτρέπουσιν. ὁ δὲ Πῖός φησιν ὅτι διὰ τοῦ “κτῆσιν ἐμὴν δμῶάς τε” συνίστησιν ἑαυτὸν ἐνδεικνύμενος τὴν οἴκοι εὐδαιμονίαν. οὐ μέντοι καὶ περὶ τῆς γυναικὸς νῦν λέγει· τὸ γὰρ ἔχειν γυναῖκα καὶ τοῖς ἀπερριμμένοις ἀκο- λουθεῖ. P.Q. ἐκ τούτου ἐνδείκνυται ὅτι καὶ αὐτός ἐστι τῶν ἐχόντων κτήματα, οὐχ οἷος δὲ ὁρᾶται, ὥσπερ καὶ Ναυσικάᾳ ἔλεγεν “πολὺς δέ μοι ἔσπετο λαός” (Od. ζ. 164.). ἔνδειξιν οὖν ἐποίει ὅτι οὐ πα- ρημελημένος ἦν, ἀλλʼ ἔστιν αὐτῷ καὶ πατρὶς καὶ οἶκος καὶ κτή- ματα. T.

διχῶς, δμωάς καὶ δμῶας. H. P.

226. οἱ μὲν ἔστιξαν ἐπὶ τὸ ἐπήνεον, οἱ δὲ συνῆψαν, ἠδʼ ἐκέλευον πεμπέμεναι. P.

[*](1. ἕο] ἑοῦ Duentzer. Ζenod. p. 10. ἄμεινον— ἐμέ] Hoc scholion 58. Conf. ad ε. 459. et ad Il. β, in P. adscriptum ad ἐκ δέ με v. 220. 239. τ. 384. 17. Σμικρίνης ἐν Ἐπιτρέπουσιν Mei- 5. Ἀριστάρχου] ἄρι H. nek. ad Menandr. p. 64. pro σμι- 7. ὀτρύνεσθαι] ὀτρύνεσθʼ in textu κρύνησιν ἐπιτρέπουσιν. H. P., sed H. in marg. γρ. ὀτρύνεσθαι. 18. ὁ δὲ Πῖός φησιν Maius. ὁ δ᾿ ὅτι ἀπ. H. ὅτι om. P. Sola ver. ἐπεὶ ὃ σφισιν P. ὁ δὲ ἐπειός φησιν Q. ba ἀπ. ἀντὶ προστακτικοῦ habet B. συνίστησιν] Exhibet. commendat. 8. γράφει ὀτρύνεσθε H. γράφει ὀτρύ- Sic ad v. 241. 333. λ, 619. BUTT- νεσθαι P. MANN.)
345

232. ἀπεκόσμεον] ἄκοσμον ἐποίουν τὴν τράπεζαν αἴροντες τὰ ἐν αὐτῇ. P. Q. τὰ ὅπλα νῦν τραπέζας λέγει. P.

ἀφαιροῦνται τὰ σκεύη τὰ ἔχοντα ἔσωθεν τὴν δαῖτα. E.

ἔντεα δαιτός] τὰ σκεύη τὰ ἔχοντά τι ἔσωθεν τῶν εἰς εὐωχίαν, οἷον κρατῆρες, πίνακες, κύπελλα. B.P.T. τὰ ὅπλα τῆς εὐωχίας, οἷον τραπέζας καὶ τὰ τοιαῦτα. V.

234. ἔγνω γὰρ] εἵματα γὰρ ἰδοῦσα φάρος τε χιτῶνά τε ἔγνω. P.T.

235. τά ῥα] ἀντὶ τοῦ δή. P. δή. V.

τεῦξε] Ἰακῶς τὸ τεῦξε. P.

238. ὅτι πρὸς τὸ τελευταῖον ἀποκρίνεται μόνον, τίς τοι τάδε εἵματʼ ἔδωκεν. P. δοκεῖ τισὶ μικροπρεπὲς καὶ ταπεινὸν τὸ τὴν Ἀρήτην παρὰ τοῦ ξένου πρῶτον περὶ τῆς ἐσθῆτος πυνθάνεσθαι. ῥητέον δὲ ὅτι πολ- λῶν ἕνεκα ἐντεῦθεν ἤρξατο. πρῶτον μὲν ἐπιγνῶναι τὴν γυναῖκα τὰ ἱμάτια εἰκὸς ἦν πρώτην· καὶ γὰρ ὑφαίνειν καὶ θεραπεύειν καὶ διαχει- ρίζειν τὰ τοιαῦτα τῆς γυναικείας φύσεως ἔργον. T.

239. οὐ δὴ φῆς] τὸ φῇς ὅτε σὺν τῷ ι γράφεται, ἐνεστῶτός ἐστι καὶ ὀξύνεται, ὅτε δὲ ἄνευ τοῦ ι, παρατατικός ἐστιν Ἰακῶς ἐκ τοῦ ἔφης γεγονὼς καὶ περισπᾶται. P. Q. ἔνιοι γράφουσιν, οὐ δὴ φῇς, ἀντὶ τοῦ,, οὐδὲ ἔφης. H. P. εἶπας. V.

241. ἀργαλέον βασίλεια] τὸ μὲν ἐρώτημα βραχὺ, πόθεν ἔλαβε τὴν ἐσθῆτα· ὁ δὲ οὐκ εὐθὺς δηλοῖ ὅτι παρὰ τῆς Ναυσικάας· οὕτω γὰρ τήν τε Ἀρήτην συνταράξειν ἔμελλε, τήν τε κόρην εἰς αἰσχρὰς ὑποψίας ἐμβαλεῖν, ἑαυτόν τε εἰς κίνδυνον τὸν ἔσχατον καταστήσειν· ἀλλὰ κεφαλαιωδῶς ἀποδύρεται τὰς ἑαυτοῦ συμφορὰς, καὶ τὴν παρὰ Καλυψοῖ διαγωγὴν, καὶ τὸν ἔρωτα τῆς θεοῦ, δἰ ὧν συστήσειν ἑαυ- τὸν ἔμελλεν. ὡς ὁ καταφρονήσας τῶν θεῶν οὐκ ἂν εἰς τὰ ἀνθρώπινα παρανομεῖν ὑπέμεινε. καὶ τὸ πέρας οὕτω διέθηκεν αὐτοὺς ὥστε καὶ ἐπιτιμῆσαι τὸν Ἀλκίνουν, ὅτι μὴ καὶ ἤγαγεν αὐτὸν φανερῶς ἅμα ταῖς θεραπαίναις ἡ θυγάτηρ. E.Q.

διηνεκέως] δἰ ὅλον ἀπʼ ἀρχῆς καὶ ἕως τέλους. E. ὁλοκλήρως. P. νῦν ταχέως· ἢ τὸ σύμπαν. V.

243. τοῦτο δέ τοι ἐρέω] πρὸς τὸ αὐτό. P.

[*](2. τραπέζας scripsi pro τραπέζης. 16. φύσεως ἔργον] Scholion non 1. τὰ ἐν αὐτῇ om. P. integrum. Ormisit librarius reli- 7. εἴματα γὰρ T. εἵματ᾿ P. qua τοῦ λυτικοῦ argumenta.)
346

τὸ μεταλλᾷς ἀντὶ τοῦ πολυπραγμονεῖς καὶ ἀνερευνᾷς, ὥσπερ οἱ τὴν γῆν μεταλλεύοντες καὶ τὰ ταύτης ὑπεξάγοντες ψήγματα. P. Q.

διὰ τοῦτο εἰς ἐπιθυμίαν αὐτοὺς ἄγει καὶ τῶν προσυμβεβηκότων αὐτῷ. P. T.

244. Ὠγυγίη τις νῆσος] ἐπαινεῖται Ὀδυσσεὺς ὅτι πυθομένης τῆς Ἀρήτης πῶς καὶ πόθεν ἔχοι τὰ ἱμάτια, πρὶν περὶ τοῦ ὅπως ἀποκρί- νεσθαι δεξιῶς τὴν μὲν παῖδα πονηρίας ἀπαλλάξειεν, ἑαυτὸν δὲ συστή- σειε τοῖς Φαίαξιν, ἀφʼ ὧν δόξει σεμνότερος εἶναι καὶ τιμιώτερος. εἰ μὲν γὰρ μόνον τὸν ἀποκρίσεως τύπον διῆλθεν, ἴσως ἂν τήν τε κόρην αἰ- σχρᾶς αἰτίας ἔνοχον κατέστησε καὶ τὸν ἑαυτοῦ τρόπον διέβαλεν· ἐπειδὴ δὲ ἄνωθεν ἀρξάμενος τόν τε πλοῦν καὶ τῶν χειμῶνα καὶ τὰς ἀτυχίας τὰς ἐν θαλάσσῃ διηγεῖται καὶ τὴν κατὰ τὸν ποταμὸν ἔκβασιν καὶ τὸ τελευταῖον ἱκετείαν, ᾗ χρησάμενος ἁπάντων τῶν προσηκόντων φησὶ παῤ αὐτῆς τυχεῖν, εὔλογον μὲν τὴν πρόφασιν τοῦ λαβεῖν τὰ ἱμάτια κατεσκεύασε, καλῶς τε τῆς παρθένου τὴν ὑποψίαν ἀπέλαβεν, εὖ δὲ τῆς μητρὸς αὐτῆς τὴν ἀπορίαν ἔπαυσεν, ἀκέραιον δὲ διαβολῆς τὴν ἑαυτοῦ φύσιν κατέστησε. T.

245. δολόεσσα Καλυψώ] καὶ μὴν οὐκ ἦν φαρμακὶς, ἀλλʼ ὅτι αὐτὸν ἦγεν ἐξαπατῶσα καὶ ἀφῄρει τὸν νόστον. T.

248. ἐφέστιον] ἐπὶ τὴν οἰκίαν αὐτῆς ἐπιξενωθησόμενον. V. ἐγκά- τοικον. P.

249. οἶον, ἐπεί μοι νῆα θοὴν] τὸ μὲν ναυαγῆσαι, ἀνθρωπίνης τύ- χης, τὸ δὲ περισωθῆναι ἀπὸ τῆς τῶν θεῶν εὐεργεσίας καὶ εὐνοίας ση- μεῖον. τῷ ἀποτελέσματι οὖν θαρρῶν τὸ ἐκ τῆς τύχης συμβεβηκὸς εἰς τοὺς θεοὺς ἀναφέρει, εἰς ἔλεον ἐπισπώμενος τοὺς Φαίακας. P.Q.T.

ἀργῆτι κεραυνῷ] ταχέως διακονουμένῳ διὰ λεπτότητα. ἔστι δὲ κατʼ ἀντίφρασιν. E.

250. ἐλάσας] γρ. καὶ ἔλσας. H. ἀντὶ τοῦ συστρέψας. H. T. ἔλσας] γρ. ἐλάσας. διεσκέδασε. P. ἀντὶ τοῦ συστρέψας. P.

ἐλάσας] συνελάσας. ἐκέασε] διέσχισε. V. ἐκέασσε, διχῶς. P.

251. ἀπέφθιθεν] ὡς κόσμηθεν. ἀθετοῦνται δὲ στίχοι η΄. ὕστερον γὰρ ταῦτα λέγεται. εἰ δὲ προείρητο, οὐκ ἂν ἐπαλιλλόγει. H. P.

[*](3. διὰ—αὐτῷ] Hæc in fine scho- 31. ἀπέφθιθεν] Conf. schol. ad ε, lii proximi habet T. καὶ τῶν π. P. καὶ προσσυμβεβηκό- στίχοι η΄] Versus dicit 251—258. quibus obeli appicti sunt in M. 30. διχῶς] Id est ἐκέασσε et ἐκέ- 32. προείρητο Porsonus. προηρεῖτο δασσε. H. προηρῆτο P.)
347

252. τρόπιν] τὸ κατώτατον μέρος τῆς νηὸς, περὶ ὃ σχίζεται τὸ κῦμα. ἢ τὸ μέσον τῆς νεὼς ξύλον. P.Q.V. τρόπις λέγεται Λα- τινικῶς δελφίν. H.

δελφῖνον ἐναγκαλισάμενος, περιλαβών. Gl. P.

ἀμφιελίσσης] τῆς ἀμφοτέρωθεν συστρεφομένης ὑπὸ τῶν κω- πῶν. P.

253. δεκάτῃ δέ με νυκτὶ] γρ. δεκάτῃ δʼ ἐν νυκτί. H.

255. τὸ “ἢ με λαβοῦσα” βέλτιον ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώ- σκειν, αὕτη μʼ ἑλοῦσα. P.

256. ἐνδυκέως] ἐπιμελῶς, ἀπὸ τοῦ κῆδος ἡ φροντίς. καὶ ὤφειλεν εἶναι ἐνκηδέως ἀλλ᾿ ἐν μεταθέσει τῶν γραμμάτων καὶ τροπῇ τοῦ η εἰς υ γίνεται ἐνδυκέως. B.

257. θήσειν ἀθάνατον] καὶ διὰ τί μὴ βεβούληται; ἔοικε διὰ τὸ, οὔποτʼ ἔπειθε. δῆλον οὖν οὐ τὸ μὴ θέλειν γενέσθαι ἀθάνατος, ἀλλὰ τὸ μὴ πιστεῦσαι αὐτῇ τοιαῦτα λεγούσῃ. ἡ μὲν γὰρ ἔφασκε ποιή- σειν, ὁ δὲ οὐκ ἐπίστευεν. ἀλλʼ οὐχὶ πιστεύων παρῃτεῖτο. ἥδει γὰρ ὡς σοφὸς ὅτι ἀθανασίαν οὐχ αἱ τοιαῦται δαίμονες χαρίσαιντʼ ἂν, ἀλλὰ τοῦ Διὸς ἂν εἴη καὶ τῶν ἔργων ἃ πέφυκεν ἀπαθανατίζειν. Ἀν- τισθένης δέ φησιν ὅτι τοὺς ἐρῶντας ᾔδη ψευδομένους τὰς ὑποσχέσεις. τοῦτο γὰρ ποιεῖν οὐκ ἠδύνατο δίχα Διός. P.Q.T. τὰ γὰρ οὕτως ἐνδείκνυται ὅτι πάντων τοῦ πραγμάτων προτέθεικε τὸν νόστον, ἵνα μᾶλλον ὑπακούσῃ Ἀλκίνοος. T.

258. οὔτι τε] γρ. οὔποτε. P.

263. Ζηνὸς ὑπʼ ἀγγελίης] ὑπονοῶν Ὀδυσσεὺς φαίνεται τὴν ὑπο- στολὴν τοῦ Ἑρμοῦ· ὡς ἐξαίφνης γὰρ καὶ οὐ προσδοκήσαντος ἐγένετο ἡ ἐκπομπὴ εἰς αὐτόν. T. ἀγνοῶν τὴν ἐπιδημίαν τοῦ Ἑρμοῦ τοῦτο φησί. B. ἀγγελίης, νῦν κελεύσεως. P. V.

ἢ καὶ νόος] διστακτικῶς λέγει. διὸ ὑφʼ ἓν ἀναγνωστέον τὸν στί- χον. οὐδὲ γὰρ ᾔδεῖ εἰ ὁ Ζεὺς ἔπεμψε τὸν Ἑρμῆν. P.Q.T.

264. βραχὺ διασταλτέον μετὰ τὸ, ἔδωκε, τὴν λύσιν τῶν ἑξῆς. P.

269. γαίης Φαιήκων] γρ. γαίης ὑμετέρης. P.

[*](2. ἢ τὸ μέσον—ξύλον om. Q. τὰ γὰρ] Scribendum καὶ γὰρ, nisi 3. δελφίν] δελφῖν H. aliquid excidit. 4. δελφῖνον] Immo δελφῖνα. 28. διστακτικῶς] διστακτικὸν T. In 18. Ἀντισθένης] Cf. schol. ε, 211. Q. est διαστατικῶς ἀναγνωστέον τὸν 19. ᾔδη T. (qui ᾔδει in scholio v. στίχον· οὐ γὰρ ᾔδει εἰ ὁ ζεὺς ἔπεμψεν 263.) εἰδὼς P. Q. αὐτὸν ἑρμῆν. 20. ἠδύνατο T. ἐδύνατο P. Q.)
348

270. τὸ δυσμόρῳ ἀνεφώνησεν. ὄντως γὰρ ἔτι ἔμελλε δυστυχή- σειν. P. T.

279. ἀτερπέϊ χώρῳ] ἀντὶ τοῦ ἀτρεπέϊ. T. ὅθεν οὐκ ἦν τραπῆναι καὶ ἐκφυγεῖν, ἢ ἐκτροπὰς μὴ ἔχοντι καὶ ὁδούς. B.Q.T. ἐκτροπὰς— ὁδοὺς, ὡς τερπικέραυνος. P. χαλεπῷ. Gl. P.

283. θυμηγερέων] ἐμαυτὸν ἐπεγείρων καὶ τὴν ψυχὴν συλλέγων καὶ ἐμαυτὸν ἀνακτώμενος. B.P.T. λειποψυχῶν, ἢ συλλαμβάνων καὶ συνά- γων καὶ ἀνακτώμενος τὴν ψυχήν. E.Q.V.

ἀμβροσίη νύξ] ἐν ᾗ οὐ περιπατοῦσι βροτοί. P. Q.

284. διιπετέος ποταμοῖο] τοῦ ἀπὸ Διὸς ἤτοι ἀέρος ἀρδευομέ- νου. E. τοῦ ὑπὸ τῶν τοῦ Διὸς ὄμβρων πλήρους. P.

285. βραχὺ διασταλτέον μετὰ τὸ ἐκβάς. H. P.

ἐκβὰς ἐν θάμνοισι] τρία εἴδη τῶν φυτῶν, βοτάναι, θάμνοι καὶ δέν- δρα. αἱ μὲν ἐπὶ ἐδάφους τῆς γῆς ἀπομένουσαι βοτάναι λέγονται, αἱ δὲ μέσαι θάμνοι, τὰ δὲ εἰς ὕψος δένδρα. οἷον ἄγρωστις καὶ ἡ λοιπὴ πόα, βοτάνη, βάτοι δὲ καὶ τὰ ἐν τοῖς ὑγροῖς γινόμενα θάμνοι. δέν- δρα δὲ, οἷον συκῆ, ἐλαία καὶ τὰ ὅμοια. E.H.P.Q.

286. ἠφυσάμην] κυρίως οὐ περιεβαλόμην, ἀλλʼ ἐπήντλησα. καὶ ἐπέβαλον ἀθρόα· νῦν δὲ ἐπεχεάμην. Q, V. ἐπεσπασάμην, περιεβα- λόμην. P.

289. δύσετό τʼ ἠέλιος] εἰς δύσιν ἐκλίνετο. Ἀρίσταρχος γράφει δείλετο, ὅ ἐστιν εἰς δείλην ἐκλίνετο. πρὸ δυσμῶν γὰρ, φησὶ, συνέ- τυχε τῇ Ναυσικάᾳ ὁ Ὀδυσσεύς. H. P.

δείλετό τʼ ἠέλιος] ὅ ἐστιν εἰς δείλην ἐκλίνετο· πρὸ δυσμῶν γὰρ συνέτυχε τῇ Ναυσικάᾳ ὁ Ὀδυσσεὺς, τοῦ ἡλίου μὴ φθάσαντος εἰς τὸν δυτικὸν ὁρίζοντα, ἀλλʼ ἐπέχοντος ἐφʼ ἱκανόν. ὅτε γὰρ ἔδυ ὁ ἥλιος, τότε εἰς τὸ ἄλσος ἔφθασαν τῆς Ἀθηνᾶς οὗτοι, ὡς καὶ ὁ ποιητὴς [*](1. τὸ, δ. Buttm. pro τῷ δ. 1580, 17. δυσμόρῳ T. δυσμόρῳ φησὶν P. 22. δείλετο in lemmate scripsi pro ἔμελλεν T. ἔμελλον P. δύσετο. 9. περιπατοῦσι] φέρονται Q. εἰς δείλην—] Vides ipsa Aristar- 12. μετὰ τὸ ἐκβάς om. P. chi verba, quibus suam ille cor- 13. δένδρα] δένδρη H. δένδροι P. rectionem commendabat, poni hic 15. δένδρα] δένδροι P. relata ad lectionem vulgatam. Un. 16. δένδρα] δένδρεα P. de apparet in lemmate reponen- 18. οὐ om. Q. dum esse δείλετο; cui mox in hoc καὶ—ἐπεχεάμην om. Q. ipso scholio scriptura δύσετο ex alio 21. Ἀρίσταρχος] Aristarchi scri- loco tanquam ibi convenientior op- pturam memorat etiam Eustath. p. ponitur. BUTTM.)

349
“δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο” (ζ, 321.), καὶ τὰ λοιπά. E.

δείελον] πρὸς δείλην. V.

290. ἀμφιπόλους δʼ ἐπὶ θινὶ] τὸ γὰρ λέγειν ὅτι ἐκ τῆς βοῆς τῆς ἐπὶ τὴν σφαῖραν ἀνέστην οὐ χάριεν. τί γὰρ ἀναγκαῖον ἦν κατα- γορεύειν τῆς παιδὸς ὅτι ἔπαιξεν, ὡς δηλοῖ καὶ τὸ ἐπιφερόμενον; P. Q. πάντα μὲν εὔκαιρα, δεξιώτατον δὲ εἰς ἀπόλυσιν τῆς ὑπονοίας τὸ μὴ μόνης περιτυχεῖν, ἀλλὰ μετὰ ἀμφιπόλων. T.

292. ἤμβροτεν] ἀπέτυχεν. ἐξ οὗ καὶ ἀμφίβροτος ἡ ἀσπὶς ἡ ἀμ- φοτέρωθεν τὸν βροτὸν περιέπουσα. E.

293. ὡς οὐκ ἂν ἔλποιο] κοσμίως ἄγαν. ὡς γὰρ πατὴρ περὶ νέας διαλέγεται ἀποδεχόμενος τὸ σπουδαῖον τοῦ τρόπου. οὕτω, φησὶ, Ναυ- σικάα πρός με διετέθη καλῶς, ὡς οὐκ ἂν ἐλπίσειας νεώτερόν τινα πρᾶξαι ἐπί τινι ἄλλῳ καθʼ ἡμᾶς πάσχοντι. H.P.Q. Ἄλλως. οὕ. τως Ὁμηρικὸν τὸ τῆς ἑρμηνείας. ἀντὶ γὰρ τοῦ ἔλποιτο. H.

ῥεξέμεν] πρᾶξαι. V.

298. ἀπαμείβετο] ἀνταπεκρίνετο, ὅ ἐστιν ἐξ ἀμοιβῆς προσεφθέγ- γετο. P.

299. τέλεον καὶ μεγαλοπρεπὲς τὸ ἦθος τοῦ Ἀλκινόου τοσοῦτον ἀπέσχε τοῦ μέμψασθαι μικροψύχως τὴν θυγατέρα ἐν τῇ δόσει τῶν ἱματίων, ὡς μᾶλλον αἰτιᾶσθαι ὡς ἐξέλιπεν εὐεργετοῦσα . . τὸ μὴ μετὰ θεραπαινίδος ἀγαγεῖν κατὰ τὴν πόλιν. T.

301. ἐς ἡμέτερον] τουτέστιν εἰς τὸν ἡμέτερον οἶκον. Ἀττικὸς δὲ ὁ σχηματισμός. V. οὕτως, ἡμετέρου. Ἀττικὸν δὲ τὸ σχῆμα ὡς, ἐς διδασκάλου. H. P.

303. μὴ νείκεε κούρην] μὴ τὴν ἄψογον σὴν θυγατέρα τὴν Ναυσι- κάαν, ὦ Ἀρήτη, φιλονεικήσῃς ἐμοῦ ἕνεκεν. αὕτη μὲν γὰρ ἐκέλευσε συνακολουθῆσαί μοι δουλίδα, ἐγὼ δὲ αὐτὴν οὐκ ἠθέλησα. H.P.Q. καὶ ἐνταῦθα τεχνικῶς ἄγαν ὁ Ὀδυσσεὺς ἀπολογεῖται ὑπὲρ τῆς κό- ρης· πλέον γὰρ προενόησε τοῦ τῆς παιδὸς εὐσχήμονος ἢ τοῦ ἰδίου [*](3. δείελω—] Hoc in recentt. 11. ἔλποιο] Sic Q. Sed in P. ἔλ. scholiorum edd. omissum in anti- ποιτο, neque aliter in textu: ubi ta- quioribus legitur inter glossas ad men suprascriptum ἐλπίσειας et ad ἀνῆκεν et τεῆς. Natum autem sus- marg. γρ. ἔλποιο. BUTTM. picor hoc etiam ex Aristarchi lec- ὡς γὰρ] καὶ γὰρ P. tione ita explicata: δείλετο· πρὸς 24. ἡμετέρου] Conf. ad β, 55. δείλην ἦν. BUTTM. 27. ὦ Ἄρήτη om. Q.)

350
ξυμφέροντος, ἐξ οὗ φιλανθρωποτέραν αὐτὴν ἔμελλεν ἀποδεῖξαι. “ἡ μὲν γάρ μʼ ἐκέλευσεν, ἀλλʼ ἐγὼ οὐ πιθόμην.” ἀλλʼ ὁ μὲν τὴν μὲν παρθένον ἀκαταιτίατον ἐφύλαξεν, ἑαυτὸν δὲ ὠφέλησε ψευσάμενος. παραδεκτέον ψεῦδος ὅτε ἑαυτόν τις σώζει μὴ βλάπτων τὸν φίλον. T.

νείκεε] γρ. νεικέο. P.

305. δείσας, αἰσχυνόμενός τε] ψεύδεται μὲν, ἀλλʼ ἀναγκαίως ὑπὲρ τοῦ μὴ βλάψαι τινά. ἰδὼν δὲ τὴν γνώμην τοῦ βασιλέως ἐπὶ τὸ φιλανθρωπότερον ῥέπουσαν ἀμφότερα πράττει. τὴν μὲν γὰρ πρόνοιαν τῆς παρθένου ἐξιδιοποιεῖται, τὴν δὲ φιλανθρωπίαν ἐκείνης οὐκ ἀφαι- ρεῖται. E.P.Q.

δαιμονίως δὲ καὶ ἑαυτὸν τῷ ἁμαρτήματι συμπεριέλαβεν. P. T.

307. δύσζηλοι γὰρ] κακοῦργον γὰρ ὁ ζῆλος καὶ ἐπίψογον τίθε- ται Τ.

309. ξεῖνʼ, οὔ μοι τοιοῦτον] συνῆκεν ὁ Ἀλκίνοος καὶ περὶ ἑαυτοῦ ἀπολογεῖται. T.

φίλον κῆρ] γρ. νόημα. H. P.

310. ἀμείνω δʼ αἴσιμα πάντα] τὰ αἴσιμα πάντα ἀμείνονα εἰσί. δεῖ γὰρ μήτε ἀνάλγητον εἶναι, ὥστε μηδὲ ἐφʼ ἑνὶ κινεῖσθαι, μήτε ματαίως κεχολῶσθαι. ἐφʼ ἑκάστου γὰρ ἄμεινον τὸ σύμμετρον καὶ καθῆκον. E.P.Q. γνωμικὸν, τὰ καθήκοντα καλά εἰσιν. E.P.Q. τὰ καθήκοντα πάντα καλά ἐστιν. V.

311. αἰ γὰρ Ζεῦ πάτερ] τοὺς ἓξ Ἀρίσταρχος διστάζει Ὁμήρου εἶναι. εἰ δὲ καὶ Ὁμηρικοὶ, εἰκότως αὐτοὺς περιαιρεθῆναί φησι. πῶς γὰρ ἀγνοῶν τὸν ἄνδρα μνηστεύεται αὐτῷ τὴν θυγατέρα καὶ οὐ προ- τρεπόμενος, ἀλλὰ λιπαρῶν; P.

αἲ γὰρ, Ζεῦ τε πάτερ] ἄτοπος, φασὶν, ἡ εὐχή· μὴ γὰρ ἐπιστά- μενος ὅστις ἐστὶ μηδὲ πειραθεὶς εὔχεται σύμβιον αὐτὸν λαβεῖν καὶ γαμβρὸν ποιήσασθαι. ἦν μὲν παλαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρί- στους τῶν ξένων καὶ διʼ ἀρετὴν ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ Βελλεροφόντου, Τυδέως, Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώ- [*](5. νεικεο sine accentu P. consuetudine sermonis et antiqui- 7. βλάψαι] θλίφαι E. tatis Homericae abhorreat. Sic 11. δὲ καὶ T. in quo hoc scholion recte interpretatur Lehrs. Ari- proximo adjunctum est. δὲ om. P. starch. p. 354. 20. γνωμικὸν om. P. 38. παλαιὸν ἔθος τὸ προκρίνειν re- 23. εἰ δὲ καὶ Ὁμηοικοὶ] Id est, stitui ex scholio ad v. 313. παλαιὸν etiamsi nihil continent quod a κρίνειν T.)

351
ρων οἱ πολλοὶ, ἀλλʼ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως· “βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας” (Od. ω, 253.) ὁρᾷ δὲ δὴ καὶ ἐκ τῆς ὄψεως τὸν Ὀδυσ- σέα καὶ ἐκ τῶν λόγων τεκμαίρεται τὸ ἀξίωμα τοῦ ἀνδρός. ἴσως δὲ καὶ πεῖραν αὐτοῦ λαμβάνων τοῦτο εἴρηκεν, ὡς εἰ μὲν θέλοι παραμέ- νειν παῤ αὐτοῖς καὶ πολιτεύεσθαι, ἐλέγχοιτο ἂν ἀλαζονευσάμενος περὶ τῆς Καλυψοῦς καὶ δἰ ὧν ἐπιθυμεῖν ἔφησε τῆς πατρίδος καὶ τῶν οἰκείων· οὐ γὰρ εἰκὸς εἶναι τὴν μὲν ἀθανασίαν ὑπεριδεῖν, θνητῆς δὲ γυναικὸς ὑπομεῖναι γάμον. εἰ δὲ μηδὲν προσέχοι τῷ γάμῳ, τεκμή- ριον εἶναι τῆς ἐπιεικείας αὐτοῦ καὶ τῆς πίστεως ὧν ἔφη περὶ τῆς Καλυψοῦς, ὥστε προθυμότερον περιγενέσθαι τὴν παρασκευὴν πρὸς τὸν νόστον, ὡς ἀνδρὸς τιμῆς καὶ πολλῆς χάριτος ἀξίου. T.

312. τοῖος ἐὼν] ἀντὶ τοῦ μένων οἷος εἶ τὴν γνώμην, καὶ μηδὲν τῆς προαιρέσεως τῆς νῦν παρούσης παρατρέπων. P.Q.T.

313. παῖδά τʼ ἐμὴν ἐχέμεν] ταῦτα λέγει πειρώμενον τοῦ Ὀδυσ- σέως, εἰ ταῖς ἀληθείαις παραιτεῖται θεοῦ γάμον. εἰ γὰρ προπετῶς ὑπόσχηται γαμήσειν, πάντως ἐλεγχθήσεται κἀκεῖνο ψευδόμενος. V. ταῦτά φησι πειρώμενος εἰ ταῖς ἀληθείαις ἀπείπατο τὸν τῆς Κα- λυψοῦς γάμον. ἢ τοῦτο μὲν κακόηθες καὶ οὐ βασιλικὸν, οὐδὲ κατὰ τὸ Ἀλκινόου ἦθος. ἀπλοϊκὸς γὰρ μάλιστα εἰσάγεται, ὅπερ συμ- βαίνει περὶ τοὺς ἐκ γενετῆς εὐτυχοῦντας. ἐκεῖνο δὲ ῥητέον ὅτι πα- λαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρίστους τῶν ξένων, καὶ διʼ ἀρετὴν αὐ- τοῖς ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ τοῦ Βελλεροφόντου, Τυ- δέως, Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώρων οἱ παλαιοὶ, ἀλλʼ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως. “βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας” (Od. ω, 253.)· “γενεῇ δὲ Διὸς μεγάλοιο ἐΐκ την” (Od. δ, 27.)· “οἵ τε ἀνάκτων παῖδες ἔασιν” (Od. ν, 223.)· “ἐπεὶ οὔ κε κακοὶ τοι- ούσδε τέκοιεν” (Od. δ, 64.). P. Q. ἐχέμεν—καλέεσθαι] ἀντὶ εὐκτι- κοῦ τοῦ ἔχοιο καὶ καλοῖο. P. T. καλέεσθαι] γρ. καλεῖσθαι. P.

315. αἴ κʼ ἐθέλων] γρ. εἰ. P.

[*](10. ὥστε addidit Prellerus. 15. παραιτεῖται— πάντως] παρῃ- 11. ἀνδρὸς Prellerus. ἀνδρεῖον T. τήσατο— παντελῶς Eustathius p. 12. ἀντὶ τοῦ (τοῦ om. P.) μένων 1581, 27. οἷος P. T. et αὖθι μένων οἷος H. in qui- 18. καὶ οὐ] καὶ οὐδὲ P. bus hoc scholion adscriptum versui 24. τὴν ἀπὸ] ἣν ὰσὸ P. Q. Cor- 314. ad αὖθι μένων. Solum οἷος rexi ex scholio codicis T. (post lemma τοῖος ἐὼν) Q. 25. γενεῇ] γενεὴν P. 13. νῦν H. P. ναυσικάας Q. 27. εὐκτικοῦ om. T.)
352

316. μὴ τοῦτο] τὸ ἑκόντα σὲ ἐρύξαι. P.

317. πομπὴν δʼ ἐς τέδʼ ἐγὼ] ἕως τόδε ἐγὼ τεκμαίρομαι καὶ νοῶ τὴν σὴν προπομπὴν, ἕως ἂν σὺ εὗ εἰδὼς θελήσῃς ἀπελθεῖν οἴκαδε. P.Q.

τεκμαίρομαι] σημειῶ, ὑπονοῶ. P. τελειῶ. V.

Ἀριστοφάνης περισπᾷ τὸ εἰδῇς. P.

318. ἐς τῆμος δὲ] μέχρι τοῦτο. P. ἕν ἐστι τὸ τημόσδε. τὸ δὲ ἐς τόδε καὶ ἐς τημόσδε ταυτὸν δηλοῦσιν, ἀντὶ τοῦ κατʼ αὐτὴν τὴν ὥραν, ὡς εἴ τις λέγοι, ἄνω ἀνάβηθι ἐπὶ τὴν κλίνην. βέλτιον δὲ τοῖς ἄνω συνάπτειν. τὸ τῆμος δὲ οἷον εἰς τοῦτον τὸν χρόνον. P.T.

σὺ μὲν δεδμημένος ὕπνῳ] τίνος ἕνεκεν ὑπνώττοντα Ὀδυσσέα ἄγουσι Φαίακες φαμὲν οὖν ὡς εἰδότες τὸ ἁβροδίαιτον ἑαυτῶν καὶ τὸ περὶ τοὺς πολέμους ἀσθενές· φησὶ γοῦν “οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη” (ζ, 270.)· οὐδένα θέλουσιν ἀκριβῶς μαθεῖν ποίοις οἰκοῦσι τόποις, ἐπανάστασιν πολεμίων δεδοικότες. τούτου χά- οιν καὶ μισόξενοι, καὶ τοὺς ἀφικομένους ἀποστέλλουσι τάχιστα καὶ κοιμωμένους, ἵνα μὴ τὴν ὁδὸν μάθωσι. διὸ καὶ κοιμώμενον ἀποτί- θενται τὸν Ὀδυσσέα, διὰ τὸ μὴ ἰδεῖν εἰς ποῖον λιμένα ἀναπλέουσιν. E.Q.T.

ὕπνῳ λέξεαι] οἱ ναῦται ὑπνώττοντός σου ἐκδέξονται καιρόν. B.

319. ἐλόωσι γαλήνην] ὡς ἐν γαλήνῃ πλέοντες ἢ γαλήνην ἔχοντες. δῆλον γὰρ ὅτι τοιοῦτον παρέξουσι πλοῦν, ὡς δοκεῖ ἐν γαλήνῃ πλεῖν. παραιτητέον γὰρ τοὺς γαλήνην τὴν θάλασσαν ἀκούοντας. T. ἐλαύ- νωσιν ἡσύχως. Q. εὐφήμως τὴν θάλασσαν λέγει, ἢ τὴν γαληνιῶ- σαν οὕτω φησί. B.E.

[*](2. ἐς τόδʼ] ἐστόν· P. in textu a ἔνεστι (corr. ἔν ἐστι) τὸ ἦμος δέ τινες m. prima. ἐλόωσιν. τὸ ἐς τόδε καὶ ἐς τῆμος δέ. ἕως τόδε] ἕως τότε σὲ P. 11. ὑπνώττοντα] ὕπνῳ T. 3. νοῶ] ἐννοῶ P. Ὀδυσσέα ἄγουσι Φαίακες om. T. 6. Ἀριστοφάνης περισπᾷ] Alii igi- 12. φαμὲν] φασὶν T. tur εἴδῃς. ὡς om. T. 7. ἔ. ἐστι—τὸν χρόνον] Sic T. nisi 13. Post ἀσθενὲς T. pergit ἐν τοῖς quod τῆμοσδε et τῆμος δὲ habet. In ἐσχάτοι, γὰρ τόποις κατοικοῦντες πολέ- P. est τὸ ἐς τόδε καὶ τὸ ἐς τῆμος δὲ ταυ- μῳ οὐκ ἐντυγχάνουσιν. οἱ δὲ τὴν ἐρε- τὸν ἀντὶ κατʼ αὐτὴν τὴν ὥραν, ὡς εἴ τις σίαν καιχῶνται μόνην. Reliqua omnia λέγοι, ἄνω ἀνάβηθι, ὑπόθες τὴν κλίνην, omittit. reliquis omissis. Ex H. enotatum 18. λιμένα Struvius pro καὶ ἃμα.)
353

ἐλάσουσι γαληναίως, συνεχῶς. P. τινὲς δὲ, ἐλόωσι. εὐφήμως τὴν θάλασσάν φησι. P.

321. ἑκαστέρω] πορρωτέρω, ἀπὸ τοῦ ἑκὰς, ὃ σημαίνει τὸ πόρρω. B.E.

ἐκτετόπισται τὰ τῆς πλάνης. τῆς γὰρ Σχερίας πόρρω φησὶ τὴν Εὔβοιαν. ἴδιον τοῦτο τῶν ἀπείρων τῆς Ἑλλάδος. P.

323. ὅτε τε ξανθὸν Ῥαδάμανθυν] δῆλον κἀκ τούτου ῥηΐστην βιοτὴν εἶναι ἐνταῦθα. οὔτε γὰρ ὑετὸς οὔτε χειμὼν οὔτε νιφετὸς, ἀλλὰ τὴν Ζεφυρίαν αὔραν ἐπιπνεῖν φασιν . . . . αὐτὸν ὄντα τὸν Ῥαδάμαν- θυν δίκαιον καὶ νομοθέτην. πῶς οὖν ἐν τῇ εκυίᾳ τὰ περὶ Τιτυὸν ἐν τῇ Φωκίδι φησὶ γενέσθαι; καὶ “Λητὼ γὰρ ἥλκησε Πυθώδʼ ἐρχομέ- νην” (Od. λ, 580.). ἴσως ἐν Εὐβοίᾳ μὲν ᾤκει, ἐν Φωκίδι δὲ ἐτελεύ- τησεν. T.

324. Τιτυὸν γαιήϊον υἱόν] τὸν τῆς γῆς υἱόν. κτητικὸς ὁ τύ- πος. V.

Ἐλάρᾳ τῇ Ὀρχομενοῦ, τινὲς δὲ Μινύου, συνελθὼν ὁ Ζεὺς διὰ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἔκρυψεν αὐτὴν κατὰ γῆς. ἡ δὲ ἀνῆκε παῖδα Τιτυὸν, ὃς ἀθέμιστος ἦν. ἠράσθη γὰρ τῆς Λητοῦς, καὶ ἐτοξεύθη ὑπὸ Ἀπόλλωνος. ἧκε δὲ ὁ Ῥαδάμανθος ἐπὶ θέαν τοῦ Τιτυοῦ, ὡς δὴ σω- φρονίσων αὐτὸν ὡς ἀδελφὸν αὐτοῦ. φαίνονται γοῦν οἱ Φαίακες πλη- σίον τῶν μακάρων νήσων κατοικοῦντες. ὅτι δὲ κατῴκει τὸ Ἠλύσιον [*](1. τινες—φησι ab alia m. habet P. 17. ἀνῆκε— Λητοῦς] ἀνῆκε παῖδα 5. φησι Buttm. pro φασί. ἐξοχώτατον, ὃς ὡνομάσθη Τιτυός· ὃς 8. ἐνταῦθα Preller. καὶ ἐνταῦθα T. ἠράσθη Λ. V. 9. Post φασιν in T. spatium tam 19. ἧκε—αὐτὸν] ῥαδάμανθυς δὲ ἧκεν amplum relictum ut dimidia fere ἐποψόμενος αὐτὸν, ἢ διὸς ὢν ἐσωφρόνισεν acholii pars excidisse videri possit. ἑαυτόν H. 16. Μινύου] Sic, teste Maio, in τοῦ Τιτυοῦ—αὐτὸν] τοῦ Τιτυοῦ. ἢ E: in Q. autem Μινόου. P. sine Διὸς ὢν ἐσωφρόνισεν αὐτόν V. Pro Διός mentione Orchomeni sic: Ἐλάρα Barnes. em. δίκαιος conferre jubens τῇ Μινύου μίγνυται Ζεύς. V. in ed. Apollod. 1, 4, 1. Strab. 9. Paus. ant. E. τἦ Ὀρχομενοῦ τινὸς Μίνυος Lacon. et Apollon. schol. Cf. et συνελθών, unde dubius est Barne- mox schol. alterum. Ῥαδ. δὲ ἧκεν sius Μίνωος faciat an Μινύου. Ego ἐποψόμενος Τιτυὸν ἢ διὸς (sic codex, suspicor fuisse τῇ Ὀρχομενοῦ τοῦ Μι- non δίκαιος, quod posuit Creuzer. νύου. BUTTM. Melet. 1. p. 55.) ὢν σωφρόνισεν αὐ- συνελθὼν—Τιτυὸν] μίγνυται Ζεύς. τόν P. BUTTM. δεδιὼς δὲ τὴν Ἥρας ζηλοτυπίαν ὑπὸ τὴν γῆν 20. γοῦν] οὖν P. V. αὐτὴν κρύπτει, ὅθεν ἀναδίδοται Τιτυός P. 21. ὅτι δὲ—] Hæc usque ad fi- 14. γαιήῖον υίὸν τὸν τῆς γῆς est in nem scholii om. V.)

354
πεδίον ὁ Ῥαδάμανθυς ἤδη εἶπεν ὁ Πρωτεὺς ἐν τῷ πρὸς Μενέλαον λόγῳ (δ, 563.) “ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς.” E.H.P.Q.V.

ὁ Τιτυὸς ἦν υἱὸς τῆς γῆς, ὃς ἠράσθη τῆς Λητοῦς, καὶ ὑπὸ Ἀπόλ- λωνος ἐτοξεύθη. τοῦτον οὖν ὁ Ῥαδάμανθος ὁ δικαιότατος παῤ Ἕλ- λησι κριτὴς ἐτιμώρησε πρότερον. P. Q.

325. καὶ μὲν οἱ] γρ. καὶ μὲν οἵ. H. οἱ προειρημένοι ἑταῖροι, ἀναφορικῶς. ἔνθα δὲ, εἰς τὴν Εὔβοιαν δηλονότι. H.

ὄνθ’ ἦλθον] ἐκεῖ εἰς Εὔβοιαν ἀπῆλθον. P.

τέλεσσαν] τὸν μετʼ αὐτοῦ πλοῦν. P.

326. ἀπήγαγον] γρ. ἀπήνυσαν. H. P. ἠγοῦν ἐγκατῴκισαν. P.

327. ἄριστα] κάλλιστα. V.

328. ἀναρριπτεῖν ἅλα πηδῷ] ἀναρριπτεῖν περισπωμένως. ἤγουν ἀνακινεῖν καὶ ἀνακρούειν τὸ ὕδωρ τῷ πηδαλίῳ ἢ ταῖς κώπαις. B.H.P. πηδαλίῳ ἢ κώπῃ. E.

ἀναρρίπτειν] κωπηλατεῖν. ἀναρρίπτεται γὰρ τὸ ὕδωρ ὑπὸ τῶν κω- πηλατούντων. πηδῷ] νῦν οὐ πηδαλίῳ, οὐ γὰρ ἔχουσι πηδάλια, ἀλλὰ κώπαις, παρὰ τὸ παίειν τὴν θάλασσαν· πῆδος γὰρ εἶδος ξύλου· ἢ τῷ πλατεῖ τῆς κώπης. V.

330. εὐξάμενος δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν] γράφεται, ἰδὼν εἰς οὐρανὸν εὐρύν. E.

331. αἴθ᾿ ὅσα] γρ. καὶ, αἴθ᾿ ὡς. P.

333. δαιμονίως ἐν ταῖς ἀποκρίσεσι τοῦ γάμου οὐδʼ ἀκοῦσαι προσε- ποιήσατο, ἀλλὰ μόνου τοῦ νόστου. P.

συνίστησιν ἑαυτὸν ὡς περὶ ἐνδοξότατον πρόσωπον τὴν σπουδὴν καταθησομένου τοῦ Ἀλκινόου. P.

335. κέκλετο δʼ Ἀρήτη] ὁ μὲν βασιλικῶς ὑπέσχηται περὶ τῆς ἀποστολῆς, ἡ δὲ γυναικείως παρασκευάζει τὴν κοίτην. P. Q.

[*](2. ἀλλά σʼ ἐς liquido Tul. quoque, λίοις παλαιοῖς εὕρηται καὶ ὅτι εἶδος ξύλου non utait Creuzer ἀλλ᾿ ἐς. BUTTM. τὸ πηδόν, corrigendum putabat ille 5. ὁ] καὶ ὁ P. in hoc scholio πηδόν. Male. Eusta- 13. ἀναρριπτεῖν π. ἤγουν et καὶ om. thius corrigendus. Nam πῆδος εἶδος B. P. τὸ ὕδωρ om. B. et habet ἐν τῷ π. δένδρου. Vid. Heyn. ad Il. ε, 838 14. ἢ ταῖς κώπαις om. B. et Schneid. in v. BUTTM. 18. παίειν Buttm. pro πλεῖν. 21. ἰδὼν εἰς (ἐς E.) οὐρανὸν εὑρόν] πῆδος] Ita recte editt. ante Bar. Sic M. in textu, superscripto vul. nesium. Sed cum ap. Eunt. ad gato ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε. nostrum locum legatur, Ἐν δὲ σχο-)
355

ἐν μεγάροισι] γρ. ἀμφιπόλοισι. P.

ἀμφιπόλοισι] γρ. ἐν μεγάροισι. H.

336. βραχὺ διασταλτέον καθʼ ἕκαστον, θέμεναι, βαλέειν, τάπη- τας, οὔλας. H.

339. δάος] φῶς, ἀπὸ τοῦ δαίω τὸ μερίζω, διακριτικὸν γὰρ ὄψεως. E. δᾷδα φέγγουσαν, ταχύτητα. Gl. H. P.

340. ἐγκονέουσαι] σπεύδουσαι, ἐνεργοῦσαι καὶ κόνεως πληρούμε- ναι τῇ σπουδῇ τοῦ δρόμου. P.

342. ὄρσο κέων] ἀντὶ τοῦ ὄρσεο ἤτοι διεγέρθητι κοιμηθησόμε- νος. B.

345. ὑπʼ αἰθούσῃ ἐριδούπῳ] ἐν τῷ ἀποσκέπτῳ. P. Q. εὔηχος γὰρ ἡ στοὰ, τοῦ πνεύματος κινουμένου εὐθέως καὶ ἦχον εὐθέως πέμ- ποντος. H. Q.

347. λέχος πόρσυνε καὶ εὐνὴν] διαφέρουσι λέχος καὶ εὐνή. φασὶ λέχος μὲν εἶναι τὴν κλίνην, εὐνὴν δὲ τὰ ἐπὶ τὴν κλίνην μαλάγματα, ὡς αὐτὸς ἐν ἄλλοις “ἀλλʼ ἄγετ᾿ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνὴν, δέμνια καὶ χλαίνας” (Od. ψ, 178.). πόρσυνε δὲ ἀντὶ τοῦ ηὐτρέ- πιζεν. T.

πόρσυνε] γρ. πόρσαινε ἐν ταῖς Ἀριστάρχου. P.