Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Συναγαγὼν ἐκκλησίαν Τηλέμαχος παραγγέλλει τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ Ὀδυσσέως. καὶ λαβὼν παρὰ μὲν Εὐρυκλείας τὰ πρὸς τὴν ἀποδημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς Ἀθηνᾶς ἑταίρους τε καὶ ναῦν, εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος. E.H.M.P.Q.S.V.

[*](1. ὑφ’ ἤμῶν H. ἐφʼ ἡμῶν V. ἐφʼ scholio ad v. 441. ἡμῖν S. παρʼ ἡμῖν E.Q. 15. μαλίων] μαλίον, sic duplici 2. εἶχε] τόδε ἔχει S. λλ, scribenda videtur hæc vox ubi- ἱμάντας S. τοὺς ἱμάντας ceteri. cunque vellus et floccos significat, ὃν—ὃν] ἓν—ἓν Maii editio. ut infra ad δ, 135. ubi vel ex ac- 3. καὶ ἀνοῖξαι] καὶ om. S. centu patet pro μαλίον scribendum τὸ κλεῖθρον] τῷ κλείθρῳ S. esse μαλλίον. Contra μάλιον uno λ νῦν οὖν] νῦν μὲν E.Q. et proparoxytone nonnisi de ca- 4. κλεῖθρον δὲ—ἰμάντος solus ha. pillis in usu fuisse videtur: cf. Schneid. et Ducangium. BUTTM. bet S. 5. ὃς συνέχει-ἔσωθεν ἀνούγειν] Haec 18—22. Hoc argumentum apud soli habent M.S. Post ἀνοίγειν per- Eustathium p. 1429. git S. ἱμάντες, τοῖς ἱμαντοδέτοις δὲ ὧν 20 et 21. τοῦ et τῆς habent M. ἐκτετρημένων ἢ τῶν ἱμάντων, δηλαδὴ et Eustathius, om. ceteri. τῶν ἐνηλάτων, ἔκτασις γίνεται τῷ κρι- 20. καὶ λαβσν] λαβὸν δὲ S. κίω, ᾧ ἐπισπώμεθα τὴν θύραν, τῷ λεγο- 21. ἑταίρους] ἑτέρους S. μένηῳ κόρακι, τῷ ἐπισπάστῳ τῆς θύρας. 22. Post δόναντος H. add. περὶ Quæ partim supra leguntur in τοῦ μὴ εἶναι εἱμαρμένην καὶ τύχην καὶ)
72

Ἅμα ἕω Τηλέμαχος συναγαγὼν εἰς ἐκκλησίαν τοὺς Ἰθακησίους κελεύει τοὺς μνηστῆρας ἀπαλλάττεσθαι τῆς οἰκίας, καὶ ναῦν αἰτή- σας παρʼ αὐτῶν, ὅπως εἰς Πύλον καὶ Σπάρτην πορευθῇ, ἀποτυγχάνει. παρὰ δὲ Nοήμονος λαβὼν καὶ ἐφόδια παρὰ Εὐρυκλείας τῆς τροφοῦ αὐτοῦ λάθρα τῆς μητρὸς ἀποπλεῖ. H.M.S. et MS. Barnes.

1. Τὸ ἦμος τροχαϊκόν ἐστι καὶ διὰ τοῦτο ψιλοῦται. ἀπὸ μέρους καλὴ ἠριγένεια, ἢ ἡ τῷ ἦρι γεννωμένη, τουτέστι τῷ ὄρθρῳ, ἢ ἡ τὸ ἦρ γεννῶσα, τουτέστι τὴν πρωΐαν. E.

ἠριγένεια] ἦρ γεννῶσα, τουτέστι τὴν πρωΐαν, ἢ ἐν τῷ ἦρι γεννω- μένη, ὅπερ ἐστὶν ὄρθρος. Q. V. ῥοδοδάκτυλος δὲ ἀπὸ τῆς πρωϊνῆς ἀνατολῆς καὶ τοῦ χρώματος τοῦ περὶ τὸ διάστημα τὸ πρωῖνὸν τὴν ἡμέραν διʼ ἐπιθέτου κεκσμηκεν. V.

ῥοδοδάκτυλος ἠὼς] ἤτοι ῥοδόχρους. ἀπὸ μέρους καλὴ, ἀπὸ τῆς πρωινῆς ἀνατολῆς. S. ἠὼς διάφορα σημαίνει· τήν τε σωματοειδῆ θεὸν διὰ τοῦ φάναι τὸν ποιητὴν “ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τι- θωνοῖο ὤρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι” (Il. λ,1.) καὶ τὸν ὄρθρον φερωνύμως κληθέντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὡς ὅταν φησὶν “ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν” (Il. θ, 1.)· καὶ τὸ ἀπὸ μέχρις ὥρας ἕκτης διάστημα, ὡς τὸ “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἤμαρʼ (Il. θ, 66.)· καὶ τὴν ὅλην ἡμέραν, καθʼ ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνατολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως, ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται φορὰν ὁ θεὸς οὗτος, τὸ παρʼ ἡμᾶς διεξιὼν ἡμισφαίριον, ὡς τὸ “οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἤλθον ἀμοιβοὶ ἠοῖ [*](γένεσιν κατὰ τοὺς ἄφρονας Ελληνας. 3. τοὺς μ. ἀ. τῆς οἰκίας M.8. τῆς καὶ αὐτὸς ὸ μέγιστος ποιητὴς αὐτῶν οἰκίας μ. ἀ. ceteri. Ὅμηρος μάρτυς. πεποίηται γὰρ οὕτως ἐν 6. αὐτοῦ addidi ex M.S. τοῖς ἔπεσιν αὐτοῦ ὁ Ζεὺς διαλεγόμενος ἀποπλεῖ M.S. ἐκπλεῖ ceteri. πρὸς τοὺς ὁμοίους αὐτῷ δαίμονας περὶ τῆς 8—9. ριγένεια] ἐστὶν, ἡ ἦρ γεν- Αἰγίσθου μοιχείας, καὶ τῆς ἐπὶ τῷδε νῶσα, τουτέστι τὴν πρωίαν, ἢ τὴν ἐν τῷ ποινῆς “ὦ πόποι, οἷον δή νυ θεοὺς αἰτιό- ἦρι γεννῶσαν, ἤτοι τῷ ὄρθρῳ S. ωνται, ἐξ ἡμέων γάρ φασι” καὶ τὰ 17. ὀρνυθ —βροτοῖσι addidi ex H. ἐξῆς. ἕως τοῦ··ἄλγεʼ ἔχουσιν”—quæ M. ad α, 32–35 spectant. CRAMER. 23. ὁπότε–ἠμισφαίριον habent M. 1. Ἄλλη ὑπόθεσις addidi ex H. In V., om ceteri. M.S. est Ἅλλως. 25. ἀμοιβοὶ] ἀμοιβὴ H. P.)

73
τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὥρσε μάχεσθαι. (Il. ν, 793.)· καὶ “ἤματι τῷ προτέρῳ, ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ” (Il. φ, 5.)· καὶ τὸ συν- αμφότερον ἡμέραν τε καὶ νύκτα, καθ ὃ σημαινόμενον καὶ παρὰ τοῖς μαθηματικοῖς νοεῖται, ὡς τὸ “ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη ὅτʼ ἐς Ἵλιον εἰλήλουθαʼ (Il. φ, 80.)· καὶ τὴν ἡλίου πάροδον, καὶ τὸν τό- πον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον· “ὦ φίλοι, οὐ γὰρ ἴδ. μὲν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπῃ ἀννεῖται” (Od. κ, 190.)· νῦν γὰρ, καθά φησιν ὁ Κράτης, τῶν τεσσά- ρων τοῦ κόσμου μέμνηται μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἄπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει. E.H.M.P.Q.V.

εἴπωμεν δὲ καὶ τί τὸ διάφορον τῆς ῥοδοδακτύλου πρὸς τὴν κροκό- πεπλον. διὰ μὲν τοῦ κρόκου τὸ πολὺ τῆς νυκτὸς, ὀλίγον δὲ τῆς ἡμέ- ρας δηλοῖ, ἐν οἷς καὶ μετὰ τὸν ἑωσφόρον αὐτὴν ἀνατέλλειν φησὶν, “ὅντε μέτα κροκόπεπλος (Il. ψ, 227.). διὰ δὲ τοῦ ῥόδου τὸ πολὺ τῆς ἡμέρας, ὀλίγον δὲ τῆς νυκτὸς δηλοῖ, ἐν οἷς τῷ ὄρθρῳ αὐτὴν ἐπά- γει, “ἤμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς·” καὶ τὸ ἤμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅντε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδνατο ἠώςʼ (Il. ψ, 226.)· γεννήσας δὲ ἐκ τῆς κροκοπέπλου τὸν ὄρθρον ἐπάγει τὴν ῥοδοδάκτυλον. ἐν δὲ τῷ “ἠὼς μὲν ἐκίδνατο πᾶσαν ἐπʼ α αν” τὸ ἐκίδνατο παράτασιν ἔχει, οὐ συντέλειαν. ἐπεὶ γὰρ σφαιροειδοῦς ὄντος τοῦ κόσμου καὶ τῆς γῆς οὐχ ἅμα πᾶσι κατὰ τὸ αὐτὸ ὁ ἥλιος ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡμῖν ἐνί- σταται, εἰκότως τὸ ἐκίδνατο ἔφη, τὴν ἐν παρατάσει ἄλλοτε πρὸς ἄλλους ἐπιβολὴν παριστὰς τῆς πορείας. καὶ ὅτι σὺν τῷ [*](1. τότε—μάχεσθαι habent M. P., omittere, ex illis tarmen indiciis for- om. ceteri. tasse colligas lectum etiam olim δεἱο] ὁ ζεὺς T. fuisse ὐρσε M. ἤρχε T. ὦ φίλοι, οὐ γάρ πω ἴδμεν ζόφος οὐδʼ 3. παρὰ om. ed. Mediol. ὅπη ἠώς· 6. οὐ γάρ ποι ἴδμεν ὅπη ζόφος] Sic eo sensu formulæ οὔπω, qui est E.P.Q., nisi quod P. habet οὐ γάρ πη. μ, 208. ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν Schol. vulg. integriori sermone οὐ ἀδαήμονές εἰμεν, et alibi. BUTTM. γάρ πῃ ἴδμεν ζόφος, οὐδʼ ὅπη ἠὼς, οὐδʼ Scripsi οὐ γὰρ ἴδμεν ex M., qui πη ὅπη ἠέλιος: quæ omnia fortasse non super γάρ scriptum habet. οὐ γάρ negligenda sunt, ob digamma læ- πη ἴδμεν H. sum in vulgata apud Homerum, οὐ 8. Κράτης] σωκράτης E.P.Q. σο- γάρ τʼ ἴδμεν, ὅπη ζόφος, οὐδʼ ὅπη ἠὼς. κράτης H. Quamvis enim facillimum sit τε 9. καὶ δύσεως] καὶ om. M.)

74
λέσματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται ἡ μὲν γὰρ θεὸς κροκόπεπλος, ὡς ἂν οὖσα ἔννους τε καὶ ἔμψυχος καὶ ἐν σώ- ματι· τὸ δὲ ἀπʼ αὐτῆς φῶς σκεδάννυτο περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τήν σωματοειδῆ θεὸν ἐν τῷ κροκόπεπλος συνήντησεν αὐτὴν τῷ σκε- δαννυμένῳ ἀπʼ αὐτῆς φωτὶ, εἰπὼν αὐτήν, ἀλλʼ οὐχὶ τὸ ἀπʼ αὐτῆς φῶς σκεδάννυσθαι. ἔνθα δήπου ἡ σωματοειδὴς ἐπεπόρευτο, ἀλλʼ οὐ τὸ ἀπʼ αὐτῆς φῶς ἡμερινόν. ἀλλʼ οἶδεν, ὅπου τὸ ἀποτέλεσμα, ἐκεῖ καὶ τὸ ἀποτελοῦν. E.Q.

2. ὤρνυτ’ ἄρʼ] τὸ διὰ τῆς προτροπῆς τῆς θεοῦ πρόθυμον τοῦ νέουτα διὰ τοῦ ώρνυτο ἐσήμανε. M. Q.S. ὤρνυτο, ὡς τὸ “ώχθησαν δʼ ἀνὰ δῶμαʼ (Il. α, 570.). σπανίως γὰρ ὁ ποιητὴς αὔξει τὴν ἄρχουσαν, εἰ μή που διὰ τὸ μέτρον. M.S.

3. εἵματα ἑσσάμενος] λιτὴν τῆς προόδου τὴν ἀφήγησιν ἐκ τοῦ κοιτῶνος πεποίηται, οἰκείως τῇ ὀρφανίᾳ καὶ τῷ πένθει τοῦ πατρός· οὐχ οἷός ἐστιν Ἀγαμέμνων προὶὼν εἰς ἐκκλησίαν “μαλακὸν δʼ ἔν- δυνε χιτῶνα, περὶ δὲ μέγα βάλλετο φᾶροςʼ (Il. β. 42.). B.H.M.Q. περὶ δὲ ξίφος] σημαίνει ὅτι τὸ παλαιὸν ώμοις τὰ ξίφη περιεβάλ- λοντο καὶ ὡς ἐν Ἰλιάδι φησὶν ὁ ποιητὴς τῇ ῥα δύο τελαμῶνε περὶ στήθεσσι τετάσθην, ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου” (Il. ξ, 404.). E.

4. λιπαροῖσιν] λιπαροῖς καὶ πλουσίοις, μεταφορικῶς. S.

5. βῆ δʼ ἴαεν] διὰ τοῦτο φοβερὸς μέν ἐστι τοῖς ἐχθροῖς, προσφι- λὴς δὲ τοῖς πολίταις. H.

6. ἰψα] ταχέως. S.

αἶψα δὲ] ὁ δέ ποτὲ μὲν παραπληρωματικὸς, ἔστι δʼ ὅτε καὶ ἀντὶ τοῦ γάρ αἰτιολογικῶς λαμβάνεται. M S.

κηρύκεσσι] φύσει μακρὸν τὸ ρυ, κῆρυξ δὲ θέσει. S.

λιγυφθόγγοις] ἡδυφώνοις. S.

κέλευσε] παρεκελεύσατο. S.

[*](1. ἡ μὲν Buttm. pro εἰ μὲν. ὁρφανίαα H. M. ὁρφανεία B. Q. 6. ἀλλʼ οὐ τὸ Buttm. pro ἀλλὰ τὸ. πένθει τοῦ πατρὸς M. πατρὸς πένθει 10. ὥρνυτο—ώχθησαν—που] ὄρνυτο ceteri. —ὤχθισαν—πω M. 15. εἰς ἐκκλησίαν om. B. Q. 13. προόδου Buttm. pro προσόδου. μαλακὸν δʼ] μαλακὸν γάρ φησιν H. ἐκ] Legebatur ὡς καὶ, nisi quod 25. 26. Hoc scholion in S. re- καὶ om. M. fertur ad ἀγορήνδε v. 7. 14. κοιτῶνος M. κοίτου ceteri. 26. αἰτιολογικῶς S. αἰτιολογικοῦ M.)
75

7. κηρύσσειν] οὐδὲν μὲν ἀντιπράττουσιν οἱ στίχοι πρὸς τὴν παροῦσαν ὑποθεσιν, οἰκειότεροι δὲ μᾶλλόν εἰσιν ἐν Ἴμιάδι (β, 51.). M.Q.S.

8. οἱ μὲν ἐκήρυσσον] οὗτοι μὲν οἱ κήρυκες κηρύσσοντες ἐκάλουν, οἱ Ἀχαιοὶ δὲ συνηθροίζοντο πάντες ταχέως. S.

9. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν] οὐ γὰρ ἔδει προφθάνειν αὐτὸν τὴν σύνοδον τῶν πολιτῶν, συνειλεγμένων δὲ αὐτῶν ἀπιέναι. E.M. μετὰ ταῦτα ἀφʼ οὗ δὴ συνήχθησαν, ὁμοῦ δὲ κατὰ ταυτὸν ἐγένοντο. S.

10. βῆ ῥʼ ἴμεν] τὸ ἑξῆς βῆ ῥʼ ἴμεν εἰς ἀγορὴν οὐκ οἶὸς· τὰ δὲ ἄλλα διὰ μέσου διορθωτέον. M.S. ὁρμήσας ἐπορεύθη εἰς δημηγο- ρίαν αὐτός. S.

παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος] ὡς κυνηγὸς πρόεισιν ὁ νέος οὐκ ἄποθεν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων. καὶ γὰρ ἐκεῖνος περὶ τὸν Ἄργὸν ἐσπουδακώς φαίνεται (Od. ρ, 291.), καὶ τὸ σύμβολον τοῦ σώματος ἀπὸ κυνηγεσίων οὐλὴν ἔσχε καὶ ἐν τῇ χλανίδι αὐτοῦ “ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἑλλὸν ἀσπαίροντα λάων” (Od. τ, 228.). οὕτω γὰρ οἱ εὐγενεῖς τῶν νέων ἐπαιδεύοντο. καὶ ὁ Μέναν- δρος, “ἐλεύθερόν τι τολμήσει πονεῖν, θηρᾶν λέοντας, ὅπλα βαστά- ζειν.” ἢ ἀντὶ τοῦ μὲν σκήπτρου τὸ δόρυ κατέχει ὡς οὐ συγχυρούμε- νος εἶναι βασιλεὺς, κύνας δὲ ἔχει ἑπομένους, δηλονότι διὰ τὴν ἐπι- βουλὴν τῶν μνηστήρων, οὐδὲ ἀκολούθους ἔχει θεράποντας. E.H.M. Q. R.

11. ἅμα τῷγε δύω κύνες] τοῦτό τινες σημειοῦνται πρὸς τὸν ἄγροικον τῶν παλαιῶν βίον. ἢ ὡς φιλακόλουθον τὸ ζῷον ἕπεται οὐ κατὰ προαίρεσιν αὐτοῦ. E.M.Q. ἢ ἔθος ἦν τοῖς ἀρχαίοις ἔνα κύνα [*](1. μὲν om. Q. 18. τι] τε M. 2. οἰκειότεροι] οἰκειότερον M. τολμήσει Buttm. pro τόλμης εἷ εἰσὶν ἐν] εἰσὶ τῆ S. 7. σύνοδον—ἀπιέναι] σύνοδον, ἀλλὰ πονεῖν] ποιεῖν H. R. ποεῖν M. συνειλεγμένων τῶν πολιτῶν ἀπιέναι E. θηρᾶν λέοντας Buttm. pro θήραν 12. κυνηγὸς] κυναγὸς H. λέγοντας. 13. ἄποθεν] ἄπωθεν R. 20. κύνας δὲ] δὲ in libris post 14. σύμβολον] συμβάλλον R. συγχωρούμενος lectum huc transpo- 15. οὐλὴν additum ex Eustath. suit Buttm. In V. breve ex hoc P. 1430, 53. a quo ἡ ἀπὸ τοῦ κυνη- scholio excerptum est, Ἀντὶ σκήπτρου γεσίου οὐλὴ dicitur σύμβολον σώματος τὸ δόρυ κατεῖχεν ὡς οὐ συγχωρούμενος εἰς ἀναγνωρισμόν. εἷναι βασιλεύς. καὶ om. E.Q. In H. est δὲ, in- 23. σημειοῦνται addidit Cobetus. terpunctione ante ἔσχε posita. 24. τῶν παλαιῶν M. παλαιὸν E.Q.)

76
κομεῖν πρὸς φυλακὴν, ὡς καὶ Πσίοδος. ὁ δὲ Τηλέμαχος διὰ τὸ ἀσφαλέστερον καὶ τὴν ἐπήρειαν τῶν ἐχθρῶν δύο ἐκέκτητο. M.

14. θώκῳ] τοῦτον οἱ Ἀττικοὶ θᾶκον καλοῦσιν. ἔστι δὲ καθέδρα. H.M.

γέροντες] γέροντας νῦν τοὺς πρεσβυτέρους ἀκουστέον, ὧν ἂν εἴη καὶ ὁ διαλεγόμενος νῦν. τοῦτο δὲ εἰς ἔλεγχον τῶν μνηστήρων. ἤτοι ὅν ἐτίμων οἱ γέροντες διὰ τὸ γένος, τοῦτον ὕβριζον αὐτοὶ καὶ ἀπηξίουν βασιλέα εἶναι ἑαυτῶν. E.H.M.Q.

15. τοῖσι δʼ ἔπειθ] εἰκότως δημηγορεῖ. δέδιε γὰρ ἄμφω τῶν παί- δων, τοῦ μὲν τῇ ἀπουσίᾳ, τοῦ δὲ τῇ ἀταξίῳ. ἅμα δὲ τῷ γέροντι τοῦ δημηγορεῖν ὁ Τηλέμαχος ἤρξατο. καὶ οὐκ ἐπαίρεται τῇ τιμῇ τῶν γερόντων ὁ νέος, ἀλλὰ μιμεῖται τὸ ἠθικὸν τοῦ πατρός. τοιοῦτος γὰρ καὶ ὁ Ὀδυσσεὺς ἐν τῷ λέγειν, οὐ ταχέως ἀρχόμενος, ἀλλὰ “στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας” (Il. γ, 217.) E.H. M. Q.

16. καὶ μυρία ᾔδη] ἐπειδὴ ὑπὸ τοῦ γήρως κυφοὶ γίνονται καὶ οἱ τυχόντες, καὶ οὐ διὰ τὸ γῆρας δεῖ θρασύνεσθαι, πρόσκειται “καὶ μυρία ἤδη.” E.S.

18. εὔπωλον] καλοῖς ἵπποις χρωμένην· ἢ ἐν ἧ καλῶς ἀναστρέ- φεταί τις. P. Q. τὴν εὗ οἰκουμένην, τὴν καλοὺς ἵππους ἔχου- σαν. S.

20. ύματον] ἤτοι προφαγὼν ἄλλους ἐν πρώτοις ὕστατον ἔφαγεν αὐτόν. B.

ὅτι τάχα ἐτιμωρήθη ὑπὸ τοῦ Ὀδυσσέως καὶ οὐκέτι ἄνθρωπον ἔφαγεν. ἢ τὸν ἐν τάξει ἔσχατον. ἢ ἐπιφωνῶν τοῦτο εἴρηκεν. H.M.Q. ἤτοι τὸν ἐν τάξει ἔσχατον. ἢ ἐπιφωνῶν τοῦτο εἴρηκεν, ὄντως πύματον καὶ ἔσχατον, διὰ τὸ τιμωρηθῆναι αὐτὸν ὑπὸ Ὀδυσσέως. ἢ πύματον [*](1. σίοδος] Op. 602. 17. πρόσκειται Buttm. pro πρόκει- 3. καλοῦσιν] λέγουσιν H., qui hoc ται. scholion supra versum habet a m. 25. ἐπιφωνῶν τοῦτο] ἐπιφανῶν τοῦ- sec., omissis verbis ἔστι δὲ καθέδρα. τον Q. 5. γέροντας —διαλεγόμενος νῦν et δὲ 26. ἐπιφωνῶν] ἐπηφρωνέον V. In post τοῦτο om. E.Q. MSS. ἐπιφρονέων, ἐπὶ φονέων; unde 6. τοῦτο δὲ—ἑαυτῶν om. H. Barnesius fecit έπιφωνέων; rectius 8. ἑαυτῶν M. αὐτόν ceteri. ἐπιφωνῶν hic et in scholio Q. Con- 10. ἀταξία H. M. ἀξίᾳ E.Q. fer ἀναφωνεῖν et προαναφωνεῖν in schol. τοῦ δ.] τ δ. H. α. 54. β, 127. 284. 367. BUTT– 11. ἐπαίρεται] ἐπήρτηται H. Fort. MANN. ἐπῆρται.)

77
τῶν ἕξ· ἢ δόρπον πύματον· οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε, συναποβα- λὼν τῷ φωτὶ καὶ τὸ ζῆν, ὡς λέγεται. V.

δόρπον] τὸ καθʼ ἡμᾶς δεῖπνον. τρισὶ δὲ τροφαῖς ἐχρῶντο. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωίας σχεδὸν ἔτι σκο- τίας οὕσης· καὶ ὠνομάσθη ἄριστον ἢ παρὰ τὸ τοὺς λαμβάνοντας εἰς ἀριστείαν ἔρχεσθαι, ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην πρώτην τροφὴν, παρὰ τὸ ἄειρε ὠνομασμένης τῆς λέξεως· “μή μοι οἶνον ἄειρε μελί- φρονα, πότνια μῆτερ” (Il. ζ, 264.) τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθʼ ἡμᾶς λεγόμενον ἄριστον, καὶ ἔστι κατὰ τὸ ἔτυμον δείπονον, μεθʼ ὃ δεἵ πονεῖν, ὅπερ ἐστὶν ἐνεργεῖν· λαμβάνοντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὴν δὲ τρίτην δόρπον, τὸ καθʼ ἡμᾶς λεγόμενον δεῖπνον, καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν πορευώμεθα, ὅπερ ἐστὶ κοιμᾶσθαι. Αἰσχύλος δὲ καὶ τῆς τάξεως τῶν ὀνομάτων μάρτυς ἐστὶ λέγων “ἄριστα, δεῖπνα, δόρπα θʼ αίρεῖσθαι τρίτα.ʼ E.H.M.T.V.

22. δύο δʼ αἰὲν ἔχον] διχῶς Ἀρίσταρχος, “δύο δʼ λλοι ἔχον καὶ δόρ δʼ αἰὲν ἔχον.ʼ H.

23. ἀλλʼ οὐδʼ ὣς] περισπαστέον τὸ ὧς. H.

ἅλλ’ οὐδʼ ὣς τοῦ λήθετο] τὸ συμβαῖνον εἰς τοὺς γονέας παρεφύ- λαξεν. οὐ γὰρ οὕτως ἡ τῶν ζώντων παρουσία εὐφραίνει ὡς ἡ τοῦ ἑνὸς ἀπώλεια λυπεῖ. οὗτος οὖν τρεῖς ἔχων οὐ παύεται τὸν ἀπολωλότα ὀδυρόμενος. E.H.M.Q.S.

24. τοῖς ὅγε] τινὲς, τοὺς ὅγε. H. τοῦ ὅγε] ὑπὲρ τούτου. M.

26. οὕτε ποθ’] Ἀρίσταρχος “οὔτε πω.” τοῦτο δὲ εἰς τὴν ἀναρχίαν, ὅθεν καὶ ἐθρασύνθη τὰ μειράκια, μηδενὸς ἐπιπλήσσοντος ἐκείνοις. H.M.S.

28. ῦν δὲ τίς] τὸ τίς πυσματικὸν ἐνθάδε τυγχάνον φυλάσσει τὸν ἴδιον τόνον. H.M.Q.S.

[*](1. ἢ πύματον τῶν ἔξ-ὡς λέγεται] 13. Αἰσχύλος] Fragm. 181. Hæc ex Eustathio interpolata. 14. ἐστὶ addidi ex H. 3. τὸ (sic etiam T.)—τρισὶ M. 15. θ’ addidi ex Eustathio, qui Legebatur τὸν—τρισσαῖς. sua debet Athenæo 1. p. 11. 6. ἀριστείαν ἔρχεσθαι] τὴν ἀριστεία 19. γονέας H. γονεῖς ceteri. 21. ἑνὸς H. M.S. ἀπελθόντος E.Q. προέρχεσθαι V. 9. μεθʼ ὃ] καθὰ T. 24. οὔτε πω Cobetus pro οτε πέ- 12. ἰαύερπον] Hoc ineptissimum πωκας. quod habet M. et omisso utique etymon plane non assequa- οὔτε S. In H. est οὔτε πέπτωκας. ris nisi rationem habeas cognatio- 27. ἐνθάδε] καὶ ἐνθάδε Q. nis quæ est inter Græcum δ et lit- 28. ἴδιον om. S, teram ἰ vel (dj). BUTTM.)
78

29. ἠὲ νέων ἀνδρῶν ἢ] οὗτοι μὲν ἐγκλίνονται διαζευκτικοὶ ὄντες, οἱ δὲ ἑξῆς περισπῶνται· ἐρωτηματικοὶ γάρ. H. S.

30. ἔκλυεν] τινὲς, πολεμίων στρατοῦ· ἄμεινον δὲ, τοῦ ἐπὶ Ἴλιον στρατεύσαντος. οὗτος γὰρ ἅμα μὲν ὡς περὶ δημοσίων πραγμάτων ἐρωτᾷ, ἄμα δὲ καὶ τὰ αὐτῷ διαφέροντα πολυπραγμονεῖ. H.Q.S.

31. ἡμῖν] ἀπολύτως ἡ ἀντωνυμία, διὸ τὴν προτέραν ὀξυντέον. H.S.

ὅτε] γρ. καὶ, ὅτι. ὅτε] ὅστις. ἐπίρρημα ἀντὶ τοῦ ἡνίκα. Ἄλ- λως. τὸ ὅτε ἀντὶ τοῦ ἡνίκα· κρεῖττον τὸ ὅστις. H.

32. ἠέ ἀντὶ τοῦ η. H. S.

33. ἐσθλός μοι δοκεῖ εἶναι] ἕως τοῦ εἶναι ἡ στιγμή. τὸ δὲ ὀνή- μενος ἠθικῶς ἀναπεφώνηται, ἄξιος ὀνήσεως. H. Q.S. εἰς τὸ ὀνήμε- νος λείπει τὸ εἴη, ἀντὶ τοῦ, εἴη ὀνηθησόμενος. ἡ δὲ στιγμὴ εἰς τὸ εἶναι. τὸ δὲ ὀνήμενος ἠθικῶς ἀναπεφώνηται. B. ἀντὶ τοῦ ὠφελῶν αὐτὸς ἑαυτὸν εἴη καὶ ὄνησιν αὑτοῦ λάβοι. E.

οἱ] ἀπολύτως ἡ οἱ. H.

34. μενοινᾷ] κατὰ διάνοιαν ἐνθυμεῖται, μεριμνᾷ, λογίζεται. H.

35. φήμῃ] τῇ κληδόνι, τῇ μαντείᾳ. λέγει δὲ τὸν λόγον τοῦ Αἰ- γυπτίου, ὃν ὡς μαντείαν ἐκδεξάμενος ὁ Τηλέμαχος ἐχάρη οἰωνιζόμενος ἐκ τούτου ὅτι τὰ κατὰ σκοπὸν αὐτῷ πάντα εἰς τέλος ἀχθήσε- ται. E.

37. μέσῃ ἀγορῇ] μέσον τῶν συνειλεγμένων. S.

στῆ δὲ μέσῃ ἀγορῇ] ὅτι διʼ ἑκατέρας τῆς ποιήσεως θμηρικὸν ὂν τὸ ἔθος τετήρηται. H. S.

39. ἔπειτα γέροντα καθαπτόμενος προσέειπε] ἤτοι τὸν λόγον πρὸς αὐτὸν ποιούμενος ἢ καταπραΰνων καὶ προσαγόμενος. H.S. τὴν ἀπό- τασιν τῶν λόγων ποιούμενος. S.

καθαπτόμενος] πρὸς ἐκεῖνον τὸν λόγον ἀποτεινόμενος. τὸ γὰρ καθάπτομαι ἐπὶ δύο λαμβάνεται, ἐπὶ καλοῦ τε καὶ κακοῦ, ἐπὶ καλοῦ μὲν ἀντὶ τοῦ πρὸς σὲ ποιοῦμαι τὸν λόγον· ἐπὶ κακοῦ δὲ ἀντὶ τοῦ ὑβριστικῶς διατίθεμαι, ὅπερ καὶ γενικῇ συντάσσεται. B.

40. ὦ γέρον] ἀπὸ τοῦ καιροῦ πεποίηται τὴν . . . . ὡς Ὀδυσσεὺς ἐν τῇ τ καὶ Διομήδης ἐν τῇ ξ. H.M.S.

[*](6. Hujus acholii prima tantum 20. σκοπὸν Buttm. pro σκοπῶν. verba in M. supersunt ἀπολύτως ἡ 32. πεποίηται τὴν . . . . . ὡς] πε- ἀντωνυμία, reliquis abscissis. ποίηται ὡς H. τὴν habet S., sed sine 12. ὀνήσεως] ἔσται addit S. lacuna.)
79

τάχα εἴσεαι] γρ. τάχα μαθήσῃ. Η.

41. ἤγειρα] Ζηνόδοτος γρ. ἤγειρε. ἐλέγχεται δὲ διὰ τοῦ “μά- λιστα δʼ ἐμεέ” ἐχρῆν γὰρ εἶναι αὐτόν. Η.Μ.

42. ἔκλυον] γελοίως γράφει Ζηνέδοτος, ἤϊον, ἀπὸ τοῦ ἀίειν, ὅ ἐστιν ἀκούειν. Η.Μ. τηρητέον ὅτι πρὸς τὸ πρῶτον τῇ τάξει πρῶ- τον ἀπήντησεν, ὅπερ σπανίως ποιεῖ. Μ.

45. ὅ μοι κακὸν ἔμπεσεν οἵκῳ] μετὰ τοῦτο ὑποστικτέον. S. V. ὅ μοι κακὸν ἔμπεσεν] Ἀριστοφάνης, ὅ μοι κακὰ ἔμπεσε. τὸ δὲ, ὅ μοι, ἀντὶ τοῦ, ὅτι μοι. Β.Η.Μ. κῆδος λέγει οὕτως, ὅ μοι κακὸν ἔμπεσε κῆδος. Μ. ἐπειδὴ εἶπε κακὸν ἑνικῶς, ὡς λαμβανόμενος ἑαυτοῦ ἐπάγει, οὐχ ἓν κακὸν, ἀλλὰ δύο. Μ.

46. δοιά] ὁ μὲν Ἀριστοφάνης κακά πληθυντικῶς γράφει· ὁ δὲ Ἀρίσταρχος τὸ δοιά ἀντὶ τοῦ διχῶς ἀκούει. Ε.

Ἀρίσταρχος τὸ δοιά ἀντὶ τοῦ διχῶς. συναπτέον αὐτὸ τοῖς ἄνω καὶ στικτέον. Η.

47. πατὴρ δʼ ὣς ἤπιος ἧεν] οἱ ἀρχαῖοι τὴν βασιλείαν ἐμέριζον εἰς τρία ἐπίθετα. τὸν μὲν πρᾶον βασιλέα ὠνόμαζον πατέρα, τὸν ἀπη- νῆ καὶ θυμώδη, δεσπότην τὸν φειδωλὸν καὶ φιλόχρυσον κάπη- λον. Β.

48. νῦν δʼ αὖ] οὐχ ὡς προκρίνων τοῦ πατρὸς τὴν οὐσίαν, ἀλλὰ τὴν κατηγορίαν αὔξων τῶν νέων. ἄλλως τε τοῦτο μὲν ἀμφίβολον, ἐκεῖνο δὲ πρόδηλον. Μ.Q.

[*](1. τάχα μαθήσῃ] Εst glossema. tione. Nam ἠῖών de litore dicitur. 2. Prima tantum verba Ζ. γοάφει 6. πρῶτον—ὅπερ Cobetus. πρώτην ἤγειρεν habet S. —προεῖπε Μ. 3. εἶναι Μ. εἰπεῖν Η. 7. κακὰ Η. κακῶ (sic) Μ. κακὸν 4. γελοίως] γελοῖος Η. Β. et ἔκπεσε pro ἔμπεσε. 9. Post ὅτι μοι in Η. est τινὲς δὲ γράφει om. Μ. ἤῖον Μ. quod Ζenodotus pro ἔ- ἀνα (sic, sine accentu) οἴκῳ, post κλυον sive posuit sive scriptum in quæ finis scholii indicatur duobus libro corrupto invenit ᾐΐονα Η., punctis cum lineola (:—). Idem quod substantivum esse videbatur signum mox post ἔμπεσε κῆδος. Porsono ab Ζenodoto pro ἀγγελίην 10. λαμβανόμενος ἑαυτοῦ] Se ipsum illatum. Illud autem ἤῖον scholiasta reprehendens, i. e. corrigens. Vid. ridiculum vocat propterea quod ad schol. Demost. vol. 8. p. 89, 7. verbi ἀΐειν imperfectum ἤῖον inaudi. Idem p. 211, 15. αὐτὸς ἑαυτοῦ ἐλά- tum est. Nam ἤῖον ubi apud Εpi. βετο. ἐπιδιόρθωσιν dicit Εustath. p. cos legitur est ab verbo εἴμι. Νi. 1433, 52. hilo melior altera scriptura ἤῖόνʼ 12. κακὰ] κακῶς Ε. (nam hoc accentu id scribendum 13. ἀκούει Buttm. pro ἀνύει. foret), inaudita nuntii significa- 20. προκρίνων Μ. πρὸ ἐκείνων Q.)
80

50. ἐπέχραον] Ἀριστοφάνης, ἐπέχρων. Η. ἐπῆλθον μετὰ βλά- βης καὶ ἐπηρείας ἐπηρεάζοντες. S. ὡς πολλάκις Τελχῖνες. Μ.

51. τῶν ἀνδρῶν φίλοι υἷες] τουτέστι τῶν ἐνθάδε ἀρίστων υἱοί. Β.Η. καὶ μὴν δώδεκα μόνοι ἦσαν ἀπὸ τῆς Ἰθάκης· ἀλλʼ ἐκείνων ἔδει μάλιστα κατηγορεῖν, σὓς ἔστι συλλαμβάνεσθαι τῷ πολίτῃ βια- ζομένῳ ἄλλως τε καὶ τῶν ἄλλων μείζονες ἦσαν, ὡς αὐτός φησιν

  • ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι·
  • ἴδιον οὖν τὸ ἀδίκημα ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθη- σάντων ὡς ἂν ἡγεμόσι καὶ ἀριστέων παισίν. ἐν πᾶσι γὰρ τὸ ἡγεμο- νικὸν ὀλιγώτερον τῶν ἀρχομένων, καὶ τῷ ἡγεμονοῦντι, κἂν ὀλίγον ᾖ, πείθεται τὸ ἡγεμονούμενον πλῆθος. Η.Μ Καὶ ἄλλως. Ἀριστοφάνης προστίθησιν
  • ἄλλοι θʼ οἳ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
  • Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  • οὐκ ὀρθῶς· περὶ γὰρ τῶν ἐν Ἰθάκῃ φροντίζει μόνων, σὒς ἀπελάσας, οὐκ ἂν ἐφρόντισε τῶν λοιπῶν. Η.Μ.

    ἑκατὸν δέκα καὶ ὀκτὼ σχεδὸν τῶν ἀπάντων ὄντων μνηστήρων, ἀπὸ τούτων δὲ ἐκ τῆς Ἰθάκης “δυοκαίδεκα πάντες ἄριστοι” (π, 251.) ῥηθέντων, ζητεῖ Ἡροκλείδης πῶς ὁ Τηλέμαχος κατασμικρύνει ἐν τῇ δημηγορίᾳ συστέλλων τὸ πλῆθος εἰς μόνους τοὺς Πθακησίους. τί γὰρ ἔφη ῾œ“μητέρι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φί- λοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι;” τὸ γὰρ πολὺ φορτίον τῆς μνη- στείας περιῄρηκε συστείλας τὸ πλῆθος εἰς τοὺς ἐνθάδε, τοὺς ὄντας ἐλάχιστον μέρος τοῦ παντὸς πλήθους. φαίη δʼ ἄν τις ἐν Ἰθάκῃ δη- μηγοροῦντα τὸν Τηλέμαχον τῶν ἐξ Ἰθάκης εἰκότως κατηγορεῖν. ῥη- [*](2. ὡς πολλάκις] μητέρι μὲν ὡς πολ- 13. ἄλλοι—Ζακύνθῳ] Εx Od. α, λάκις Μ. Delevi μητέρι μὲν, quæ 245. ubi legitur ὅσσοι γὰρ νήσοισιν verba lemma scholii sunt ex μη- etc. τέρι μοι corruptum. 14. Δουλιχίῳ] δουλιχίῃ Μ. 3. ἀρίστων Η. ἄριστοι Β. Σάμῃ] σάμηῳ Η. 4. καὶ μὴν—βιαζομένῳ] Ηæc verba 15. μόνων] μόνον Μ. sunt etiam in Β. ἀπελάσας] ἀπώλεσας Μ. 5. ἔδει—σ. τῶ ποιητῇ] δεῖ—σ. μᾶλ- 16. τῶν λοιπῶν] τὸ λοιπόν Μ. λον τῷ ποιητῇ S. 17. τῶν ἁ. ὄνίων H. R. ὄντων τῶν 9. ἀριστέων] ἀρίστων Μ., sed su. ἁ. Q. perscripto εα. 19. ῥηθέντων Η. ῥηθεν R. ῥηθέντες παισίν Μ. πᾶσιν Η. 10. ὀλίγον Μ. ὀλιγοστὸν Η. In κατασμικρύνει] σμικρύνει Q. scholio proximo est ὀλίγιστον. 21. ἔφη] φησι R. 11. καὶ ἄλλως om. Μ. 24. μέρος R. Legebatur μετά.)

    81
    θέντων δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπολογία μᾶλλον ἦν τοῖς πατράσι τὥν Ἰθακησίων, ὅτι οὐχ οἱ ἡμέτεροι μόνον, ἀλλὰ καὶ ἄλλοι, καὶ δεῖ πρό- τερον ἐκείνους κωλύειν πλείους ὄντας· τοῖς γὰρ πολλοῖς ἀκολουθήσειν καὶ τοὺς ἐλάττους. εἰ γὰρ ἁπλῶς ἔφη “ μητέρι μοι μνηστῆρες ἐπέ- χραον οὐκ ἐθελούσῃ,” κοινῶς ἂν κατηγόρησεν ἀλλοδαπῶν καὶ ξένων ἐν ἀλλοτρίοις ἀκροαταῖς. ἡ δὲ ἐπαγωγὴ ἡ “τῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐν- θάδε γʼ εἰσὶν ἄριστοι” ἴδιον τὸ ἀδίκημα ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθησάντων, ὅτι τῶν ἀρίστων ἐν Ἰθάκῃ ἦσαν παῖδες οἱ Ἰθακήσιοι μνηστῆρες. ὡς ἂν οὖν ἡγεμόσιν οἱ ἄλλοι εἵποντο. ἐν πᾶσι γὰρ τὸ ἡγεμονοῦν ὀλιγώτερον τῶν ἀρχομένων, καὶ τῷ ἡγεμονοῦντι, κἂν τὸ ὀλίγιστον ᾖ, πείθεται τὸ ἄλλο πλῆθος εἴς τε τὰς ἐπιθέσεις καὶ τὰς ἀποχὰς τῶν πραττομένων. Η.Μ.Q.R.

    52. οἳ πατρὸς μὲν] διαβάλλει τὴν μνηστείαν ὡς πρόφασιν οὖσαν τῆς ἁρπαγῆς τῶν χρημάτων. ἐξὸν γὰρ κατὰ νόμους μνηστεύεσθαι παρανόμως ἡμῖν ἐνοχλοῦσιν. Η.Q. δῆλον ἐκ τούτων ὅτι ὁ Ἰκάριος θακήσιος ἦν. ἔφη γοῦν “εἰς οἶκον.” εἰ δὲ ἦν ξένος, ἔφη ἂν ποτὶ ἄστυ ἢ πρὸς τὴν γαῖαν. εἰ δὲ ἦν Σπαρτιάτης, πῶς εἰς Σπάρτην ἐλ- θὼν Τηλέμαχος οὐ συνέτυχεν αὐτῷ; πῶς τε ὁ φιλοδέσποτος Εὔμαιος κατηρᾶτο τῇ δεσποίνῃ λέγων “ ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέ- σθαι πρόχνυ” (ξ, 68.); Ἰκάριος γὰρ καὶ Τυνδάρεως ἀδελφοὶ, καὶ περιείχετο τῇ κατάρᾳ ἡ Πητελόπη, ὡς θυγάτηρ ἐκείνου τοῦ Ἰκαρίου. πῶς τε Ἀθηνἅ ἐν Σπάρτῃ ὄντι τῷ Τηλεμάχῳ φησὶν “ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι” (ο, 16.); ὡς γὰρ ἐν Ἰθάκῃ οἰκούντων ποιεῖται τὸν λόγον. Η.Μ.Q.

    53. ὥς κʼ αὐτὸς] γρ. ὅς. Ρ. ὅς] γρ. ὧς. Η.

    ἐεδνώσαιτο] ἕδνα ἐπιδώσει, ἀποπροικίσει, χρήματα δώσει· καὶ κυρίως μὲν ἕδνα ἐστὶ τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ· [*](15. παρανόμως Η. παρανόμοι Q. quæstione vid. schol. ad δ, Ι. δῆλον ἐκ τούτων] ἐκ τούτου δῆλον S. 19. κατηρᾶτο correxi pro κατηγο- ὁ addidi ex Μ.S. ρᾶτο, quod est in Η. κατηγορεῖτο Q. 16. ἦν] μὲν Μ. διατερεῖτο Μ. ἔφη γοῦν] γοῦν Μ. i. e. φασὶ 25. ὡς θ. ἐνείνου τοῦ ἰκαρίου Μ. γοῦν, quod est in S. εἴπερ ἐκείνη τοῦ ἱκαρίου ἦν θ. Η.Q. εἰ δὲ—ποτὶ S. Legebatur εἰ γὰρ 26. ἀποπροικίσει, χρήματα δώσει ad- —πρὸς τό. Quæ post ἄστυ leguntur didi ex S. usque ad finem scholii non habet S. 27. ὑπὸ Ρ. ἀπὸ ceteri. 17. πῶς εἰς Σπάρτην—] De hac)

    82
    νῦν δὲ καταχρηστικῶς κεῖται ἡ λέξις ἀντὶ τοῦ χρήματα ἐπιδοίη. Η.Ρ.Q.S.V.

    55. οἱ δʼ εἰς ἡμετέρου] ἀπὸ κοινοῦ τὸ πατρός· ἢ ἀντὶ τοῦ εἰς ἡμέτερον Ἀττικῶς, ὡς “ἀλλʼ ἄγʼ, ὀΐστευσον Μενελάου” (Ιl. δ, 100.) ἀντὶ τοῦ Μενέλαον. Μ. λείπει τοῦ πατρὸς οἶκον. Gl. Μ.

    56. βοῦς ἱερεύοντες καὶ ὄῖς] πάντα πληθυντικῶς λέγει, αὔξων τὴν κατηγορίαν, καίτοι μίαν βοὕν ἔθυον. “ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην” (Od. ρ, 181.) Μ.S.

    57. εἰλαπινάζουσι] κατὰ συστροφὰς πίνουσιν, ἐν ἀθροίσματι εὐωχοῦνται, ἑορτάζουσι. S.

    58. τὰ δὲ] τὰ ἐπὶ συντριβῇ ἡμετέρᾳ θελήματα τούτων. Β. τὰ δὲ πολλὰ κατάνεται] ταῦτα δὲ πολλὰ ὄντα καταναλίσκε- ται. S.

    κατάνεται] τελειοῦται. ἀπὸ τοῦ ἀνύω, ἄνω, ῥῆμα. Β.

    59. οἷος Ὀδυσσεὺς] οὐκ ἐσμὲν τοιοῦτοι οἷος ἦν ὁ Ὀδυσσεύς. ἐπιχειρήσωμεν, ὀλοθρευθείημεν ἄν. Q.

    ἔσκεν] ὑπῆρχεν. S.

    ἀρὴν ἀπὸ οἴκου ἀμῦναι] βλάβην ἀποσοβῆσαι. S.

    60. ἡμεῖς δʼ οὔ νύ τι] ἐλεγχθείημεν ἂν ἀσθενεῖς ὄντες καὶ ἄποροι δυνάμεως καὶ ἐπιχειρήσαντες ἀνελεῖν αὐτοὺς τάχα ἀναιρεθησό- μεθα. Q.

    ἡμεῖς δʼ οὔ νύ τι] οὐχ οἷοί τε ἐσμέν. S.

    ἀμυνέμεν] ὥστε βοηθεῖν. S.

    ἦ καὶ ἔπειτα] οἱ μὲν γράφουσι περισπωμένως, οἱ δὲ ὀξυτόνως· καλῶς δὲ ἔχουσι καὶ τὰ δύο. Η. ὄντως γὰρ καὶ μετὰ τὸ ἐπιχει- ρῆσαι. S.

    61. λευγαλέοι] ἀσθενεῖς, ἀδύνατοι, πικροὶ ἑαυτοῖς ὑπάρξομεν. S.

    [*](1. ἐπιδοίη] ἐπιδώσει S. In Η. post 301. et Bekkeri cens. Homeri Wol- ἐπιδοίη legi dicitur ἕδνα λαβὼν δώσει fiani p. 159. BUTTM. τὴν θυτὴν θυγατέρα. τὸ] τοῦ Μ. 3. ?? δʼ εἰς ἠμετέροιυ] Sic Μ. etiam 4. ἀλλʼ ἄγ΄, ὁἰστευσον] ἀλλά γʼ in textu. Εtiam alibi in hoc codice ὁΐστευσεν Μ. Inepte autem scho- εἰς ἡμετέρου pro εἰς ἡμέτερον reperi. liasta exemplum comparat plane COBET. ἡμετέρου Η. in textu, et diversum. sic ter repetitur in scholiis, bis di- 7. ἵρευον —ἀγελαίην] ἱέρευον δὲ θυ- serte. Vid. Ηerod. 1, 35. 7, 8, 4. σίας σιάλους καὶ βοῦν ἀγγελίην Μ. et Wesselingium ad priorem lo- Verba poetæ omittit S. cum. PORSON. Vid. et schol. η.)
    83

    καὶ οὐ δεδαηκότες ἀλκὴν] καὶ εἰδότες, μεμαθηκότες, ἐπιστάμεθα τὸν τρόπον τῆς βοηθείας, τῆς δυνάμεως. S.

    63. οὐ γὰρ ἔτʼ ἀνσχετὰ] εὔθετα, καὶ πλεονάζει ἡ ἀνά στέρησις,- ἴν᾿ ᾖ σχετά. S. αἰτιᾶται ὁ Ἡρακλείδης καὶ τὸ τῆς Τηλεμάχου δημηγορίας ἀνοικονόμητον. δέον γὰρ, φησὶν, ἀξιοῦν καὶ ἱκετεύειν συνάρασθαι αὐτῷ πρὸς τὴν τῶν μνηστήρων τοῦ οἴκου ἀπαλλαγὴν, ὁ δὲ ἐπιπλήσσει λέγων “οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς οἶκὸς ἐμὸς διόλωλε.” καὶ τὸ ὅτι, εἰ μὴ πάρεστιν ὁ πατὴρ, ταῦτα πάσχειν ἐπανατεινόμενος, “οὐ γὰρ ἔπʼ ἀνὴρ οἷος Ὀδυσσεὺς ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι· ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν” (58 —60.). καὶ ἔτι πικροτέρου πρὸς τοὺς Ἰθακησίους ὄντος τοῦ λόγου, καὶ τὴν ἀπειλὴν “ἄλλους τʼ αἰδέσθητε” φησὶ “περικτίονας ἀνθρώπους, θεῶν δʼ ὑποδείσατε μῆνιν.” ἀγνοεῖ δὲ ὁ κατήγορος τὴν δύναμιν τῆς δημηγορίας. συμπλέκεται γὰρ βασιλικὸν φρόνημα δεήσει καὶ ἱκεσίᾳ. καὶ ἔστιν οὐχ ἀπλῶς ὁ λόγος ἀτυχοῦντος, ἵνα δέησις ᾖ μόνη, ἀλλὰ βασιλέως ἀτυχοῦντός τε ἅμα καὶ ἀδικουμένου ὑφ’ ὧν ἥκιστα ἐχρῆν· ὁ δὲ λόγος πρὸς τοὺς ἀδικοῦντας. διὸ ἡ μὲν παρρησία τῆς ἐπιπλήξεως βασιλικὴ, ἡ δὲ δέησις (παραμέμικται γὰρ καὶ δέησις) οἰκεία τῷ δυστυχοῦντι, “λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος.” H.Q.R.

    64. νεμεσσήθητε] μεμπτὸν ἡγήσασθε. S.

    65. ἄλλους τʼ αἰδέσθητε] ἐλέγχει τὸ πλῆθος, ὅτι ἐχρῆν καὶ αὐτὸ τῶν παρ᾿ αὐτοῦ λόγων πάσχοντος διακωλῦσαι τὰ τολμώμενα. πάντη δὲ προβάλλεται τὸν ἔλεον καὶ τὴν πρὸς τοὺς ἔξω αἰδῶ. Q. ἄμφω γὰρ ταῦτα συνίστησι τὸν βίον, ὡς Ἡσίοδος [*](5. φησὶν R. ἔφη ceteri. μένος H. Q. 7. ἀνσχετὰ] ἀνάσχετο R. ἔπ᾿·] ἕστʼ R. ἐστιν H. Q. οὐδʼ ἔτι καλῶς] οὐδέ τι καλὸς R. 10. οἴκου—τι] Legebatuιr τοῦ οὶκου 8. καὶ τὸ ὅτι, εῖ—] Deleta parti—τοι. cula εἰ scribendum videtur, καὶ τὸ, ἀμυνέμεν] ἀμύναιμεν Q. ὅτι μὴ πάρεστιν ὁ πατὴρ, ταῦτα πά- 12. ἀπειλὴν Cobetus pro πάλην. σχειν ἐπανατεινάμενος, quod partici- φησὶ R. ἕφη ceteri. pium pendet adhuc a verbo ἐπι- 15. ἀτυχοῦντος ButtIn. pro ἀδι- πλήσσει jungcndumque est ita : καὶ κοῦντος. ἐπανατεινάμενος τὸ ταῦτα πάσχειν ὅτι 18. βασιλικὴ R. Legebatur βασι- μὴ πάρεστιν ὁ πατήρ: h. e. illud ma- λικῆς. xime urgens atque ostendens se παραμέμικται] παραμεμίγνυται Q. hæc pati propter absentiam patris. 24. καὶ τὴν Buttm. Aberat καί. BUTTM. 25. Ἡσίοδος] Op.195. Conf. Eu- 9. ἐπανατεινόμενος R. ἐπανατεινά- stath. p. I 434, 33.)

    84
  • καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθόνος ἴτην
  • Αἰδὼς καὶ Νέμεσις, τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
  • θνητοῖς ἀνθρώποις. Η.
  • περικτίονας] γείτονας· ἀπὸ τοῦ πέριξ, τὸ πλησίον, ἤτοι τοὺς περὶ ἐκείνους ὄντας, πλησιαστὰς, πέριξ κατοικοῦντας. B.E.

    67. ἀγασσάμενοι] ἀπὸ τοῦ ἀγῶ γίνεται ἄγαμαι, ὃ σημαίνει δύο, τὸ θαυμάζω καὶ τὸ μέμφομαι. ὡσαύτως καὶ τὸ θαυμάζω δύο ση- μαίνει, τὸ κατηγορῶ καὶ τὸ ἐπαινῶ. Β.

    τινὲς τὸ ἀγασσάμενοι ἀντὶ τοῦ μεμψάμενοι ἐκλαμβάνουσιν. οὐκ ἔστι δὲ, ἀλλὰ σημαίνει τὸ ἐκπλαγέντες, ὡς ἐπὶ τινὶ μεγάλῳ παρανο- μήματι δηλονότι. Ε.

    ἀγασσάμενοι κακὰ ἔργα] θαυμάσαντες τὰ κακὰ ἔργα, τῶν ἀδικούν- των τὴν τόλμαν. ἢ νεμεσήσαντες ἐπὶ τοῖς κακῶς πραττομένοις, μὴ μεταβάλωσι τὰ πράγματα. S.

    68. λίσσομαι ἠμὲν Ζηνὸς] ἱκετεύω ὑμᾶς καὶ διὰ τοῦ Διὸς νόν. S.

    λίσσομαι] καὶ τοῦτο ἐκ τοῦ καιροῦ. τὴν γὰρ προεστηκυῖαν τῶν ἐκ- κλησιῶν θεὰν ἐπικαλεῖται. τινὲς δὲ ᾠήθησαν Θέμιδος ἄγαλμα εἰσφέ- ρεσθαι εἰς τὰς ἐκκλησίας. παρατηρητέον δὲ ὅτι καὶ ἐν Ἰλιάδι (υ, 4.) παρὰ Διὸς ἔχει γέρας τοῦτο Θέμις H.M.Q.

    Θέμιστος] Αἰολικῶς, τῆς Θέμιδος. V.

    69. λύει ἠδὲ καθίζει] διαλύει καὶ συνίστασθαι ποιεῖ. S.

    70. σχέσθε, φίλοι] βαρύτης γὰρ ὀνειδίζειν μὲν ἃ πάσχει, ἱκε- τεύειν δὲ συγχωρεῖσθαι αὐτῷ τὸν πατέρα, ὃν πάντας μὲν ἔδει ποθοῦν- τας δακρύειν, αὐτὸς δὲ ἐν ἱκετηρίᾳ τίθεται τὸ κἂν μόνῳ αὐτῷ συτ χωρηθῆναι τὸ πένθος. καὶ εὐθὺς ἀπολογισμὸς περίδοξος ἐφʼ οἷς δρῶσι παράδοξα,

  • εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεῦς
  • δυσμενέων κάκʼ ἔρεξεν ἐύκνήμιδας Ἀχαιούς
  • [*](6. ἀγῶ Lobeck. Rhemat. p. 49. ex Η. affert Cramerus. ἄγω B. ἀγῶ per καταπλήττομαι ex- 20. γέρας τοῦτο] τοῦτο γέρας Q. plicat Arcad. p. 151, 17. 21. Θέμιστος] Αἰολικῶς τῆς Θέμιδος, 11. δηλονότι Buttm. pro δῆλον. καὶ διὰ τοῦ νόμου. τινὲς ὤήθησαν εἰς τὴν 12. ἔργα] ὅρα S. ἐκκλησίαν φέρεσθαι Θέμιδος ἄγαλμα S. 17. καὶ τοῦτο om. Q. 23. Hoc scholion H. habet a 18. εἰσφέρεσθαι] ἐκφέρεσθαι Q. m. sec., sub qua manus antiquioris Verbum simplex est in scholio S. vestigia apparent. 19. ἐν Ἰλιάδι] εὔκλεια Q., εὐκλείσαν πάσχει] πάσχειν Η.)
    85
    καὶ ἐχθρὸν τιμωρούμενοι ἐμὲ διʼ ἐκεῖνον ἀμύνεσθε. συμπλέκει δὲ τοὺς Ἰθακησίους τῇ ἀδικίᾳ τῶν μνηστήρων, καίπερ κατʼ ἀρχὰς χω- ρίσας τοὺς μνηστῆρας ἀπʼ αὐτῶν, κατʼ ἰδίαν τούτων κατηγορῶν, “μητέρι μοι μνηστῆρες ἐπέχραον, τῶν ἀνδρῶν φίλοι μοι υἷες, οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι, οἱ δʼ εἰς ἡμετέρου πωλεύμε- νοι” (50.). ἐκθεὶς γὰρ ταῦτα περὶ ἐκείνων, μετὰ τὴν διήγησιν καὶ ἐπίδειξιν τοῦ ὅτι παῖδές εἰσι τῶν ἐν Ἰθάκῃ ἀρίστων, ἀκόλουθον τὸ τῆς κοινοποιΐας ἐπήγαγε “νεμεσσήθητε καὶ αὐτοὶ, ἄλλους τʼ αἰ- δέσθητε, θεῶν δʼ ὑποδείσατε μῆνιν. σχέσθε, φίλοι.” τίς οὖν ἡ τούτων ἀδικία ; οὐ μόνον ὅτι οὐκ ἀμύνονται τούτους ὀτρύνοντες· πῶς οὖν ὀτρύνουσιν; ὅτι εἰ παῖδας ὄντας αὐτῶν οὐκ ἐπέχουσιν· σὓς γὰρ αὐ- τός τις κωλύειν δυνάμενος, διὰ τὸ εἶναι κύριος, ἐᾷ πλημμελεῖν, αὐτὸς ἂν εἴη ὁ δοὺς τὴν ἐξουσίαν τῆς ἀδικίας. καὶ πάλιν χωρίσας ἀπʼ αὐ- τῶν τοὺς μνηστῆρας “ἐμοὶ δέ κε κέρδιον εἴη,” φησὶν, “ ὑμᾶς ἐσθέ- μεναι·” παρʼ ὑμῶν μὲν γὰρ ἔστιν ἀπολαβεῖν, παρὰ δὲ τούτων οὐκέτι. εἶτα πάλιν κοινῇ
  • νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ·
  • τῷ μεταξὺ διαιρεῖν τε καὶ κοινοποιεῖν τὸ ἀδίκημα καὶ παρρησίᾳ κέχρηται βασιλικῇ καὶ δεήσει πάλιν ταπεινὰ πράττοντος, καὶ ποτὲ μὲν τὸ δίκαιον ὑπομιμνήσκει καὶ νέμεσιν, ποτὲ δʼ αὖ καὶ αἰσχύνην τῶν ἄλλων ἀνθρώπων, καὶ τὴν παρὰ θεῶν μῆνιν, καὶ τοὺς πατέρας ὑπομιμνήσκει. διὰ πάντων γοῦν τούτων μικτήν τε ὁμοῦ καὶ ποικι- λίας πλήρη ποιήσας τὴν δημηγορίαν δεινοῦ ῥήτορος δυνάμει κεχρη- μένος φαίνεται. Η. πῶς τοὺς μνηστῆρας φίλους καλεῖ; ἢ ὁ λόγος πρὸς τοὺς Ἰθακησίους, οἷον ἀντίσχεσθέ μου. διὸ καὶ Ἀριστοφάνης γράφει “μή μʼ οἶον ἐάσατε,” ὅ ἐστι καὶ ὑμεῖς συμπενθήσατε. Ἀρί- σταρχος δὲ τὴν μὲν γραφὴν οὐκ ἀμείβει, τὸ δὲ οἶον ἀκούει πρὸς τὸ πένθος τοῦ πατρός· ἐπιτρέψατέ μοι μόνον ἐν τῷ πένθει εἶναι, καὶ μὴ ἄλλα ἐπισωρεύετε κακά. ἢ καὶ ἐφʼ ἑαυτοῦ φησιν, ἐμὲ μόνον ἐάσατε σχολάζειν τῷ πένθει καὶ μὴ ἐπιφύεσθε. πάνδεινον γὰρ τὸ μηδὲ πεν- θεῖν ἐξουσίαν ἔχειν. Η.Μ.Q.R.T. ἐπιφθόνως λίαν ἐν μέρει χάριτος αἰτεῖται τὴν ἐξουσίαν τοῦ πένθους, ὃν ἔδει πάντας δακρύειν αἰτῶν κἂν [*](20. 22. ὑπομιμνήσκει] ὑπομνήσκειν ἐάσατε] φησὶ addit R. 30. ἐπιφύεσθε] ἐπιφύεσθαι Μ.: 26. ατε ceteri. R. ἐπιφέρεσθε ceteri. 29. ἐφʼ] ἀφʼ Q. μηδὲ Μ. μὴ ceteri.)
    86
    μόνος πενθεῖν ἀδεῶς. Μ.Τ. ἀνάσχετε ἀπὸ τῆς ἀδικίας ταύτης. S. βοηθήσατε. τὸ γὰρ φίλοι ἀνάρμοστον κατὰ τῶν μνηστήρων, ἵνʼ ᾖ ἀπόσχεσθε. S.T.V.

    πρὸς τοὺς Ἰθακησίους ὅλους· ἐὰν ὁ πατήρ μου δυσμενέων καὶ ἐχθραινόμενος ὑμῖν ἦν, ἐάσατέ με πάσχειν. τὸ δὲ μή παρέλκον. Β.

    72. δυσμενέων κάκʼ ἔρεζεν] ἐκακοποίει. Gl. Μ. τὸ ἔρεζεν διὰ τοῦ ζ καὶ τὸ δυσμενέων μετοχή. πεφεισμένως δὲ τῷ λόγῳ χρῆται οὐκ ἄντικρυς εὐεργέτην καλῶν τὸν πατέρα. Μ. Q.

    73. τῶν μʼ ἀποτινύμενοι] ὑπὲρ ὧν καὶ ἕνεκα τούτων με τιμωρού- μενοι πράττονται, δυσχεραίνοντες, ἐχθρωδῶς διακείμενοι. S.

    74. τούτους ὀτρύνοντες] οὐχ ὅτι ὤτρυνον αὐτοὺς εἰς τὸ φανερὸν ἐκεῖνοι, τοῦτο ἐγκαλεῖ Τηλέμαχος, ἀλλʼ ὅτι παῖδας ὄντας αὐτῶν τοὺς μνηστῆρας οὐκ ἐπεῖχον. οὓς γάρ τις κωλύειν δυνάμενος, διὰ τὸ εἶναι κύριος αὐτῶν, ἐᾷ πλημμελεῖν, οὗτος ἂν εἴη ἄντικρυς ὁ τὴν τῆς ἀδι-. κίας ἐξουσίαν αὐτοῖς δεδωκώς. Ε.

    75. ὑμέας] ἀντικειμένου λύσις. τῷ γὰρ “τούτους ὀτρύνοντες” ῥᾴδιον ἀπαντῆσαι ὅτι οὐκ ὀτρύνομεν οὐδὲ κοινωνοῦμεν τῆς εὐωχίας. πολλῷ οὖν, φησὶν, αἱρετώτερον ὑμᾶς ἐσθίειν ἤπερ τοῖς μνηστῆρσιν ἐπι- τρέπειν. Q. οἱ γὰρ μὴ ἐνιστάμενοι τῇ βίᾳ τῶν μειρακίων σχεδὸν ἐπιτρέπουσι καὶ ἐπὶ τὰ ἁμαρτήματα προκαλοῦνται. Ρ. Q. πρόβασιν] τὴν κτῆσιν τῶν τετραπόδων, ἀφʼ ἧς προβαίνει ἡ οὐσία. τὰ κτήματα καὶ τὴν πρόσοδον. Ε. περιουσίαν, πρόσοδον, ἀπὸ τοῦ προβαίνειν ἐκ τούτου τὴν οὐσίαν. S.

    77. ποτιπτυσσοίμεθα] προστερνιζοίμεθα, παραβάλοιμεν· ἢ ἀχώ- ριστοι γινοίμεθα φιλοφρονούμενοι καὶ προσπλεκόμενοι. Β. προσλα- λοίμεθα, φιλοφρόνως ἀπαιτοῖμεν, παρακαλοῖμεν, προσομιλοῖμεν. Ε.

    προτιπτυσσοίμεθα, φιλοφρόνως ἀπαιτοῖμεν, μετὰ τοῦ ρ. δηλοῖ δὲ τὸ στερνιζοίμεθα, ἢ ἀχώριστοι γενοίμεθα. καὶ ἔδει μὲν ἡμᾶς ὑποστί- ζειν εἰς αὐτὸ, τὸ δὲ μύθῳ τοῖς ἑξῆς ἀποδιδόναι. ἀλλʼ οὐδέποτε ὁ εἰ- κοστὸς χρόνος τοῦ ἡρωῖκοῦ στιγμὴν ἐπιδέχεται. Η.Μ.Q.

    [*](6. ιὰ τοῦ ζ addidi ex Μ., qui 28. στερνιζοίμεθα] προστερνιζοίμεθα, ἔρεζεν in textu, sed ξ a m. sec. ad- ut in scholio superiore, Buttm. 30. στιγμὴν ἐπιδέχεται] Conf. scripto. 7. πεφεισμένως—ἄντικρυς Μ. πε- hanc notam cum regula a Bentleio φασμένον —ἄντικρυ Q., si recte legit tradita ad Lucan. 1, 231. POR- Maius. SON. Et: Friedlaender. Nican. p. 27. προτιπτυσσοίμεθα Η.Μ. etiam 128. in textu.)
    87

    79. ἀπρήκτους] πρὸς ἃς οὐδὲν ἔστι πράξασθαι. B.E.M.Q. ἀπράκτους ὀδύνας, ἢ πρὸς ἂς οὐκ ἔστι τι πρᾶξαι. S. νῦν δὲ ἐῶντες ἑτέρους φθείρειν ταῦτα ἐμβάλλετέ μοι ὀδύνας. οὐ γὰρ δυνήσομαι καταπρᾶξαι ἐπὶ τῷ ταῦτα ἀναλαβεῖν. Ε.

    81. ἀναπρήσας] ἀντὶ τοῦ ἀνομβρήσας καὶ δακρύων πλῆθος προέ- μενος. Ζηνόδοτος δὲ γράφων “δάκρυα θερμὰ χέων” ἐκλέλυκε τὴν μεγαλειότητα τοῦ στίχου. Η.Μ.Q.R. δακρύων πλῆθος προέμενος, ἢ πληρώσας δακρύων τοὺς ὀφθαλμούς. S. δαιμονίως ἑαυτῷ ἐπιμαρ- τυρεῖ ὁ ποιητὴς ὅτι πρὸς τὸ οἰκτρότατον προῆκε τὸν λόγον. Μ.Q.R.

    82. ἀκὴν ἔσαν] ἥσυχοι ἦσαν σιωπῶντες. S.

    οὐδέ τις ἔτλη] οὐδεὶς δὲ ἐτόλμα. S.

    85. Τηλέμαχʼ ὑψαγόρη] μεγάλῃ κατηγορίᾳ προδιαβάλλει τὸν λόγον ὡς συκοφάντην καὶ δεινὸν εἰπεῖν ἀποφαίνων τὸν Τηλέμαχον. Μ.Q.

    μένος ἄσχετε] ἀκατάσχετε τῇ δυνάμει· εἰρωνικῶς ἀντὶ τοῦ ἀδύ- νατε. Β.Ε.Ρ.Q.V.

    86. μῶμον ἀνάψαι] περιποιῆσαι, περιθεῖναι ἡμῖν. S.

    87. μνηστῆρες Ἀχαιῶν] γρ. καὶ ἀχέων, ἤγουν τῶν θλίψεων. ἡ ὀξεῖα παρὰ τῷ ποιητῇ ἐκτείνει. Μ.

    88. ἀλλὰ φίλη μήτηρ] τὸ μὲν πρῶτον ἔγκλημα “ μητέρι μοι μνηστἥρες ἐπέχραον οὐκ ἐθελούσῃ” ἑκὼν παρῆκεν· οὐ γὰρ ἦν τοῦτο λῦσαι· ὡς νομίμης δὲ γενομένης τῆς μνηστείας, τὴν ἐξαπατῶσαν αὐτοὺς αἰτίαν φησὶν εἶναι. λέληθε δὲ αὐτῶν ὁμολογῶν τὴν βίαν· ἀπὸ γὰρ τῆς ὑπερθέσεως φανερὰ ἡ τῆς γυναικὸς προαίρεσις. Η. Μ. Q.

    περὶ κέρδεα] οὐκ ἀναστρεπτέον τὴν περί· ἔστι γὰρ περίοιδεν. Μ.

    [*](1. ἃς] οὓς Μ. recte, si τούτου λύσις scribatur. 2. ἃς] οὓς S. 22. νομίμης Η. νομίμως Μ. νομί- 5. προέμενος correxi ex scholio μου Q. proximo. προῖέμενος Μ. προῖείς Q. R. δὲ] καὶ Μ. 6. γράφων] γράψας Q. γράφει R. τῆς addidi ex Μ. 7. στίχου] στοιχείου R. 23. αὐτοὺς Μ. αὐτὸν Η. Q. 9. προῆκε] προῆξε Μ. αὐτῶν] αὐτόν Η.Μ. 12. προδιαβάλλει—συκοφάντην Μ. 24. ἀπὸ] ἐπεὶ Q. προδιαβάλλων—συκοφαντικὸν Q. προαίρεσις] πρόφασις Q. 20. πρῶτον] γὰρ Μ. 26. περίοιδεν] περὶ οἶδεν Μ. περίοιδε μοι om. Η.Q. per περισσῶς οἶδε explicat Εustath. 21. τοῦτο λῦσαι] τούτους λύσις Μ., p. 801, 41.)
    88

    89. τάχα δʼ εἶσι τέταρτον] ἡ διπλῆ πρὸς τὸ ἑξῆς δοκοῦν ἀσυμφ- Φώνως λέγεσθαι “ὣς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλʼ ὅτε τέτρατον ἧλθεν ἔτος” (106.)· διὸ καί τινες μετεποίησαν “ὣς δίετες μὲν ἔληθε δόλῳ· ἀλλʼ ὅτε δὴ τρίτον ἦλθεν ἔτος.” οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη. τὸ γὰρ τάχα ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ δίεισι καὶ τὸ τέταρτον. Η.Μ.

    τάχα δʼ εἶσι] προπερισπαστέον τὸ εἶσι· σημαίνει γὰρ τὸ διελεύ- σεται, πληρωθήσεται. τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως. Μ. κυρίως τὸ τάχα. ἔστι γὰρ τοῦ ἀπεγνωκότος περιγενέσθαι τῆς Πηνελόπης. Μ.Q.

    90. ἐξ οὗ ἀτέμβει] ἀφʼ οὗ στερίσκει, λυπεῖ, ξηραίνει ἐπιθυ- μίαν. S.

    91. πάντας μέν ῥ ἔλπει] ὑπὲρ τοῦ διαφυγεῖν τὸν παρόντα ἔλεγχον τῆς μητρὸς κατηγορεῖ. Μ.S.

    ἔλπει] ἐλπίζειν ποιεῖ, ἢ ἀντὶ τοῦ ἐλπίδας ὑπισχνεῖται, ὁμολο- γεῖ S.

    92. ἀγγελίας προῖεῖσα] ἀπαγγελίας προπέμπουσα. S.

    93. ἡ δὲ δόλον] διόλου σχεδὸν ὁμολογεῖ τὴν βίαν. S.

    ἐνὶ φρεσὶ μερμήριξε] ἐμφαντικῶς τὸ ὅλον, ὡς καὶ τὰ πρῶτα δο- λίως ἀπατώσης αὐτούς. Μ.

    94. μέγαν ἱστὸν ἐνὶ μεγάροισιν] οὐ ποιητικῶς κόσμον χάριν προσέρριπται τὸ μέγαν, ἀλλὰ πρὸς τὸ πολυχρόνιον τῆς τοῦ ἔργον κατασκευῆς. καὶ τὸ ἄφαρ νῦν ἀντὶ τοῦ ἐξαίφνης. Η.Μ.Q.S.

    [*](1—6. Εadem fere in schol. ad 8. κυρίως— πηνελόπης Μ. κυρίως— 107. Conf. etiam schol. ad ν, 377. πηνελόπης. τὸ δὲ εἶσι προπερισπαστέον· 1. ἐξῆς—λέγεσθαι Μ. εἶσι δοκοῦν σημαίνει γὰρ ὃ ἐπελεύσεται, πληρωθή εἶναι ἀσύμφωνον λέγεται Η. σεται Q. 2. τρίετες] τρίτον ἔτος Η. 14. μητρὸς correxi pro μηρούσης, ἀλʼ ὅτε] ἀλλ’ ὅτε δὴ Η. ἄλλοι δὲ Μ. quod est in Μ. Nam in S. verba τέτρατον] τέταρτον Η.Μ. τῆς μ. κ. desunt. 3. διὸ καί τινες μετεποίησαν] Ζeno- 18. ὁμολογεῖ τὴν βίαν] Conf. schol. dotus, ut conjicit Osann. Anecd. ad 88. p. 130: de quo non infrequens in 19. 20. Scholion simile in S. ὡς scholiis verbum est μεταποιεῖν vel καὶ τὰ πρῶτα δολίως ἀπατῶσα αὐτοὺς μεταγράφειν. Idem tamen etiam de ἐβουλεύσατο, omissis ἐμφ. τὸ ἕλον. Aristophane dicitur, velut ad α, 22. ἀλλὰ—τοῦ ἔργου] ἀλλʼ ὡς παρέκτασις μᾶλλον ἀπὸ τῆς πολυχρονίου 4. ἔχει om. Μ. τοῦ ἔργου S. 5. εἶσιν ἀντὶ τοῦ δίεισιν Μ. εἶσιν 23. καὶ τὸ] καὶ ὁ Q. διέρχεται Η. νῦν om. Q.)
    89

    95. λεπτὸν καὶ περίμετρον] ὁ λεπτοϋφὴς καὶ ὑπέρμετρος, εἰκότως, ἵνα δυστήρητον ἔχῃ τὴν τοῦ ἔργου προκοπήν. Η.Μ.S. Ἄλλως. πολὺν, μέγαν, περισσὸν μέτρον ἔχοντα. S. V.

    96. κοῦροι] διὰ τὸ κοῦροι ὀνειδίζει αὐτοὺς, ὡς οὐ δέον ταύτην τὴν ἡλικίαν τὴν μὴ προσήκουσαν μνᾶσθαι. Ἁλλως. Διονύσιος ὁ Θρᾷξ ἰδίᾳ μὲν τὸ κοῦροι, ἰδίὴ δὲ τὸ “ἐμοὶ μνηστῆρες” διαστέλλει. καὶ ἡμῖν δὲ οὕτω δοκεῖ, ἵνʼ ᾖ, ὦ νέοι, ἐμοὶ μνηστῆρες. Δημήτριος δὲ ὁ Ἰξίων μετὰ τὴν ἀντωνυμίαν ἔστιξεν, ἵνα, φησὶ, τὸ ἀπρεπὲς αὐτῶν ὀνειδίζη- ται. M.Q.R.

    ἐπεὶ θάνε] τὸ μὴ διηγήσασθαι τὴν ἀπάτην, ἀλλὰ καὶ τὰς φωνὰς αὐτὰς θεῖναι ἐξ ὧν ἠπάτησεν, φαντασίαν ἔχει τῆς ἀλη- θείας. Η.

    97. μίμνετʼ] τὸ ἑξῆς, μίμνετε εἰσόκε φᾶρος ἐκτελέσω Λαέρτῃ ἥρωϊ ταφήϊον. τὸ δὲ “μή μοι μεταμώλια νήματʼ ὄληται” διὰ μέ- σου. Μ. φησὶ δὲ μὴ ἐξεῖναι μνηστεύεσθαι ἱστοῦ ἑστῶτος. Ε. φᾶρος] ἱμάτιον. S.

    98. μεταμάνια] γρ. μεταμώλια ἢ μεταμώνια. Ρ.

    μεταμώνια] μή πώς μοι ἠμελημένα. S.

    99. Λαέρτῃ ἥρωϊ] ἔμφυτόν πώς ἐστι ταῖς γυναιξὶ πρὸς τοὺς γο- νεῖς τῶν ἀνδρῶν ἀπεχθῶς ἔχειν. δείκνυσιν οὖν λεληθότως τὴν πρὸς Ὀδυσσέα φιλοστοργίαν, ὃς ταυτὸ παρῄνει μεμνῆσθαι πατρὸς καὶ μη- τρός. Μ.S.

    100. μοἵρʼ ὀλοὴ καθέλῃσι] μερὶς ὀλεθρία καταλάβῃ. S.

    τανηλεγέος θανάτοιο] μακροχρονίου, ἐκ τοῦ λέγω τὸ κοιμῶμαι. S. τοῦ μακρὰν ἀφροντισίαν παρέχοντος. ἢ τοῦ μακροκοιμήτου, ἀπὸ τοῦ ταναὸν τὸ μακρὸν καὶ τοῦ λέγω τὸ κοιμῶμαι. Β.Ε.

    101. κτεατίσσας] προικοδοτήσας. S.

    102. ἄτερ σπείρου] ὡς ἀξίου ἱματίου σπανίζοντος· οὐ γὰρ παν- [*](1. ὁ λεπτοῦφὴς καὶ ὑπέρμετρος] λεπ- ἱστοῦ δʼ ἑστῶτος μὴ μνηστεύεσθαι ἄμει- τοὔφῆ καὶ ὑπέρμετρον Η. νον. BUTTM. 3. πολὺν om. V. 17. μεταμάνια] Sic P. in textu. 4. διὰ τὸ—μνᾶσθαι] Hæc sunt 19. ἔμφυτον] καὶ μὴν ἔμφυτον Μ. etiam in S. πρὸς] ἀπὸ M. 7. νέοι addidi ex M. 21. ὁς—μητρός] ὅ—μητέρος M. 15. In V. hæc adjecta sunt scho- 25. ἀφροντισίαν] Hæc forma lege- lio ad 95. sic scripta, φασὶ δὲ μὴ μν. batur apud Themist. orat. p. 230, 2. ἱστοῦ ἑστῶτος. Gnomen hæc verba cui ἀφροντιστία restitui ex cod. Am- sapiunt sic fortasse conceptam: bros.)

    90
    τελῶς ἐσπάνιζε. γίνεται δὲ ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ ἐγκεῖσθαι τοῖς μέλεσιν, ὡςὍμηρος ἀπανταχοῦ φησιν. Ε.Q.

    103. ἀγήνωρ] ὁ ἄγαν ἀνδρεῖος. S.

    104. ἠματίη] διʼ ὅλης τῆς ἡμέρας. S.

    105. νύκτας] γρ. νύκτωρ. Η.Ρ.

    ἀλλύεσκεν] ἀνέλυεν. S.

    δαΐδας παραθεῖτο] δᾷδας, φῶτα παρατιθέμενος. S.

    106. τρίετες] ὁ μὲν χρόνος βαρέως, τὸ δὲ μετεσχηκὸς τοῦ χρόνου ὀξυτόνως. E.V. τρίετες προπαροξυτόνως. Η.

    107. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος] πῶς οὖν ἄνωθεν ἔλεγεν “τάχα δʼ εἶσι τέταρτον” ; ταῦτα δὲ πρὸς τὰ μικρῷ πρόσθεν εἰρημένα περὶ τῆς ἀσυμφωνίας. εἶπε γὰρ ἔμπροσθεν “ἤδη γὰρ τρίτον ἐστίν” διὸ καί τινες μετεποίησαν “ὣς δίετες μὲν ἔληθε δόλῳ· ἀλλʼ ὅτε δὴ τρίτον ἦλθεν ἔτος.” οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη. τὸ γὰρ τάχα ἐκεῖ ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ διέρχεται καὶ τὸ τέταρτον. E.M.Q.

    καὶ ἐπήλυθον ὧραι] αἱ ὧραι τοῦ τετάρτου ἔτους. πῶς οὖν ἔμπροσθεν ἔλεγε “τάχα δʼ εἶσι τέταρτον”; οἷον τελειωθήσεται. H. V.

    108. καὶ τότε δή. . .] προοικονομία εἰς τὰ ἑξῆς, ἵνα καὶ τὴν τῶν θεραπαινῶν ἀναίρεσιν ἑτοίμως παραδεξώμεθα. Ε.Η.Μ.Q.V.

    [*](1. ἀπὸ] ἀντὶ Ε. Q. Correctum num post τέταρτον ponendum. Ad ex Η. in quo annotatum κοινότερον rem conf. schol. ν, 377;” Recte Ὅμηρος πᾶν εἷμα σπεῖρον λέγει ἀπὸ τοῦ leguntur in scholio proximo. δὲ om. M. ἐνσπείρεσθαι. 2. μέλεσιν] μέλεσιν ἱματίου E.Q. 12–15. εἶπε—τέταρτον om. M. Delevi ἱματίου ex superioribus ver- 12. ἔμπροσθεν] V. 89. ubivid.schol. bis repetitum. Ceterum conf. schol. 13. δὴ—ἦλθεν] δὲ—ἤλυθεν E.Q. 17. αἱ ὧραι Η. αἱ om. V. ad δ, 244. 5. γρ. νύκτωρ] Non est varia lec- πῶς οὖν ἔμπροσθεν] ὡς συνέμπροσθενV. tio, sed glossema: conf. ad 334. 18. τελειωθήσεται] ταῦτα δὲ πρὸς τὰ et ad α, 361. BUTTM. μικρῷ πρόσθεν εἰρημένα περὶ τῆς ἀσυμ- 8. τρίετες] Conf. Ammon. in v. φωνίας addit H. Quæ leguntur in BUTTM. Vid. Lehrs. Quæst. Ep. cholio praecedente. 19. προοικονομία] ποιητικὴ οἰκονομία p.136 11. Delevi verba οἷον τελειωθήσε. V. Brevius scholion in S. προοικο- ται post τέταρτον addita, de quibus δμία εἰς τὰ ἐξῆς, ἵνα καὶ τὴν τῶν θερα- Buttm. “Verba, οἷον τελειωθήσεται, παινῶν ἀναίρεσιν συντόμως προδηλώσῃ. glossa sunt præpostere huc intrusa. 20. παραδεξώμεθα H. V. πδεξώμε- Solvunt enim quæstionem quæ in θα Μ. ὑποδεξόμεθα Ε.Q. δηλοῦται δὲ proximis expenditur adhuc. Illis ἡ δουλικὴ ἀπιστία addit V. ex Eu- igitur seclusis interrogationis sig- stath. p. 1437, 14.)
    91

    111. ὧδε] τὸ ὧδε ἀντὶ τοῦ οὕτως· τὸ δὲ ὑποκρίνονται ἀντὶ τοῦ ἀποκρίνονται. Β.

    114. τῷ ὅτεῳ] περὶ τῆς γνώμης Ἰκαρίου δεδήλωται καὶ ἐν ἄλλοις “ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμα- σθαι.” (Od. ο, 16.) H. M. ὅτεῳ] ὡς Πηνέλεῳ. τὸ γὰρ τῷ μετὰ τὸ γενέσθαι ὅτῳ διῃρέθη, ὡς τὸ ὅτου ὅτεο, καὶ ἐν πλεονασμῷ τοῦ τ “εἰρήσεται ὅττεό σε χρή” (Od. α,124.). Ε.Μ.Q.

    καὶ ἁνδάνει] καὶ ἀρέσκει. S.

    115. εἰ δʼ ἔτʼ ἀνιήσει] γράφεται καὶ, εἰ δέ τʼ ἀνίησιν, ἀντὶ τοῦ ἀναπείθει ἢ λυπεῖ. Ε.

    εἰ δʼ ἴτ’ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν (127.). οὕτως τὸ ἑξῆς. τὰ δὲ λοιπὰ διὰ μέσου. δυνατὸν δὲ καὶ Ὁμηρικῷ ἔθει αὐτὸ ἀπολύσασθαι. εἴωθε γὰρ ὁ ποιη- τὴς τῷ εἰ μηδὲν ἀνταποδιδόναι, οἷον “ἀλλʼ εἰ μὲν δώσουσι γέρας” (II. α,135.). H.M.Q.

    116. τὰ φρονέουσʼ ἀνὰ θυμὸν] ταῦτα λογιζομένη κατὰ τὴν ψυχήν. S. ἅ οἱ] τινὲς. οἱ αὐτῇ. Η.

    118. κέρδεα] τὰ πανουργεύματα, οὐχ ὡς ἡμεῖς τὴν φιλοχρημα- τίαν. ἀπὸ κοινοῦ δὲ τὸ ἐπίστασθαι. H.M.S.

    119. τάων αἳ πάρος ἦσαν] ἐπανέλαβε τὸν λόγον, ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο. “τάων,” ἐκείνων τῶν γυναικῶν. M.S.

    αἳ πάρος ἦσαν] πρὸ ἡμῶν ὑπῆρχον. S.

    ἐϋπλοκάμιδες Ἀχαιαὶ] εὔκομοι θυγατέρες τῶν Ἑλλήνων. S.

    120. Τυρὼ] Σαλμωνέως θυγάτηρ. ἔσχε δὲ παῖδας ἐκ Ποσειδῶ- νος Νηλέα καὶ Πελίαν. Ἀλκμήνη Ἠλεκτρύωνος θυγάτηρ. Μυκήνη Ἰνάχου θυγάτηρ καὶ Μελίας τῆς Ὠκεανοῦ, ἧς καὶ Ἀρέστορος Ἄρ- γος, ὡς ἐν τῷ Κύκλῳ φέρεται. B.E.H.Q.

    ἐϋπλόκαμος] γρ. ἐϋστέφανος. Η.Μ.

    [*](6. διῃρέθη] διεκρίθη Q. 17. τινὲς, ὅ οἱ αὐτῇ] Absurde. αὐτῇ ὡς τὸ—τοῦ τ] εἰς τὸ ὅτου καὶ ὅτεω videtur glossema esse ad οἱ ad. καὶ ἔμπαλιν ἐν τούτῳ Μ. scriptum. 7. εἰρήσεται] Legitur μυθήσεαι. 19. ἀπὸ—ἐπίστασθαι om. Η. 12. τὸ ἐξῆς] τὰ ἐξῆς Μ. 21. τάων—γυναικῶν om. Μ. 13. δυνατὸν δὲ καὶ] Sic correxi. 24. παῖδας om. Η. δυνατὸν καὶ Μ. Legebatur λείπει καὶ. 25. θυγάττρ addidi ex Η. 26. Ἀρέστορος Buttm. pro ἀριστερός- αὐτὸ] αὐτῷ Μ. ὁ ποιητὴς τῷ] ὁ ποιτῶν Μ. 28. ἐύστέφανος] sic Apollon. Lex. 14. εἰ (οἷ Q.) μηδὲν] εἰ μηδὲ Μ. s. v. στεφάνη.)
    92

    εὐστέφανος] καλὴν στεφάνην ἔχουσα. στεφάνη δὲ κόσμος γνναι- κεῖος. Ε.

    121. ὁμοῖα] πικρῶς καθαψάμενος τῆς Πηνελόπης διαχέαι αὐτὴν βούλεται τοῖς ἐγκωμίοις. ἅμα δὲ καὶ τὴν μνηστείαν εὔλογόν φησι περὶ ἐναρέτου γυναικὸς γινομένην. Ε.

    122. τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε] τοῦτο δὲ οὐ πρεπόντως οὐδὲ προσηκόντως ἐβουλεύσατο. S.

    ᾔδη] πάντα μὲν ἠπίστατο, τοῦτο δὲ μόνον ἠγνόει, ὅτι μέλλομεν κατεσθίειν τὸν σὸν οἶκον. Β.

    123. τόφρα] ἐπὶ τοσοῦτον. S. μέχρι τοσούτου. Q. Ἀριστοφά- νης, τε τε ἤοι μνηστῆρες ἔδονται. Μ. Ἀριστοφάνης, βίοτός τε τεὸς ἢ οἱ μνηστῆρες ἔδονται. Q.

    124. ὄφρα κε κείνη] καὶ μὴν προτρέπεται ὁ λόγος ἐπὶ πλέον σω- φρονεῖν τὴν Πηνελόπην. ἀλλʼ οὐχ οὗτος ὁ νοῦς, ἀλλʼ ἐρεθίζει τὸν Τηλέμαχον ἀπώσασθαι τὴν μητέρα, εἰ διὰ τὸ ἰδίᾳ συμφέρον παρορᾷ τὰ τοῦ Τηλεμάχου. Ε.Μ.

    ὅντινά οἱ νῦν] κατʼ εἰρωνείαν τοῦτο λέγει. S.

    126. ποιεῖται] ἀντὶ τοῦ γίνεται. Β. περιποιεῖται. S.

    ποθὴν] ἐπιθυμίαν. S.

    127. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα] τοῦτο πρὸς κακοῦ τοῖς μνηστῆρσιν. ἐξὸν σωθῆναι ἄλλην τραπομένους ὅμως πάνυ ὁμοῦ εὑρεθέντες πανωλε- [*](1. στεφάνην] κεφαλὴν Ε. ρες præcedentibus jungendum aut 10. Ἀριστοφάνης, τε—οἱ μνηστῆρες sic, βίοτον τεὸν οἱ μνηστῆρες, aut sic, ἔδονται] Exhibui corruptas codicum βίοτον τὸν σὸν μνηστῆρες.” Recte, ut scripturas, quarum altera sola usus videtur, conjicit lectionem pro- Buttm. hæc annotavit “Porsonus pterea mutatam esse quod sub- ex scholio Hart. sibi ut videtur non jectum verbi ἔδονται desideraretur, intellecto hoc tantum refert ῾Ari- sed in reliquis ab vero aberrat. stophanes videtur legisse μνηστῆρες quod in Μ. est τε ἤσι significat ἔδονται.ʼ Simul monet in textu co- τεὸς ἢ τεοί. Aristophanes fortasse dicis supra τεόν scriptum esse τὸν scripserat τόφρα γὰρ οὖν βιότοιο τεοῦ σόν. Hinc colligo grammaticos of- τμνηστῆρες ἔδονται (ut Aristoph. comi- fendisse in verbo ἔδονται sine sub cus Nub. 121. dixit οὐκ ἄρα—τῶν jecto posito, ejusque rei binas attu- ἐμῶν ἔδει). Alia tentavit Nauck. lisse medelas. Quarum lenissima Aristoph. p. 39. videbatur ut scriberetur βίοτός τε 13. ὅφρα—ἀλλʼ οὐχ Μ. τιθεῖσι τεός, et forma ἔδονται, lingua scilicet θεοί: φρονεῖν τὴν πηνελόπην φησίν. ἀλλ’ antiqua, passive acciperetur: altera οὐχ Ε. audacior, qua pro verbis καὶ κτήματʼ 15. εἰ διὰ τὸ—παρορᾷ τὰ τοῦ] εἰ δὲ propinabant nominativum μνηστῆ τὸ—προοᾷ τοῦ Μ.)

    93
    θρίον ἔπαθον. καὶ εἴη ἂν ὁ τελευταῖος οὗτος τοῦ Ἀντινόου λόγος ὡς οἷά τις κατὰ τῶν μνηστήρων προεκθετικὴ ἀναφώνησις. V.

    130. δόμων ἀέκουσαν ἀπῶσαι] καὶ οὗτος τεχνικῶς ἄγαν τὴν ἀν- τίρρησιν ποιεῖται. περὶ γὰρ τῆς ἀπάτης καὶ τῆς ὑποσχέσεως σιωπᾷ. παρατηρήσας δὲ ὅπη μάλιστα ἀπερυθριάσει Ἀντίνοος πρὸς τοῦτο τὴν ἀντίρρησιν ποιεῖται. ἔστι γὰρ πρόσφορον ἐν πλήθει τὸν ὑπὲρ τῆς φύσεως λόγον ἀντικαταστῆσαι. ὅρα δὲ καὶ τὴν ὑπαλλαγὴν τοῦ ῥή- ματος· ὁ μὲν γὰρ ψιλῶς εἶπεν ἀπόπεμψον, ὁ δὲ οὐκ ἄν φησιν ἀπώ- σασθαι. καὶ ὁ μὲν μητέρα, ὁ δὲ, ἥ μʼ ἔτεχ᾿, ἥ μʼ ἔθρεψε. καὶ ἐπὶ τούτοις τὸ μῦθον ἐνίψω. H.Q.V.

    131. ἥ μʼ ἔτεχ᾿] διὰ τῶν ῥημάτων ἔδειξε τοὺς ἐν τῷ τίκτειν καὶ προσφέρειν κινδύνους. ἔστι δὲ κινητικὰ ταῦτα. ἐν γὰρ πρεσβυτέ- ροις καὶ γονεῦσιν ὁ λόγος. Ε.Η.Μ.

    132. κακὸν δέ με πόλλʼ ἀποτίνειν] καὶ στικτέον. λέγει γὰρ ὅτι κακόν ἐστι πολλοῖς ὑπέχειν τιμωρίαν ἀποπέμψαντι τὴν θυγατέρα τῷ Ἰκαρίῳ. Q. Ms. Barnes.

    133. Ἰκαρίῳ] κατʼ ἔνια τῶν ὑπομνημάτων ἡ τούτων ἐξήγησις ἡμάρτηται. φασὶ γὰρ, ἔθος ἦν, εἴ τις ἑκὼν ἐξ οἴκου γυναῖκα ἀπέπεμ- ψε, χρήματα ἀποτίνειν τοῖς ταύτης συγγενέσι καὶ τῷ πατρί. φησὶν οὖν ὅτι κακόν ἐστι καὶ οἷον ἀλυσιτελὲς ἐὰν ἐκδιώξω τῶν οἴκων τὴν μητέρα· πολλὰ γὰρ ἀποτίσω τῷ Ἰκαρίῳ. ἄμεινον δὲ οὕτω διαστέλ- λειν, κακὸν δέ με πόλλʼ ἀποτίνειν. καὶ οὐ περὶ χρημάτων φησὶν, ἀλλὰ περὶ τῶν ἐπαγομένων. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων δώσει. εἶτα καθʼ ὑπερβατὸν, αἴκʼ αὐτὸς ἑκὼν Ἰκαρίῳ ἀπο- πέμψω τὴν μητέρα. ἐπεὶ εἰ περὶ χρημάτων ἔλεγε, σμικρολόγος ἂν ἐφαίνετο. Β.Μ.V. ἑκών] γρ. ἐγών. Η.

    134. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι] εἰ ἐπανέλθοι ὁ Ὀδυσ- σεύς. οὐ γὰρ ἀπεγνώκει αὐτὸν παντελῶς. τινὲς δὲ, ἐκ γὰρ τοῦ πα- τρὸς, τοῦ αὐτῆς πατρός· καὶ στίζουσι τῷ Ἰκαρίῳ. Β.Ε.Η.Q.

    [*](3. οὖτος (οὕτως Q.) τεχνικῶς ἄγαν 12. γὰρ Η.Μ. τοῖς Ε. τὴν] οὖτος τεχνικὴν ἄγαν μερικὴν V. 16. Ἰκαρίῳ] μῖθον ἐνίψω (ex 137.) 5. ὅπο] ὅτι, Η.Q. addit Q. ἀπερυθριάσει Η. ἀπερεθριώσει Q. 20. ἐὰν] εὶ V. ἀπηριθριώση (sic) V. ἐκδιώ ξω] διώξω B. 10. μῦθον om. Q. V. 27 —29. In Η., qui hoc scholion 11. α M. ἐκ γὰρ τοῦ πατρός: τινὲς ἐκ γὰρ τοῦ ῥημάτων Μ. χρημάτων Ε. πατρὸς, τὸν αὐτῆς πατρὸς, καὶ στίζουσι)
    94

    τοῦ πατρὸς] τὸ δὲ τοῦ πατρός οὐ περὶ Τυνδάρεω, ἀλλὰ περὶ Ὀδυσσέως· οὐ γὰρ ἀπεγνώκει αὐτὸν, ἐπειδή φησιν “ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν” (α, 115.). ἄλλως τε κατὰ Καλλίμαχον “χαλεπὴ μῆνις ἐπιχθονίων.” διὸ Ἀρίσταρχος ἀθετεῖ τὸν “ἔσσεται, ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.” περισσὸς γάρ ἐστι πρὸς ταύ- την τὴν ἀπόδοσιν. M. V.

    135. ἀρήσετʼ Ἐριννῦς] ἐπικαλέσεται. S.

    137. ἔσσεται] ἀθετεῖται μὲν ὑπὸ Ἀριστάρχου, στικτέον δὲ ὅμως μετὰ τὸ ἔσσεται, ἵνα τὸ ὥς κέηται ἀντὶ τοῦ οὕτως. Η.Μ.

    ἐγώ ποτε μῦθον ἐνίψω] μετὰ ἀπειλῆς ἐπιπλήξω, λοιδορήσω. εἴπω μετὰ ἐπιπλήξεως. ἐνιπὴ ἡ ἐπίπληξις. S.

    139. ἔξιτε] ἐξέλθετε. ἐξέρχεσθε. S.

    δαῖτας] ἀπὸ τοῦ δαῖς δαιτός προπερισπωμένως, εἴτε ἀπὸ τοῦ δαίτη δαίτης παροξυτόνως. S.

    140. ὑμὰ κτήματα] τὴν ὑμετέραν κτῆσιν. S.

    ἀμειβόμενοι] ἐξ ἀμοιβῆς εἰς ἑνὸς ἑκάστου οἶκον πορευόμενοι. Ε. ἐναλλάσσονται κατὰ διαδοχήν. S.

    142. νήποινον] ἀνεκδίκητον. S.

    143. κείρετʼ] φθείρετε. S.

    ἐπιβώσομαι] ἐπιβοήσομαι, ἐπικαλέσομαι, ὡς τὸ ὀγδώκοντα τὰ ὀγδοήκοντα. S. ἐπικαλέσω. ἐπὶ κατάρας καὶ εὐχὰς τραπόμενος πρὸς τὰ ἑξῆς εὐκαταφρόνητος ἔσται πρὸς ἐπιβουλάς. Η.Q.

    αἰὲν ἐόντας] ἐπὶ τὸ ἐόντας στικτέον. ἡ γὰρ ἑξῆς περίοδος καθʼ αὑτήν ἐστιν· αἴκε Ζεὺς δῷσι, νήποινοί κεν ἔπειτα. Q.

    144. αἴ κε] ἢ ἀντὶ τοῦ εἴθε ἢ ἀντὶ τοῦ ἐάν. Μ. αἴκε ποτὲ Ζεὺς δῷσι] γρ. ποθί. Η.

    παλίντιτα] παλιντιμώρητα. S.

    [*](τῷ Ἰκαρίῳ· εἰ ἐπανέλθοι ὁ πατὴρ, οὐ γὰρ imprecationes descendit illud efficit ἀπεγνώκει αὐτὸν παντελῶς. Telemachus, ut eum contemnant Ι. τὸ δὲ τοῦ—Ὀδυσσέως om. V. proci, neque insidias timeant e 3. Καλλίμαχον] Fragm. 262. postremis ejus verbis (πρὸς τὰ ἐξῆς), 4. τὸν Buttm. pro τό. intra domum eos fortasse perituros 5. ἐστι πρὸς] ἐστὶν οὐ πρὸς V. esse. BUTTMl. Correxi εὐκατα- 8. ἀθετεῖται] Vid. schol. ad 134. φρόνητος ἔσται ex Η. Idem πρὸς τὰς 9. κέηται Η. κεῖται Μ. ἐξῆς habere dicitur. 19. φθείρετε] φθείρει S. 26. γρ. ποθί] αἴκε πόθι in textu ha- 22. εὐκαταφρόνητοί ἐστε Q. Suspi- bet Μ. a correctore, cum gl. εἴπως cor scripsisse hominem εὐκαταφρό- ποτέ. νητος ἔστι: h. e. eo quod ad preces et)
    95

    145. νήποινοί κεν ἔπειτα] ἀνεκδίκητοι τὸ μετέπειτα. S.

    146. τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς] ἡ μὲν ἐξ ὅρους ἄφιξις τὴν ἐξ ἀγρῶν ἐπάνοδον Ὀδυσσέως καὶ τοῦ παιδὸς σημαίνει· καὶ ἡ μὲν ἐν ἀρχῇ ἠρεμαία πτῆσις τὴν μετὰ ἡσυχίας κάθοδον· ὁ δὲ κατὰ τὴν ἀγορὰν αὐτῶν θόρυβος τὴν κατὰ τὴν πόλιν γενομένην ταραχήν· ὁ δὲ τιναγμὸς τῶν πτερῶν τὴν ἀποβολὴν καὶ ἐλάττωσιν τῶν κρειττόνων· τὸ δὲ καταδρύψαι τὰς παρειὰς τὸν τῶν μνηστήρων ἐσήμανε φόνον. διὰ δὲ τὸ ἀνατολικοὺς ὁρμῆσαι, ὅτι οἱ μὲν δύο νικήσουσιν, οἱ δὲ μνη- στῆρες ἐν ζόφῳ γενήσονται. Ε.Η.Q.V.

    τὼ δʼ αἰετὼ] τινὲς τὸ τώ περισπῶσιν ἐπὶ τοῦ Τηλεμάχου ἀκού- οντες. Η.Q.S.

    147. ὑψόθεν ἐκ κορυφῆς] ἐξ ὕψους, ἐκ τοῦ ἀνωτέρου μέρους. S. προέηκε] ἔπεμψε. S.

    148. τὼ δʼ εἵως] καὶ οὕτω οἱ δύο ἀετοί. S. τὸ εἵως ἀντὶ τοῦ τέως· διὸ οὐδὲ ὑποστιγμὴν ἀποτελεῖ, ἀλλὰ στιγμὴν τῷ “πτερύγεσσιν.” Η.Μ.S.

    τὼ δʼ εἵως μέν] οἱ ἀετοὶ σημαντικοὶ δεξιῶν ἤτοι ἀγαθῶν. δεξιὰ γὰρ τὰ ἀγαθὰ οἶδεν Ὅμηρος. ἀετὸς δὲ παρὰ τὸ ἐτεὸν, τὸ ἀληθές. Ε.

    μετὰ πνοιῇς ἀνέμοιο] ὡς ἡσυχῇ τὸ ἔργον τὰ πρῶτα διαχειριζόμε- νοι. V.

    149. πλησίω ἀλλήλοισιν] ἐπεὶ οὐκ ἀποστατοῦσιν ἀλλήλων ταῖς βουλαῖς. V.

    τιταινομένω] ἐξέτεινον. S.

    πτερύγεσσιν] Ἀττικὸν ἰδίωμα. S.

    150. ἀλλʼ ὅτε δὴ μέσην ἀγορὴν] ἀλλʼ ὁπόταν μέσον τοῦ ἀθροίσμα- τος, ἐν ᾧ πολλαὶ φῆμαί εἰσι, παρεγένοντο. S.

    πολύφημον] ἐν ᾧ πολλαὶ φῆμαί εἰσιν, ἐν ᾗ πολλαὶ κληδόνες εἰσὶν, ἥτις πολλὰς φήμας περὶ τοῦ Ὀδυσσέως ἔχει. ἢ τὴν πολλὴν εὐφη- μίαν ἐν τοῖς λόγοις ἔχουσαν. S.

    151. ἔνθʼ ἐπιδινηθέντες] ἐκεῖσε δὲ ἐνταῦθα συστραφέντες ἐν τῷ καταράσσειν τὰ συνεχῆ αὐτῶν πτερά. S.

    152. ἐς δʼ ἱκέτην] ἀφίκοντο. Μ.S.

    ὄσσοντο δʼ ὄλεθρον] προεμαντεύοντο, προεδήλουν αὐτοῖς ἀπώλειαν. S.

    [*](6. ἀποβολὴν καὶ Η. ἀπώλειαν καὶ ἀνατολικοὺς] κατὰ ἀνατολὰς V. V., om. Ε.Q. 15. ὑποστιγμὴν] στιγμὴν S. κρειττόνων] ἀρχόντων V. στιγμὴν] στιγμὴ ἐν S. 8. τὸ] τοὺς Ε.Q. Fort. τοῦ.)
    96

    ὄσσοντο] ἐν τῇ Ῥιανοῦ, ἕσσατο, ἀντὶ τοῦ ὄσσαν καὶ κληδόνα ἐποί- ουν. H.

    153. δρυψαμένω δʼ ὀνύχεσσι] κατασπαράξαντες, ἀποξύσαντες δὲ τοῖς ὄνυξι καὶ τοὺς αὐχένας. S.

    154. δεξιῶ ἤϊξαν] ἀνατολικοί. δεξιὰ γὰρ τὰ ἀνατολικὰ λέγει ὁ Ὅμηρος· “εἶτʼ ἐπιδέξιʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα.” (Il. μ, 239.). E.Q.S.

    αὐτῶν] Ἀριστοφάνης οὕτως γράφει, ἀντὶ τοῦ ὥσπερ ἦλθον καὶ ἀπέστησαν. H. M.

    καὶ πόλιν αὐτῶν] πόλιν πλάττει ἰδίαν τοῖς ἀετοῖς ὁ Ὅμηρος. εἴποι δʼ ἄν τις καὶ πόλιν αὐτῶν τὰς τῶν ὀρῶν κορυφάς. B.

    156. ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅπερ τελέεσθαι ἔμελλον] οἱ γὰρ κακοὶ τὰς πράξεις κακὰς καὶ τὰς ἐλπίδας ἔχουσι. τὰ δὲ τοιαῦτα τῶν ση- μείων τοῖς μὲν ἀγαθοῖς τὸ θαρρεῖν, τοῖς δὲ πονηροῖς ἀποτροπὴν ποιεῖ τῶν τετολμημένων. E.H.Q.S.V. τὸ δὲ ὥρμηναν σημαίνει τὸ διενό- ησαν, διελογίζοντο. τὸ δὲ ἅπερ ἀντὶ τοῦ καθάπερ. H.

    ἔμελλον διὰ τοῦ ο· τοῦτο γὰρ Ὁμήρῳ σύνηθες. H.M.S.

    157. Ἀλιθέρσης] τὸ Ἀλιθέρσης ψιλωτέον, εἰ καὶ παρὰ τὸ ἅλς ἐγένετο, εἰς ἰδιότητα τοῦ ὀνόματος. E.M. ὁ διάπυρος ἐν τῇ ἁλί. μαρτυρεῖ δὲ αὐτῷ καὶ χρόνον καὶ φύσιν εἰς ἔπαινον. B.E.M.

    158. Μαστορίδης] ὁ τοῦ Μάστορος υἱός. S.

    ὁμηλικίην ἐκέκαστο] ἐκ τῶν ὁμηλίκων ἐκεκόσμητο. S.

    159. ὄρνιθας γνῶναι] διὰ τῶν ὀρνίθων ἐπιγνῶναι. S.

    [*](1. ἕσσατο corruptum. ὄσσαντο 15. Verba διενοήθησαν (nam sic Porson. scriptum), διελογίζοντο habet etiam 5. ἀνατολικοί] δεξιοὶ καὶ ἀνατολικοὶ S. 17. ἔμελλον] ἔμελλεν M. in textu. τὰ om. E.Q. 18—20. Hæc in M. sic disposi- λέγει] καλεῖ 8. ta, μαρτυρεῖ αὐτῷ—ἕπαινον. ψιλωτέον 6. εἶτʼ ἐπʼ] εἶτε τ᾿ E.Q. δὲ τὸ ἀλιθέρσης—ὀνόματος. 7.ἠερόεντα om. E.Q. ἱερόεντα (quod 18. ἄλς Buttm. pro ἄλις. in Odysseæ versu in textu habet 19. διάπυρος Buttm. pro διὰ πυρός. M.) S. addito Ἀριστοφάνης, quod re- διάπυρος ἐν τῇ αλί] Manifestius mansit ex scholio proximo. etymon in voce θέρσος, quae Æolica 8. αὐτῶν—ἀπέστησαν] Scholion in est forma pro θάρσος, et unde Ther- H.M. sine lemmate positum recte sitæ quoque nomen est audaci ho- huc rettulit Cobetus. Idem οὕτως, mini: vid. Etym. M. in v. et schol. quod ex αὕτως corruptum videri Ven. ad Il. β, 212. BUTTM. potest, recte in αὖτις mutare vide- 20. μαρτυρεῖ αὐτῷ—ἔπαινον habet etiam H. 12. γὰρ om. S.)
    97

    ἐναίσιμα] μαντευτικὰ, τὰ ὑπὸ τῆς αἴσης πεπρωμένα, τὰ καθή- κοντα μαντεύσασθαι. S.

    160. ὅ σφιν ἐϋφρονέων] τὸ ὅ προκαταρκτικόν ἐστιν ἀντὶ τοῦ ὑπο- τακτικοῦ. Η.Μ.S. ὅστις ἐν αὐτοῖς καλῶς ἐδημηγόρησε καὶ τὸ μετὰ ταῦτα εἶπε. S.

    161. ὅττι κεν εἴπω] ὅπερ ἂν εἴπω καὶ λέξω. S.

    162. πιφαυσκόμενος] προμηνύων, προλέγων, διαβεβαιούμενος. S.

    163. τοῖσι γὰρ μέγα πῆμα κυλίνδεται] τούτοις μεγίστη βλάβη ἐπέρχεται. S.

    164. δὴν ἀπάνευθε φίλων] ἐπὶ πολὺν χρόνον χωρὶς ἰδίων. S.

    165. ἐγγὺς ἐὼν] ἀλλὰ μὴν ἐν Ὠγυγίᾳ ἐστὶν, ὥστε οὐκ ἐγγύς ἐστιν. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὸ γὰρ ἐγγύς καὶ ἐπὶ χρόνου καὶ ἐπὶ τόπου τάσσεται· νῦν οὖν ἐπὶ χρόνου παρείληπται. Β.Ε.Η.Q. τὸ ἐγγὺς οὐ τοπικῶς νῦν, ἀλλὰ χρονικῶς. ἐν Ὠγυγίᾳ γὰρ ἦν. Η.S.

    τοίσδεσσι φόνον καὶ κἥρα φυτεύει] τούτοις τὸν διὰ τοῦ φόνου θάνατον κατασκευάζει. S.

    166. πολέσιν] πολλοῖς τοῖς πατράσι τῶν Ἑλλήνων δηλονότι, ἤτοι τῶν μνηστήρων. S.

    167. Ἰθάκην εὐδείελον] τὴν εὖ πρὸς δείλην κειμένην· ἢ εὔσημον, εὐπεριόριστον· τοιαῦται γὰρ αἱ νῆσοι ὡς πρὸς σύγκρισιν τῶν ἠπείρων τῷ ὕδατι περιγραφόμεναι· ἢ τὴν λαμπρὰν, ἀπὸ τοῦ εὖ καὶ τοῦ ἔλη, ἡ θερμασία. Β.Ε.Q. τὴν πρὸς δυτικὸν μέρος εὖ ἔχουσαν. ἀναλογεῖ γὰρ τὸ ἀνατολικὸν καὶ ἑῷον μέρος τοῦ κόσμου τῇ πρωΐᾳ τῆς ἡμέρας, τὸ δὲ δυτικὸν καὶ ἑσπερινὸν τῇ δείλῃ καὶ ἑσπέρ. ἢ εὐδείελον τὴν εὖ ἔχουσαν τοῦ ἀέρος κατὰ τὴν δείλην μᾶλλον τῆς ἡμέρας ἢ τὴν πρωΐαν. ἢ εὐδείελον τὴν πρὸς τὸ δυτικὸν μέρος κειμένην, παρὰ τὸ ἐνδεῆ εἶναι τῆς ἕλης ἤτοι τῆς θέρμης. Ε. εὐπεριόριστον ἢ εὔδηλον καὶ φανερὰν, καθὸ νῆσός ἐστιν. πᾶσαι δὲ αἱ νῆσοι συγκρινόμεναι ἠπείροις εὐδη- λότερα ἔχουσι τὰ ὅρια. ἢ τὴν πρὸς δύσιν καὶ δείλην κειμένην (δείλη γὰρ ἡ δύσις), τουτέστιν ἑσπερίαν. Η.Ρ.Q.S. MS. Barnes.

    [*](19. εὐδείελον] Conf. schol. ι, 21. εἰς τὴν δύσιν καὶ δείλην κειμένην, δείλη 20–30. εὐπεριόριστον—δύσις] εὐ- γὰρ ἡ δύσις S. δεἱελον, ἤτοι εὐδιεινὴν καὶ ἀπεριόριστον. 28. εἰδηλότερα S. εὐδηλότατα ce- καὶ τὴν εὖ πρὸς δήλην κειμένην, ἢ εὕδῃ. teri. λον καὶ φανερὰν, καθὸ νῆσος ἐστὶ, πᾶ- 29. πρὸς] εὗ πρὸς Barnes. σαι δὲ αἱ νῆσαι συγκρινόμεναι ταῖς ἠπεί- 30. τουτέστιν ἑσπερία (correxi ἐσ- ροις εὐδηλότερα ἔχουσι τὰ ὅρια· ἢ τὴν περίαν) habent Η.S., om. ceteri.)
    98

    169. καὶ γάρ σφιν] καὶ γὰρ λώϊον αὐτοῖς ἐστι τὸ ἄφαρ παύσα- σθαι. Β.Q.S.

    λωΐτερον] γρ. λώϊον. Η.

    170. ἀπείρητος] ἄπειρος καὶ ἀμαθής. S.

    μαντεύσομαι] αἱ χαριέστεραι μαντεύομαι, ὡς συνεχῶς, ἤγουν ἄπειρος αὐτὸς μαντεύομαι. Η. προλέξω. Gl.M.

    172. ὥς οἱ ἐμυθεόμην] συναπτέον ἕως τοῦ “πολύμητις Ὀδυσ- σεύς.” δύναται δέ τις καὶ ἐπὶ τὸ ἐμυθεόμην στίζειν, τοῖς ἄνω αὐτὸ ἀποδιδοὺς, καὶ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν “ὅτε Ἴλιον ἐσανέβαι- νον,” ἵνα ὑποστίζωμεν μετὰ τὸ Ἀργεῖοι καὶ Ὀδυσσεὺς, ἡ δὲ ἀπόδο- σις, φῆν κακὰ πολλά. Ε.Q.S.V.

    178. εἰ δʼ ἄγε] τὸ εἴα καὶ ἄγε καὶ φέρε ἐπιρρήματα παρακε- λευσματικά. τὸ εἰ ἀντὶ τοῦ εἴα. Β.

    180. ἀμείνων] γράφεται, ἀμείνω, χυρὶς τοῦ ν, ὅπερ καὶ κάλ- λιον. Η.

    182. φοιτῶσʼ] τινὲς πωτῶντʼ. ἀκυρότερον γὰρ ἐπὶ ὀρνίθων τὸ φοι- τᾶν. Μ.Q.S.

    οὐδέ τε πάντες ἐναίσιμοι] μαντικοὶ, τὸ εἱμαρμένον σημαίνοντες· τοῦτο γὰρ τὸ ἐναίσιμοι. ὁ δὲ τε σύνδεσμος περισσός. ἐν δὲ τοῖς εἰκαιοτέροις γράφεται οὐδέ τι. Η.Μ.S.

    183. ὤλετο τῆλʼ] τὸ τῆλε σημαίνει καὶ τὴν ἐν τόπῳ σχέσιν, ὥσπερ νῦν, καὶ τὴν ἐκ τόπου “τῆλʼ ἐξ Ἀσκανίης (Il. β, 863.), καὶ τὴν εἰς τόπον “τῆλέ με εἴργουσι ψυχαί” (Il. ψ, 72.). Q.

    [*](1. ἐστι om. S. ποτῶντο mutavi in τὸ φοιτᾶν. 3. γρ. λώῖον] Est glossema. Vid. 18. οὐδέ τε) Sic Μ. in textu a ad 334. BUTTM. pr. m., οὐδέτῖ a correctore. οὐδέ τι 8. δύναται δέ S. δέ om ceteri. Η. in textu, sed οὐδέ τε in lemmate 14. κάλλιον] Mirum, nominati- scholiii. οὐδέ τι S. vum in ω hic commendari, qui alias 19. τοῦτο γὰρ τὸ ἐναίσιμοι S. ut Ζenodoteus longe reqicitur. Vid. ὁ δὲ — περισσός Μ. S. περισσὸς schol. Il. α, 80. et al. Nam cum ὁ τε Η. Εx Q. ad lemma οὐδέτι ταῦτα illud strui nequit. BUTTM. enotatum γράφε, οὐδέ τε. ἔστι δὲ ὁ 16. πωτῶντο Buttm. pro ποτῶντο τέ περισσός. ubi γράφε in γράφεται (ποτῶντ· Μ.) mutandum. ἀκυρότερον scripsi pro οὐδὲ ἀκυ- τοῖς εἰκαιοτέροις] Nominativum τὰ ρότερον. οὐδέ ex verbis poetæ illa. εἰκαιότερα habes infra ad τ, 83. In- tum servari potest si scribatur τινὲς telligenda τὰ ἀντίγραφα. Sic et ad “πωτῶντʼ· οὁδέ.” ρ, 160. ἐν τοῖς χαριεστέροις et ἐν τοῖς γὰρ om. Q. ἐπὶ ὀρνίθων] Quod addunt libri τὸ κοινοτέροις. BUTTM.)
    99

    ὡς καὶ σὺ] τὸ ὡς ἀναφορικόν ἐστι, καὶ συναπτέον αὐτὸ τοῖς ἐπάνω. ἢ ἀντὶ τοῦ εἴθε, καὶ ἀπὸ ἄλλης ἀρχῆς αὐτὸ ἀναγνωστέον. Q.V.

    184. θεοπροπέων] ἐκ θεῶν μαντευόμενος. κατʼ εἰρωνείαν τοῦτο. S.

    185. ὧδ᾿ ἀνιείης] ἀπὸ τοῦ ἀνίημι, ὡς τιθείης. κυνηγετικὴ ἡ λέξις, ὅτε τις κύνα τοῦ δεσμοῦ ἀνεὶς ἀφήσει κατὰ θηρός. V. ἀνέπειθες, διήγειρες. ἡ μεταφορὰ τῆς λέξεως εἴληπται ἀπὸ τῶν κυνηγετῶν τοὺς ἱμάντας ἀφιέντων τοῖς κυσί. Ε.R.

    ἀνιείης] δασυντέον. ἔστι γὰρ ἀντὶ τοῦ ἀναπείθοις, ἀπὸ μεταφορᾶς τῶν κυνηγῶν τῶν ἐφιέντων τοὺς ἱμάντας τοῖς κυσί. ψιλοῖ δὲ Ἑλ- λάνικος παρὰ τὴν ἀνίαν ἐκδεχόμενος τὸ λυποίης. εἰ δὲ τοῦτο, ἐχρῆν γράφειν ἀνιῴης. τοιαύτη γὰρ ἡ δευτέρα συζυγία. Η.Μ.Q.R.V.

    186. ποτιδέγμενος] προσδεχόμενος. S.

    πόρῃσιν] παράσχῃ. S.

    189. παρφάμενος] παραπείσας, παραλογισάμενος, συμβουλεύσαςʼ ἐκ τοῦ παραινῶ καὶ τοῦ φημί, ἀπὸ τῆς παρά προθέσεως καὶ τοῦ αἶ- νος, ὁ λόγος. Ε. παραπείσας, ἀπατῶν. S.

    190. ἀνιηρέστερον] λυπηρότερον. Ἀττικὸν. ὡς τὸ πτωχέστερον. S.

    192. θωὴν ἐπιθήσομεν] ζημίαν, ἤγουν θάνατον ἐμβαλοῦμεν. S.

    σοὶ δὲ, γέρον, θωὴν ἐπιθήσομεν] ἤτοι ἐπιβαλοῦμεν θωὴν, τουτέστι ζημίαν, ἥντινα τίνων, τουτέστιν ἀποτίνων καὶ ἀποδιδοὺς, ἀσχαλεῖς ἤτοι δυσχερανεῖς. Η.Q. γρ. ἐπιθήσομαι. Η.

    195. μητέρα ἣν ἐς πατρὸς—οἱ δὲ γάμον τεύξουσι] τὸ σχῆμα περιττὸν, ἀπότομον. V.

    μητέρα ἣν ἐς πατρὸς] ἡδέως τῷ σχήματι ἐχρήσατο· εἰπὼν γὰρ, “ἐς πατρός” μετέβη εἰς πληθυντικὸν “οἱ δὲ γάμον τεύξουσι,” δηλον- ότι οἱ μνηστῆρες, καὶ εὐτρεπίσουσιν ἔεδνα ὅσα δεῖ ἐπὶ τῇ τοιαύτῃ [*](5. κυνηγετικὴ—θηρός] Hæc ex Eu. 10. δὲ] δὲ καὶ Η.R. stathio compilata videntur p. 1441. Ἑλλάνικος] De Hellanico hoc 9. unde ἀφήσει correxi pro ἀφήση. grammatico, idemne sit an diver- 6. νέπειθες, διήγειρες om. Ε. sus ab historico, vide Sturzium 7. εἴληπται om. R. disputantem in Comm. de Hel- 8. ἀφιέντων ante τοὺς ἱμάντας ha- lanico §. 10. BUTTM. bet Ε., omisso τοῖς κυσί. 16. φημί Buttm. pro φῆς. 9. δασυντέον] Nempe in accuratis 21. ἀσχαλεῖς Buttm. pro ἀσχάλ- editionibus addiderant spiritum et- λεις (ἀσχάλεις Η.). iam in media voce, ut ἀνἱείς, φιλἵπ- 24. ἀπότομον Buttm. in Præfat. πους. PORSON. δασυνητέον V. Cf. p. xiii. pro ἄτομον. ad α, 27. BUTTM. δασυντέον δὲ 27. οἱ μνηστῆρες] Immo auctor pri- τοῦτο R.)

    100
    παιδὶ δίδοσθαι παρὰ τῶν γαμούντων. κειμήλια δὲ τὰ παρὰ τοῦ πα- τρὸς τῆς νύμφης διδόμενα, ἤγουν τὰ ἐξώπροικα. Ε.Q.

    196. οἱ δὲ γάμον] οὗτοι οἱ μνηστῆρες, οἱ ἐν τῷ δώματι τοῦ πα- τρός. S.

    ἀρτυνέουσιν] ἑτοιμάσουσιν. S.

    ἔεδνα] τὰ παρὰ τοῦ νυμφίου, γαμήλια δὲ τὰ παρὰ τοῦ πατρὸς τῆς νύμφης διδόμενα. Μ.S.V.

    197. πολλὰ μάλʼ ὅσσα ἔοικε φίλης] πλεῖστα πάνυ ὁπόσα καὶ ἅ ἐστι προσφιλεστάτῃ παιδὶ δίδοσθαι. S.

    199. μνηστύος ἀργαλέης] ἔξωθεν ληπτέον, πρὸ τοῦ γῆμαι τὴν σὴν μητέρα. Β.

    ἐπεὶ οὔτινα δείδιμεν] προειπὼν “ἐπεὶ οὔτινα δείδιμεν ἔμπης,” οὔτε Τηλέμαχον οὔτε τὸν μάντιν οὐκέτι ἐπήγαγεν οὔτε ἄλλον τινὰ, καίτοι ὁ λόγος ἀπῄτει, ἀλλʼ ἣν εἶχεν ἀπέχθειαν πρὸς τὸ πλῆθος. Η.Μ.Q.V.

    206. εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν] ἕνεκα τῶν ἀρετῶν αὐτῆς ἐρί- ζομεν. τὰ κοσμοῦντα αὐτὴν πάντως λέγει. S.

    εἵνεκα τῆς ἀρετῆς] ὁ Ἀρίσταρχος λείπειν φησὶ τὸ ἄρθρον, ἵνʼ ᾖ, εἵνεκα τῆς ταύτης ἀρετῆς· Ἰακὸν δὲ τὸ ἔθος εἶναι. Ἀριστοφάνης δὲ ὑπώπτευε τὸν στίχον, νεωτερικὸν λέγων ὄνομα τὸ τῆς ἀρετῆς. πι- θανὸν δὲ συναθετεῖν αὐτῷ καὶ τὸν πρὸ αὐτοῦ καὶ τὸν μετʼ αὐτόν. Η.Μ.Q.R.

    207. ἐπιεικὲς ὀπυιέμεν] πρέπει μνηστεύεσθαι, γαμεῖν. S.

    209. ἀγαυοὶ] γρ. ἀγανοί. οἱ δὲ, Ἀχαιοί. Η.

    210. ταῦτα μὲν] λείπει ἡ εἰς πρόθεσις, ἵνʼ ᾖ εἰς ταῦτα. παροξυ- τόνως δὲ ὑμέας ἀντωνυμία. ἔστι γὰρ ἀντιδιασταλτική. Μ.

    ταῦτα μὲν οὐχ ὑμέας] περὶ τούτων οὐκέτι ὑμᾶς λιτανεύσω οὐδὲ δημηγορήσω. S.

    [*](morum hujus acholii verborum vo- Ι. κειμήλια] Vid. ad α, 276. lebat πατὴρ καὶ ἀδελφοί. IIlud ta. BUTTM. men et in schol. Vulg. ubi leguntur 6. γαμήλια] μείλια V. verba, εἰπὼν, ἐς πατρὸς, usque ad τῶν τῆς νύμφης M.S. τῇ νύμφῃ V. γαμούντων. Videntur itaque jam 13. τὸν μάντιν Μ. τὴν μαντείαν olim excidisse quædam propter re- ceteri. ἔμπης -μάντιν om. Q. petitionem eorundem verborum, in 14. ἣν om. V. hunc modum: οἱ δὲ γάμον τεύξουσι, 18. ὁ] ὁ δὲ Q. Verba ὁ Ἀρίσταρ- δηλονότι πατὴρ καὶ ἀδελφοί. τινὲς δὲ χος—ταύτης ἀρετῆς habet etiam S. λαμβάνουσι τὸ, οἱ δὲ γάμον τεύξουσι. 19. Ἰακὸν Η.R. ἰακὰ Μ. ἰαὴ Q. δηλονότι οἱ μνηστῆρες. BUTTM. 21. αὐτόν Buttm. pro αὐτοῦ.)
    101

    212. ἀλλʼ ἄγε μοι δότε] τὴν ὑπόνοιαν ἀποτριβόμενος αἰτεῖται παρὰ τῶν μνηστήρων τὰ πρὸς τὴν πορείαν. πῶς γὰρ ἐδύνατο σκευω- ρεῖν κατʼ αὐτῶν πολίτας ὀπαδοὺς ἔχων; Ε.Η.V.

    213. διαπρήσσωσι κέλευθον] τὸ πρήσσω, τὸ περῶ, γίνεται ἀπὸ τοῦ περάω περῶ, ὁ μέλλων περάσω καὶ κατὰ συγκοπὴν πράσω, καὶ πρήσω τροπῇ τοῦ α εἰς η. ἐπεὶ δὲ ὁ μέλλων θεματοποιεῖται προσ- λαμβάνει καὶ ἕτερον σ πρὸς ἀντιδιαστολὴν τοῦ ἀφʼ οὗ γέγονε μέλ- λοντος. Β.

    214. εἶμι γὰρ εἰς Σπάρτην] πορεύσομαι εἰς τὴν Σπάρτην. S.

    ἠμαθόεντα] ὡς τὸ “ὀλοόεντος ἐχίδνης,” ἀντὶ τοῦ ὀλοοέσσης. Ε.

    215. νόστον πευσόμενος] τὴν ὑποστροφὴν ἀκουσόμενος τοῦ πατρὸς τοῦ ἐπὶ πολὺν χρόνον. S.

    216. ἤν τίς μοι εἴπῃσι βροτῶν] λείπει τὸ ἰδών. S.

    ὅσσαν] θείαν φήμην, ἢ ἀπὸ μαντείας ἀκούσω. S.

    219. ἦτʼ ἂν τρυχόμενός περ] καταπονούμενος, δαμαζόμενος καρ- τερήσω, ὑπομείνω. S.

    222. χεύω] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου χείω γράφει, καὶ Ἀρί- σταρχος, Ἡρωδιανὸς δὲ χεύω, ἵνʼ ᾖ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος. Η.Μ.

    ἐπὶ κτέρεα] τὰ κάτω τῆς ἔρας νενομισμένα εἰς νεκρούς· ἢ ἀπὸ τοῦ ἱκετήριόν τι εἶναι. Ε.

    226. ἐπέτρεπεν οἶκον] ἐπίτροπον, οἰκονόμον εἰς τὸν οἶκον αὐτοῦ ἐποίησε. Β.

    [*](3. κευωρεῖν Η.V. σκαιωρεῖν Ε. χείω Porsonus. χρείω Η. χρειὼ Μ. 9. Versibus 214—223. adpictæ χείω siscripsit Ptolemæus, pro futu- sunt in M. decem διπλαῖ, sic ro habuit. Sed videndum ne χεύσω εἶμι γὰρ— scripserit, quod M. in textu habet νόστον— cum γρ. χεύω. Inter χεῦαι et χεῦσαι ἤν τις —etc. variatur in loco parallelo α, 291. Totus locus videtur spurius ac Χεύομεν futuri significatione dictum recte ab antiquis criticis ὠβελισμέ- etiam Il. η, 336. τύμβον δʼ ἀμφὶ πυρὴν νος. Pro διπλαῖς aut ὀβελοὶ erant ἕνα χεύομεν ἐξαγαγόντες, ubi nulla in scribendi, aut saltem ἀστερίσκοι. scholiis annotata est scripturæ di- COBET. versitas. Verba proxima καὶ Ἀρι- 10. ὁλόεντος] φολόεντος Buttm. ex σταρχος, Ἡρωδιανὸς δὲ χεύω fortasse Nicandri Ther. 129. sic sunt corrigenda, Ἀρίσταρχος δὲ 10. Addidi τοῦ. καὶ Ἡρωδιανὸς χεύω—. 12. τοῦ] Excidit ἀπόντος. τοῦ om. Η. 17. Ὀροάνδου correxi ex scholio 20. νενομισμένα εἰς Buttm. pro Il. α, 120. ὁροάνδρου Η. ὁρεάνδρου Μ. νενομισμένους.)
    102

    229. κέκλυτε, Ἰθακήσιοι] ὁρῶν τοὺς μνηστῆρας ἀπηρυθριακότας οὐ πρὸς αὐτοὺς ἀποτείνεται, ἀλλὰ πρὸς τὸ κοινόν. E.Q.V.

    232. καὶ αἴσυλα ῥέζοι] ἀπρεπῆ. βραχὺ διασταλτέον ἐπὶ τὸ ῥέζοι· τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅτι ἐστίν. Q.

    ἢ ῥέζων. H.

    236. κακορραφίῃσι] κακοβουλίαις, κακομηχανίαις. τινὲς δὲ κακο- φραδίῃσι γράφουσι. H.M.S.

    237. σφὰς γὰρ παρθέμενοι] τῶν οἰκείων καταφρονήσαντες, εἰς ἐχυρὸν θέμενοι, ἀντὶ τοῦ ὡς μὴ ἐπικείμενοι τὰς ἑαυτῶν κεφαλὰς, ἀλλὰ παραβαλόντες καὶ παρατιθέμενοι αὐτάς. S. εἰς τιμωρίαν ὑποθέμενοι τὰς ἰδίας κεφαλὰς, ἢ ὡς ἐνέχυρον τιθέμενοι, ὡς μὴ ἐπι- κείμενοι τὰς ἑαυτῶν κεφαλὰς, ἀλλὰ παρατιθέμενοι. ὀξυτονητέον δὲ τὴν σφάς· κτητικὴ γὰρ ἀντὶ τοῦ σφετέρας. B.M.Q.S.

    238. οἶκον Ὀδυσσῆος] μετωνυμικῶς τὰ ἐν τῷ οἴκῳ· τὸ δὲ ἐναν- τίον “μετὰ δαίμονας ἄλλους” (Il. α, 222.), τὸν τόπον τῶν θεῶν. ὁμοίως καὶ τὸ “σύεσσι παρήμενον” (Od. ν, 407.). Q.S.

    240. ἄνεῳ] σὺν τῷ ι τὸ ἄνεῳ. εὐθεῖά ἐστι πληθυντικὴ ἀπὸ τοῦ ἄνεως. H. M.

    241. κατερύκετε] Ῥιανὸς γράφει καταπαύετε. καὶ λόγον ἔχει διὰ τὸ καὶ τὸν μάντιν εἰπεῖν “φραζώμεσθʼ ὥς κεν καταπαύσομεν, οἱ δὲ καὶ αὐτοὶ παυέσθων” (168.), καὶ τὸ “ἡμέας ὀτρύνων καταπαυέ- μεν.” H.M.Q.S.

    [*](4. ὡς ἀντὶ τοῦ ἔτι] ὅτι οὕτως po- 17. τὸ om. M. tius dici debuisse censet Lehrs. εὐθεῖα—πληθυντικὴ] εὐθείας τε πλη- Aristarc. p. 162. maleque nunc θυντικῶν M. scribi ὣς, recte ὡς ε, 11. ubi hæc 19. Scholion in codicibus male verba repetuntur. Εgo utrobique ad καταπαυέμεν relatum v. 244. Ani- ὣς prætuli cum plena post ῥέζοι in- madvertit errorem Bekkerus in terpunctione, quam probat schol. censura Homeri Wolfiani p. 169. ad ε, 11. et Friedlaender. de Ni. 170. γράφει (hoc etiam Porsonus) κα- can. 9. 35. 6. τινὲς δὲ κ. γ.] τινὲς δὲ γ. κ. Η. ταπαύετε Bekkerus pro γὰρ καὶ (καὶ om. S.) παύεται. τινὲς κ. γ. S. 10. εἰς τιμωρίαν—παρατιθέμενοι] ἔχει διὰ om. Q., nisi fallit Maii Ἄλλως. τὰς ἰδίας κεφαλὰς εἰς τιμωρίαν editio. 20. τὸ om. Η. ὑποθέμενοι. S 12. ὀξυτονητέον δὲ τὴν σφάς Μ.S. τὸ φραζώμεσθʼ] Libri φραζώμεθ᾿. δὲ σφάς ὀξυντέον Β.Q. καταπαύσομεν] καταπαύσωμεν Μ. 13. κτητικὴ—σφετέρας addidi ex S. Μ.S. 14. μετωνυμικῶς] παρωνυμικῶς S. 21. ἡμέας] ἡμείας Μ.)
    103

    243. ἠλεὲ] ἠλίθιε καὶ ἀνόητε τὰς φρένας, μάταιε. S.

    245. ἀνδράσι καὶ πλεόνεσσι] ἔδειξεν ὅτι γαστριμαργίας ἕνεκεν ἔπρασσε τὸ πᾶν. τινὲς γράφουσιν, ἀνδράσι καὶ παύροισιν. ἄμεινον δὲ καὶ πλεόνεσσι γράφειν, ἵνʼ ᾖ ἐπὶ τῶν κωλυόντων· εἰ δὲ καὶ πλείονες κωλύοιεν, φησὶ, περιέσονται εὐωχούμενοι. Η.Μ.Q.

    247. κατὰ δῶμα ἔω] τινὲς τὸ ἕω ἀντὶ τοῦ αὐτοῦ λέγουσι κακῶς. M.S.

    251. εἰ πλέονές οἱ ἕποιντο] εἰ πολλοὶ αὐτῷ ἕποιντο, ἢ εἰ πολλοὺς ὀπαδοὺς ἔχοι. τινὲς δὲ γελοίως γράφουσιν “εἰ πλεόνεσσι μάχοιτο.” δύναται καὶ οὕτως νοεῖσθαι, εἰ σὺν πολλοῖς μάχοιτο. Η.Μ.Q.

    252. ἀλλʼ ἄγε, λαοὶ] καὶ τοῦτο τῆς προπετείας αὐτῶν, ἀλλʼ οὐ συναγαγόντως λύειν. S.

    253. τούτῳ δʼ ὀτρυνέει] διασυρτικῶς, ἐπειδὴ οὗτοι ἦσαν οἱ ὑπὲρ Ὀδυσσέως εἰπόντες. Ε.Q.S.

    254. πατρώϊοι] πάτριον τὸ τῆς πατρίδος, πατρῷοι ἐπὶ φίλων ἐμψύχων, πατρικοὶ δὲ οἶκοι, κτήματα. S.

    255. δηθὰ] ἐπίρρημα. τὰ δὲ ἐπιρρήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνονται. S.

    256. τελέει δʼ ὁδὸν] τάχα ὡς μὴ δυναμένου τοῦ Μέντορος καὶ τοῦ Ἀλιθέρσου παρασχεῖν αὐτῷ τὰ ἐπιτήδεια πρὸς τὸ πλέειν. Q.

    257. αἰψηρὴν] ἀντὶ τοῦ ταχέως, ὡς τὸ “τότε μοι χάνοι εὐρεῖα χθών” (Il. δ, 182.), ἀντὶ τοῦ εὐρέως. Η.Μ.S. γρ. λαιψηρήν, τα- χεῖαν. Ρ.

    260. ἰὼν ἐπὶ θινὶθαλάσσης] αἰγιαλῷ. Gl. Μ. εἰ κατὰ δοτικὴν γρά- [*](2. ἔδειξεν] οὖν add. Q. postulat explicatio scholiastæ. In 3. ἔπρασσε τὸ Μ. ἐπράσσετο ceteri. S. πλειόνεσσιν ἕποιτο: οἱ πολλοὶ αὐτῷ 4. δὲ καὶ π. Μ, καὶ om. ceteri. ἕποιντο. ἢ εἰ πολλοὺς ὁπαδοὺς ἔχοι. τί- εἰ δὲ καὶ] καὶ om. Η. νὲς δὲ γελοίως γράφουσι (excidit μά- 6. ἔω] Sic bis uterque codex χοιτο) δόναται καὶ οὕτω νοεῖσθαι. 9. γράφουσι hoc loco Μ., post pro ἐόν. ἀντὶ τοῦ αὐτοῦ (αὖ, i. e. αὐτῶν, Μ.) μάχοιτο Η.Q. ante τινὲς habet S. εἰ πλεόνεσσι ego addidi. κακῶς] Verba ab hoc loco aliena 10. καὶ Μ. δὲ καὶ Q. τὰ τῆς δευτέρας συζυγίας, εἰ μὲν καθα- 12. συναγαγόντως] Corruptum. ριεύει ἢ καὶ τὸ ῥῶ ἐπάγοιτο ἐκτείνεται. 13 ἐπειδὴ] ἐπειδὴ καὶ Ε. Q. εἰ δὲ τὸ λ ἐστὶ, ἕτερον τῶν συμφώνων 14. εἰπόντες] ἄπαντες Q. σιστέλλεται addit S. 21. αἰψηρὴν] λαιψηρὴν Η. in scho- 8. εἰ πλεόνεσσιν ἕποιτο lemma lio et ab correctore in textu. acholii habent Η.Μ., qui in textu 24. εὐ—γράφεται] ἐὰν—γράφηται εἰ πλεόνεσσι μάχοιτο. Scripsi cum H.Q.R. Buttmanno εἰ πλέονές οἱ ἕποιντο, quod)

    104
    φεται τὸ θινὶ, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ ἰών καὶ τὰ ἑξῆς συνάψο- μεν· εἰ δὲ διὰ τοῦ α, ὡς Δίδυμός φησι γράφειν Ἀρίσταρχον, μετὰ τὸ θαλάσσης διαστελοῦμεν. βραχὺ δὲ διασταλτέον καὶ μετὰ τὸ ἁλός. Η.Μ.Q.R.S.

    262. κλῦθί μευ] ὁ μὲν Τηλέμαχος ἀπλῶς θεὸν ἐπικαλεὶται ἀγνοεῖ γὰρ τίς ἦν θεῶν ὁ φανεὶς αὐτῷ· ὁ δὲ ποιητὴς “εὔχετ’ Ἀθη- ναίῃ” φησίν. Β.Ρ.Q.S.V.

    263. ἠεροειδέα πόντον] μέλανα, ἢ βαθὺν, ἢ ἀναπεπταμένον καὶ μέγαν. ἢ διὰ τὸ μόνον ἀέρα ὁρᾶσθαι τοῖς πλέουσιν· ἢ ἐπεὶ τὸν ἀέρα καθορᾶν ἔστιν ἐν τῷ ὕδατι. ἢ ὅτι ἀέρι ὁμοία ἡ θάλασσα τὴν χροιάν. Β.Ε.Η.Q.V.

    265. διατρίβουσιν Ἀχαιοὶ] ἐκλύουσιν, ἀναβάλλονται, δαπανί- ζουσι. S.

    267. ὣς ἔφατʼ εὐχόμενος] εἰκότως ἄρα ᾗκεν ἐπὶ τὴν εὐχὴν μηδὲ τὰ πρὸς τὴν ἔξοδον ἕτοιμα ἔχων ὁ νέος. Q.S.

    270. Τηλέμαχε] προτρεπτικῶς, ὡς περὶ τὴν ἐκκλησίαν ἐμφρόνως διατεθειμένου· οὐδὲ ὕστερον κακὸς ἔσῃ, εἰ Ὀδυσσέως παῖς τυγχάνεις καὶ τῆς πατρῴας σπορᾶς ἔχεις τι σύμβολον. Q.V.

    271. εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται] ὁ στίχος καὶ τοῖς ἑπομέ- νοις καὶ τοῖς ἡγουμένοις δύναται συνάπτεσθαι. Μ.S. εἰ δή τοι] εἰ δὲ ἡ σὴ ψυχὴ δέδεκταί τι τῆς ἐκείνου προθυμίας δίκην σταλαγμοῦ· μέγας γὰρ ἦν ἐκεῖνος εἰπεῖν τε καὶ πρᾶξαι· τάχα καὶ τὴν προκειμένην ὁδὸν οὐχὶ ματαίως πορεύσῃ. τὸ “οἷος ἐκεῖνος” κατὰ ἀναφώνησιν εἴρηται εἰς ἔπαινον τοῦ Ὀδυσσέως τοῦ πατρὸς Τηλεμάχου. Β.Ε.Q.

    [*](1. βραχὺ] βραχέως Q. τὸν μ. ἢ βαθόν. ἢ διὰ—πλέουσιν. ἢ ὅτι τὰ ἐξῆς συνάψομεν] Id est τὸ ἐπὶ ἀέρι ὁ. ἡ θ. τὴν χ. S. θινί τοῖς ἐξῆς συνάψομεν, ut monet 8. μέλανα] δίκην ἀέρος addit V. Friedlænder., qui de scholio hoc, cum Eustathio. quod Nicanoris esse videtur, dixit ἢ utrumque et καὶ om. Β.Ε.Q. Ρ. 106. Libri τὰ ἐξῆς συνάπτομεν. 9. ἢ ἐπεὶ] ἢ om. Β.Ε.Q. εὶ δὲ διὰ τοῦ α] ἐὰν δὲ διὰ τοῦ ὰ Η. Ι Ι. τὴν χροιάν post ὁμοία Β.Ε.Q. ἐὰν δὲ αἰτιατικὴ (-ὴν R) Q.R. In Η. 16—20. προτρεπτικῶς—σύμβολον] annotatum ἐπὶθινί καὶἐπὶ θῖνα διχῶς. οὐδὲ ὕστερον κακὸς ἔσῃ· οὐδὲ ὅμοιος τῷ 2. γράφειν Ἀρίσταρχον] γρ΄ ἀρἱστα πατρὶ παῖς τυγχάνων καὶ τῆς πατρῴας Μ. γράφει ἀρίσταρχος S. σπορᾶς ἔχεις τί σύμβολον· τὸ οὐδὲ ὄπι- 3. δὲ om. Q. θεν προτρεπτικῶς, ὡς περὶ τὴν ἐκκλησίαν 8—11. μέλανα—χροιάν] ἡ θά- ἐμφρόνως διατιθεμένου. S. λασσα γὰρ ἀέρι παρεικάζεται, ὅθεν καὶ 22. σταλαγμοῦ Buttm. pro στη- θιὰ λογίζεται (?), ἤγουν ἀεροειδής· ἐπεὶ ναγμοῦ. μόνον ἀέρα ὁρῶσιν οἱ πλέοντες. Ἄλλως. τάχα Buttm. pro τάχιστα.)
    105

    273. ἁλίη] ἐκ μεταφορᾶς τῶν ἀχρήστων καὶ ῥιπτομένων εἰς τὴν θάλασσαν. S.

    275. οὔ σέ τʼ ἔπειτα] γρ. οὐ σέ γʼ ἔπειτα, χωρὶς τοῦ τέ. Η.Μ.

    276. παῦροι γάρ τοι παῖδες] τὸ αἴτιον τοῦ διστασμοῦ. V.

    278. οὐδʼ ἀνοήμων] ἐπὶ τὸ ἀνοήμων ὑποστικτέον, ἐπὶ δὲ τὸ προλέ- λοιπεν ἢ ὑποστικτέον ἢ στικτέον. Q.

    279. μῆτις Ὀδυσσῆος] τὰ μὲν περὶ τοὺς λόγους εὐδοκίμως πέ- πρακται τῷ Τηλεμάχῳ. ἐπαινοῦσα τὸν Ὀδυσσέα λεληθότως τὸν νεανίαν ἐπὶ τὰ ἔργα προτρέπεται. Η.Q.S.

    281. τῷ] γρ. καὶ τώ, μετὰ ὀξείας. Η.

    282. οὔτι νοήμονες οὐδὲ δίκαιοι] συνετοὶ, προνοητικοί. ἄκρως δογματίζει Ὅμηρος ὅτι ὁ ἄδικος καὶ ἀσύνετος. Ε.Η.V.

    287. στελέω] ἐκπλεῦσαι ἑτοιμάσω, εἰς πλοῦν εὐτρεπίσω. Η.

    289. ὅπλισσόν τʼ ἤϊα] ἐν μὲν τῇ συνηθείᾳ ἐφόδια τὰ πρὸς τροφὴν ἐπιτήδεια ἀπὸ τῆς ὁδοῦ λέγεται, παρὰ δὲ Ὁμήρῳ ἤϊα τὰ ἐφόδια οἰκείως ἀπὸ τοῦ ἰέναι εἴρηται. ὅταν δὲ λέγῃ “θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται” (Il. ν, 103.), καταχρώμενος λέγει ἀντὶ τοῦ ἑλώρια. Ε.Η.Ρ.Q.

    Ἄλλως. τὰ εἰς τὸ ἰέναι ἐπιτήδεια ἤτοι ἐφόδια, ἰήϊα, καὶ ἀπο- βολῇ τοῦ πρώτου ι, ἤϊα. Ε.Q. νῦν τὰ ἐφόδια, παρὰ τὸ ἰέναι. ση- μαίνει δὲ ἡ λέξις καὶ τὰ ἄχυρα, ἀπὸ τοῦ κινεῖσθαι τῷ ἀνέμῳ, “ἠΐων θημῶνα τινάξῃ” (Od. ε, 368.)· καὶ τὸ ἐπορευόμην “ἤϊα πολλὰ θεοὺς γουνούμενος” (Od. δ, 433.)· καὶ τὰ ἄλευρα “ἐν δὲ καὶ ἤϊα κωρύκῳ” (Od. ε, 266.). Ε.Η.Μ.Ρ.Q.S. στικτέον δὲ μετὰ τὸ ἤϊα, μετὰ δὲ τὸ πάντα βραχὺ διασταλτέον, καὶ μετὰ τὸ ἀμφιφο- ρεῦσιν. Μ.Q.S.

    ἤϊα] ἀπὸ τοῦ ἀΐσσειν δύναμαι. οἱ γὰρ ἐσθίοντες καὶ πορεύεσθαι δύνανται. S.

    [*](3. ὔ σε τ᾿ Μ. in textu. οὔ σʼ ἐγʼ 12. δογματίζει ῞Ομηρος] δόγμα ὁμή- ( sic) Η. in textu. ρου Ε. γρ. οὔ σέ γ᾿] γ᾿ om. Μ. 14. τροφὴν] ὁδὸν Ρ. cum Εustathio. 4. διστασμοῦ] Forma prava pro 18. ἑλώρια] ἐλλώρια Η.Ρ. δισταγμοῦ, de qua dixi in Thesauro. 20. νῦν —ἰέναι addidi ex Μ.S. Annotatio ipsa conficta haud dubie 21. δὲ om. S. ἀπὸ—ἀνέμῳ om. ex verbis Eustathii p. 1445, 6. M.S. 8. ἐπαινοῦσα] ἐπαινοῦσα ἐν ᾧ ἀμ- λέξις] καὶ τὰ ἄλευρα· πολλάκις δὲ φοτέροις Η.S. addunt Ε.Ρ.Q. 10. καὶ τώ] καὶ τὸ τό Η. 22. τινάξῃ] τινάξει Η. 11. ἄκρως addidi ex Η.)
    106

    290. ἀμφιφορεῦσι] τοῖς Μεγαρικοῖς. ἄλφιτα δὲ τὰ ἄλευρα παρὰ τὸ ἀλφῶ, τὸ ψηλαφῶ. μύελον δὲ, ὡς ἰσχυροποιοῦντα τοὺς ἄνδρας. Ε. πᾶν δίωτον τὸ ἀπὸ δύο μερῶν βασταζόμενον εἶδος κεράμου. S. ἄλφιτα] τὰ ἐκ κριθῶν ἄλευρα καὶ τὰ ἐκ σίτων. S.

    291. πυκινοῖσι] τοῖς μὴ ἀπʼ ἀλλήλων ἀραιουμένοις. S.

    294. ἐπιόψομαι] Ἀττικὸν λίαν φησὶν ὁ Ἀριστοφάνης τὸ ἐπιόψο- μαι ἀντὶ τοῦ ἐποπτεύσομαι, περιβλέψω. Μ.Q.

    297. παρέμιμνεν] ἐχρόνισε, παρέμεινε. S.

    298. φίλον τετιημένος ἦτορ] οὐκ ἐσκυθρωπακὼς, ἀλλὰ καὶ φρον- τίζων ὡς ἀποδημεῖν μέλλων. Ε.S.

    300. ἀνιεμένους, δασέως ἀπὸ τοῦ ἵημι. σημαίνει δὲ ἐκδέροντας, γυμνοῦντας· “κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχε” (Il. χ. 80.). παρατηρητέον δὲ διόλου ὅτι οὔτε σπένδοντας οὔτε εὐχομένους θεοῖς πεποίηκεν αὐτοὺς, ὁπότε οὐδὲ ὁ συβώτης παρῆκε τὸ πρὸς τοὺς θεοὺς εὐσεβές. τὸ δὲ ἀνιεμένους ἐκ τῶν κάτω μερῶν ἐπὶ τὰ ἄνω ἕλκοντας καὶ ἐκδέροντας κάτωθεν ἀρξαμένους. Ε.R.

    ἀνασχίζοντας ἢ ἀνατείνοντας ἐκ τῶν κάτω μερῶν, ἔπειτα ἀνέλκον- τας καὶ ἐκδέροντας κάτω ἀρξαμένους· ἢ διὰ πυρὸς ἱερωμένους. Β.

    ἀνιεμένους δασέως, ἀπὸ τοῦ ἵημι. Q.

    σιάλους] λιπαροὺς καὶ εὐτραφεῖς χοίρους. σίαλος γὰρ ὁ σεσι- τισμένος χοῖρος. Β.

    302. ἔν τʼ ἄρα] μεγάλην ὕβριν ἐμφαίνει τὸ δεξιοῦσθαι ἐπὶ κατα- γέλωτι. Μ.S.

    304. ἐν στήθεσσι] τὸ ἀπενεγκεῖν αὐτὸν αὐτοὺς εἰς δημηγορίαν αἰνίττεται. S.

    305. ἀλλὰ μάλʼ ἐσθιέμεν] ἄκρως ἀπομιμεῖται φωνὰς ἀσώτου μει- ρακίου. τὰ μὲν γὰρ ἄλλα πάντα ἀπορρῖψαι τῆς ψυχῆς παρακελεύεται, [*](1. τοῖς Μεγαρικοῖς] Sic recentiores 11. δασέως ἀπὸ τοῦ ἵημι. σημαίνει glossatores interpretari solent vo- δὲ om. Ε. cabulum ἀμφορεύς, velut apud Ari- 13 παρατηρητέον-] Conf. schol. stopb. Pl. S08. ubi videnda Hem- υ, 250. sterh. annotatio. διόλου om. Ε. 6. ἐποπτεύσομαι] ἐποπτεύσω Nauck. εὐχομένους R. et Eustath. p. 1446, Aristoph. p. 23. 36. εὐωχουμένους Ε. De impietate 9. ὐκ ἐσκυθρωπακὺς om. S. procorum vid. schol. υ, 250. καὶ et ὡς addidi ex S. 19. δασέως] Conf. schol. ad 185. 10. ἀποδημεῖν] ἐνδημεῖν S. 26. ἀπομιμεῖται] μεμίμηται Η.)

    107
    μόνῃ δὲ τῇ γαστρὶ σχολάσαι. τοιαῦτα δὲ τὰ τῶν παροίνων ῥήματα. Ε.Η.Q.

    ἐσθιέμεν] ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. Β.Μ.S.

    307. ἐξαίτους] ἐξαιρέτους, ἐκ τοῦ αἱρῶ τὸ βούλομαι καὶ προκρίνω. Β. τουτέστιν ἔξω τῆς αἰτίας· ἤτοι ἐπιθυμητοὺς, σὓς ἐξῄτησας. Q.

    310. ὑπερφιάλοισι] ἔθος ἦν τοῖς παλαιοῖς ἀπὸ τοῦ αὐτοῦ μὲν φιάλου ἢ ποτηρίου πίνειν ἐν συμποσίῳ τοὺς πάντας. τοὺς δὲ ἀναι- σχύντως καὶ ἀπαιδεύτως ἐν τῇ φιάλῃ προσκαθημένους ὑπερφιάλους ὠνόμαζον. S.

    311. δαίνυσθαι] ἔθος ἦν τοῖς παλαιοῖς, ἐπεὶ μετὰ τῶν φίλων ἔφαγον, μὴ ἀδικεῖν αὐτοὺς, οἱ δὲ τοὐναντίον εἰργάσαντο. S.

    ἀκέοντα] οὕτω γράφει Ῥιανός. γράφεται δὲ καὶ ἀέκοντα. Μ.

    313. ἐγὼ δʼ ἔτι νήπιος ἦα] τοῦτο σημειοῦται Ἀριστοφάνης, ὅτι ἱκανὰ ἔτη ἐγεγόνει ἀφ’ οὗ οἱ μνηστῆρες συνήχθησαν. τοῦτο δὲ πρὸς τὸ ἐν τῇ Νεκυίᾳ (λ, 116.), ὅτι δεῖ εἶναι “οἵ τοι βίοτον κατέδοιεν,” οὐ “κατέδουσιν.” Ε.Η.Μ.Q.R.S.

    314. νῦν δʼ ὅτε] τὸ ἑξῆς, νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ, πειρήσω ὥς κʼ ὔμμι. Β.S.

    315. πυνθάνομαι] ἀντιστροφή ἐστιν ἀντὶ τοῦ πυνθανόμενος ἀκούω. Β.

    ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τῆς χολῆς. θυμὸς δὲ καὶ χόλος, λαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν, χώεσθαι λέγεται, ὡς τὸ “σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος” (Il. α, 243.), ἤγουν ἀμυχὰς ποιήσεις σπαράσσων τὴν ψυχήν· καὶ “ χωόμενος δʼ [*](3. τοῦ om. S. Ἀριστοφάνης] Dubium non est 5. ἐξῄτησας Buttm. pro ἐζῄτησας. quin pro Ἀριστοφάνης hic et fortasse 7. φιάλου] Scribendum φιαλίου, alibi Ἀρίσταρχος sit reponendum. aut, quod probabilius, τῆς αὐτῆς φιά- Nam tujus σημεῖα, non Aristopha- nis, in Homero sola a grammaticis 12. ἀκέοντα] Sic M. in textu. Ex cognoscebantur. COBET. quo sequitur quod in scholio scrip- 14. τοῦτο δὲ—κατέδουσιν om. E. tum est γράφεται δὲ καὶ ἀκέοντα mu- Q.R. tandum esse in γράφεται δὲ καὶ πρὸς] καὶ M.S. ἀέκοντα, ut ego feci cum Cobeto. 15. εἶναι H., si recte legit Cra- Eadem in H. annotatio esse vide- merus. εἰδέναι M.S., quod in γρά- tur, de quo sic refert Porsonus φειν mutabat Cobetus. “ἀκέοντα ῥιανὸς γρ. ἀέκοντα, sed ἀκέ- οἵ τοι] ἤτοι M.S. ἤτε H. οντα citaturetiam in scholiis(320.)” 17. ὥς κʼ ὔμμι om. Β. ὥςχʼ ὕμμι S. 13. ἐγὼ δ᾿ ἔτι νήπιος ἦα] Hoc lem- 19. ἀντὶ τοῦ π. (π. om. B.) ἀ.] ma est in M.S., in ceteris ὡς τὸ Hoc etiam in V. πάροιθεν. 21.Seholion Porphyrii. COBET.)

    108
    ὁ γέρων πάλιν ᾤχετο” (Il. α. 380.). δηλοῖ δὲ τὸ οὐχ ἁπλῶς ὀργιζό- μενος, ἀλλὰ μετὰ ἀγανακτήσεως ἀμυντικῆς· διὸ καὶ καταρᾶται καὶ κατὰ τοῦτο ἀμύνεται. καὶ “ χωόμενος κατὰ θυμὸν ἐϋζώνοιο γυναι- κὸς” (Il. α, 429.) Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρη- τικὴν διαγανάκτησιν· ἐπιβουλεύει γοῦν διὰ τῆς μητρὸς τοῖς Ἕλ- λησι. ταυτὸν οὖν ἐστι θυμὸς καὶ χόλος· μῆνις δὲ καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος· ζαφελὴς οὖν χόλος ἡ μῆνις, ζαφελὲς γὰρ τὸ ἀναφαίρετον. ὅτι δὲ τὸ μένος σθένος “πάντως οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι” (Il. θ, 450.), καὶ πρὸς τὸν Δία “εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν” (Il. θ, 32.). ὡς οὖν παρὰ τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. καὶ ὅτι ἐπιτηρητικὸς ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρὸν, Ζεὺς γὰρ “αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆς ἀπάτης κοτέων” (Il. δ, 167.), καὶ τὸ “ἔχει κότον ὄφρα τελέσσῃ” (Il. α, 82.). καὶ ἔστιν ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ χόλος, θυμός· ἡ δὲ κίνησις μετὰ ἀγανακτήσεως καὶ δραστικῆς ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι. ὥστε ἀπό- θετος μὲν χόλος μένος, καὶ μῆνις δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότον· καὶ ὅπως ὁρμὴ ἐπηρτημένη μετὰ λύπης ὀρέξεως ἡ ὀργὴ, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται. ὅπερ οὖν τὸ ἄχθεται πρὸς τὸ ἄχνυ- ται ἔχει περιττεῦον τῇ ἀγανακτήσει, τοῦτο καὶ τὸ χώεσθαι πρὸς τὸ χολοῦσθαι. Ε.

    316. κακὰς ἐπὶ κῆρας] οὐκ ἀνέχεται τωθαζόμενος, ἀλλʼ εἰς ἄπειρον ὀργὴν ἦλθεν, ὥστε καὶ γυμνοῦν τὴν ἐπιβουλήν. Ε.S.

    318. ἁλίη] θαλασσία, ἢ ματαία· οὕτω γάρ ἐστι καὶ βέλτιον. Η.

    319. ἔμπορος] ἀντὶ ναυκλήρου διʼ ὑμᾶς ἐπιβάτης ἐσόμενος τοὺς [*](6. οὖν] γοῦν Ε. ἅπειρον ὀργῆς] ἄπειρον ὀργῆς τόσου- 13. τῆς] τῆσδʼ vulgo. τον S. 14. κατὰ κίνησιν Buttm. pro κατα- 23. γυμνοῦν] γυμνοῦναι (sic) S. κἱνησις. 25. Εx scholiis de voc. ἔμπορος 15. ἀ. καὶ, Buttm. Aberat καί. hæc sunt excerpta in S., τὸ ἐξῆς 16. ἀπόθετος—κότον] F. ἀπόθετος εἰμὶ μὲν ἔμπορος, ὅ ἐστιν ἐπιβάτης ἐπὶ μὲν χόος, μένος καὶ μῆνις· μῆνις δὲ τὸ νεὼς ἀλλοτρίας, μὴ ἔχων ἐμὴν ναῦν. ἔμ- ἀμύνεσθσι ἐπιτηροῦσα, κότος. Sed se- πορος ἤγουν ἐπιβάτης ἐπὶ νηὸς ἀλλοτρίας· quentia quoque laborant; in quibus μετὰ ναυκλήρου φησὶ καὶ ὑμᾶς ἐπιβάτης tamen μετὰ λύπης ἀρέξεως est idem ἐσόμενος τοὺς καταναλωκότας μου τὸν quod μετὰ ὀρέξευς τοῦ λυπεἵν. BUTTM. πλοῦτον, διὰ τὰ ἄνω οὐχ ἅλις ὡς τὸ 22. Exciderunt quæ de versibus πάροιθεν ἐκείρετε πολλά· ἔμπορον δὲ τὸν 316, 317. ἠθετημένοις hoc loco dicta ἐπʼ ἀλλοτρίας νηὸς πλέοντα ἐπιβάτην, ὡς fuisse apparet ex scholio v. 325. καὶ ἀλλαχοῦ, “ἔμπορος εἰλήλουθας νηὸς)

    109
    κατηναλωκότας μου τὸν πλοῦτον· διὰ τὰ ἄνω (312.), “ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλά.” Ε.Q.R. Ἄλλως. ἀλλοτρίας νηὸς ἐπιβάτης μὴ ἔχων ἰδίαν ναῦν, ὡς καὶ ἀλλαχοῦ “ἔμπορος εἰλήλου- θας νηὸς ἐπʼ ἀλλοτρίας” (Od. ω, 300.). οὐ γὰρ κατὰ συνήθειαν τέτακται παρʼ Ὁμήρῳ, ἀλλʼ ἐπὶ τῶν ἐπʼ ἀλλοτρίας νηὸς παρόντων, οὕσπερ συνήθως ἐπιβάτας νῦν λέγομεν. ὅπερ γὰρ παρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμασιν οἱ μὲν μαχόμενοι παραβάται, οἱ δὲ τὰς ἡνίας ἔχοντες ἡνίοχοι, τοῦτο ἐπὶ τῶν ἐν τριήρεσιν οἱ ἐπιβάται καὶ ἐπίκωποι παρὰ τοῖς Ἀττικοῖς. ἐπίκωποι δὲ οἱ τὰς κώπας ἔχοντες καὶ τὰ πη- δάια. Ε. Ἄλλως. οὐ μέντοι ὁ ἔμπορος ἀπὸ τοῦ πορίζειν πεποίηται παρʼ Ὁμήρῳ, ἀλλʼ ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τοῦ ὕδατος τάττει, ὡς τὸ “πόρους ἁλὸς ἐξερεείνων” (Od. μ, 259.), καὶ τὸ “Θρύον Ἀλφειοῖο πόρον” (Il. β, 592.). καὶ τὸ “ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖσ” (Il. ξ, 433.), τὴν διʼ ὑγροῦ διάβασιν. ὡς οὖν τὸ μὴ ἐν ἰδίῳ οἴκῳ γαμεῖν, ἀλλʼ ἐν ἀλλο- τρίῳ ἐγγαμεῖν λέγουσιν, οὕτως τὸ ἐπʼ ἀλλοτρίας νεὰὼς τὸν πλοῦν ποι- εῖσθαι ἐμπορεύεσθαι. καλεῖται δὲ ἔμπορος ὁ τοιοῦτος. E.H.Q.R. ἔμπορος, οὐ γὰρ νηὸς ἐπήβολος] τὸ ἑξῆς· εἶμι μὲν ἔμπορος, ὅ ἐστιν ἐπιβάτης, ἐπὶ νηὸς ἀλλοτρίας, ἀντὶ ναυκλήρου, φησὶ, διʼ ὑμᾶς ἐπιβάτης ἐσόμενος. ἐπήβολος δὲ σημαίνει, ὥς φησιν ὁ Πορφύριος. ἐπιτυχῆ καὶ ἐγκρατῆ καὶ δεσπότην ἀπὸ τοῦ βάλλειν, ὅ ἐστι τοῦ σκο- ποῦ τυγχάνειν· ἔμπορος δὲ τὸν ἐπʼ ἀλλοτρίας νεὼς πλέοντα ἐπιβάτην, ὡς καὶ ἀλλαχοῦ “ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίας.” Β. Q.

    [*](ἐπʼ ἀλλοτρίας” ἄλλως. ὡς τὸ μὴ ἐν ἰδίῳ 1. μου R.S. μὲν E.Q. οἴκῳ γαμεῖν, ἀλλʼ ἐν ἀλλοτρίῳ ἐγγαμεῖν δοὰ, R.S. διὸ E.Q. ἐστιν, οὕτως καὶ τὸ ἐπʼ ἀλλοτρίας νηὸς 10. οὐ μέντοι ὁ ἔμπορος Η.R. ὁ μέν- τὸν πλοῦν ποιεῖσθαι καὶ ἐμπορεύεσθαι, τοι ἔμπορος οὐκ Ε.Q. τοιοῦτος ἔμπορος· “ἐπήβολος” δὲ ἐπι- 12. τάττει] λέγει R. omissis prox- τυγχάνων τοῦ σκοποῦ. Et in H., ἐπι- imis ὡς τὸ —καὶ τό. βάτης ἐπὶ νεὼς ἀλλοτρίας. ἔμπορος τὸν 13. Θρόον] θοὸν E. θεῖον Q.R. ἐπʼ ἀλλοτρίας νεὼς πλέοντα ἐπιβάτην οὕ- καὶ τὸ “ἀλλʼ] τὸ om. R. τως εἴρηκεν—εἰλήλουθας ἀντὶ ναυκλήρου 14. τὴν διʼ ὑγροῦ διάβασιν] τὴν διά- διʼ ὑμᾶς ἐπιβάτης ἐσόμενος etc. In R. βάσιν τὴν διὰ τοῦ ὑγροῦ R. scholia ab his verbis incipiunt, ἔμ- 16. ἐγγαμεῖν additum ex H. S., πορον τὸν ἐπʼ ἀλλοτρίας νεὼς πλέοντα om. Maii editio fortasse typothetæ ἐπιβάτην οὕτως εἴρηκεν, ὡς καὶ ἀλλαχοῦ, culpa. ἀλλ’ ἐν ἀλλοτρίῳ ἐγγαμεῖν om. ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίας: R. —Tum sequuntur ἀντὶ τοῦ ναυκλήρου 17. καὶ ante ἐμπορεύεσθαι lectum —ἐκείρετε πολλά· οὐ μέντοι ὁ ἔμπορος— post καλεῖπαι posuit Buttm., ego ἔμπορος ὁ τοιοῦτος. delevi, addito quod R. præbuit δὲ Ρ. 108. l. 25. ναυκλήρου—ἐσόμενος] post καλεῖται. τοῦ ναυκλήρου—γενόμενος R.)
    110

    οὐ γὰρ νηὸς ἐπήβολος] Ἀττικὴν εἶναι τὴν λέξιν φησὶν ὁ Πορφύ- ριος· δηλοῖ δὲ τὸν ἐπιτυχῆ, ἀπὸ τοῦ βάλλειν, τουτέστι τοῦ σκοποῦ τυγχάνειν. ἐξ οὗ καὶ τὸ “σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι” (Il. α, 297.), τουτέστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ βουλὴ δὲ οἱονεὶ βολή τις οὖσα· ὅθεν ἔφη “σῇ δʼ ἥλω βουλῇ πόλις Πρίαμοιο ἄνακτος (Od. χ,230.), ὡς εἰ ἔφη τοῖς σοῖς ὅπλοις ἢ τοἵς σοῖς τόξοις ἢ βέλεσιν. ἐκ τούτου λύσεις καὶ τὸ “ἡ δὲ Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ” (Od. ο, 297.)· μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων· ἡ ναῦς οὖν ἐπιβολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. χρῶνται δὲ ταύτῃ τῇ λέξει καὶ οἱ μεθʼ Ὄμηρον. Ἄρχιππος “νῦν δʼ ὡς ἐγενόμην χρη- μάτων ἐπήβολος” ἀντὶ τοῦ ἐπιτυχὴς καὶ κύριος. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται. Ε.Q.R.

    320. τὸ, ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι, σὺν βαρύτητι εἴρηται, λέγοντος τοῦ Τηλεμάχου ὅτι ἐν ἀλλοτρίῃ πλευσοῦμαι νηΐ· οὐ γάρ εἰμι, φησὶν, ἐπιτυχὴς ἰδίας νεὼς οὐδὲ κέκτημαι ἰδίους ἐρέτας· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτατον εἶναι ἐφάνη, τουτέστι τὸ ἐμὲ μὴ ἔχειν ἰδίαν ναῦν, ἀλλʼ ἔμπορος πλεῖν. ἀναφέρει δὲ εἰς ἐκεῖνο ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γὰρ “ Ἀντίνο᾿, οὔπως ἔστιν ὑπερφιάλοισι μεθ ὑμῖν δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματʼ ἐμὰ μνηστῆρες, ἐγω δʼ ἔτι νήπιος ἦα;” ἔστιν οὖν δυνάμει τὸ νόημα, ἀντὶ τοῦ ναυ- κλήρου διʼ ὑμᾶς ἐπιβάτης γέγονα τοὺς κατηναλωκότας μου τὸν πλοῦ τον. Η.Q.R.

    321. σπάσεν] Ἀρίσταρχος, σπάσατο. Η.Q.R.

    322. ῥεῖα—] ὁ στίχος οὗτος ἀθετεῖται ὡς περιττός. προηθέτει δὲ καὶ Ἀριστοφάνης. Μ.Q.R.

    323. πιθανὸν, ἵνα ἀπιστούντων καὶ κραιπαλώντων λάθῃ ἡ ἔξο- δος. Μ.

    [*](1. Πορφύριος] Quæst. Ηomer. καὶ τὸ Ε.Q. cap. 1. ἐπήβολος per εἰδὼς, γιγνώσκων, 10. Ἄρχιππος] Nomen fabulæ, νοήμων. ἐπιτήδειος, ἐπιτιχής explicat Ηλούτῳ, addit Porphyrius. glossator cod. Monac. 51. apud 13. τὸ] τὸ δὲ Η.R. Boeckh. ad Platon. Min. p. 148. 15. ἰδίους] οἰκεάους R. Articulum ὁ ante Il. addidi ex R. 17. ἔμπορος πλεῖν] ἔμπορον ἀποπλεῖνV. 2. τὸν ἐπιτυχῆ—οὶονεὶ] τὸ ἐπιτυχής. 20. πάροιθεν] πρόσθεν R. ἔστι δὴ ἐκ τοῦ βάλλω, τὸ ἐπιτυγχάνω, 22. κατην–] καταν- R. hic et p. ἐξ οὖ καὶ τὸ βουλή, οἱονεὶ R. 109. 6. βέλεσιν. ἐκ τούτου λύσεις καὶ τὸ 25. ὁ στίχος οὖτος om. Q.R. R. βέλεσι λύσιν ἐνταῦθεν καὶ τὲ V. περιττός] περισσός R. in excerptis ex hoc scholio. βέλεσι προηθέτει] Vid. ad α, 185.)
    111

    οἱ δʼ ἐπελώβευον] ἐφύβριζον· ἀπὸ τοῦ λωβὸς ὁ τοῦ ὠτίου. οἱ γὰρ παλαιοὶ τοὺς λωβοὺς τῶν ὠτίων ἔκοπτον τοῖς ὑπʼ αὐτῶν τιμυρουμένοις εἰς ἀτιμίαν αὐτῶν· ὅθεν καὶ λώβη ἡ βλάβη καὶ λωβεύω τὸ βλάπτω διὰ ὕβρεως. Β.

    ἐκερτόμεον] κερτομῶ τὸ ὑβρίζω, ἀπὸ τοῦ τέμνειν τὸ κῆρ. ὁ γὰρ ὑβριζόμενος λυπεῖται. Β.

    325. ἦ μάλα Τηλέμαχος] ὁ μὲν πρῶτος περισπᾶται, οἱ δὲ ἑξῆς ἅπαντες ἐγκλίνονται, πλὴν τοῦ δευτέρου, ὃς ὀξύνεται διὰ τὸ τινάς. Μ.

    ἦ μάλα] βεβαιωτικὰ ταῦτα τὰ ἔπη τοῦ μὴ εἰρῆσθαι ὑπὸ Τη- λεμάχου τοὺς προηθετημένους στίχους (316. 317.) “πειρήσω ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω ἠὲ Πύλονδʼ ἐλθὼν ἢ αὐτοῦ τῷδʼ ἐνὶ δή- μῳ.” ἀποροῦντες γὰρ λέγουσιν “ἦ μάλα Τηλέμαχος,” οὐκ ἂν ἀπο- ρήσαντες οἱ προακηκοότες. Ε.Μ.

    326. Πύλου ἠμαθόεντος] ἄμαθον ἔχοντος. ἰστέον ὅτι ἄμαθος ἡ ἐν τῷ πεδίῳ κόνις, ψάμαθος δὲ ἡ περὶ θάλασσαν. Β.Ε.

    328. ἠὲ καὶ εἰς Εφύρην] τὴν ἐν Θεσπρωτίᾳ, οὐχ, ὡς ἔνιοι, τὴν Κόρινθον· ἐκείνη γὰρ καὶ μετωνομάσθη Κίχυρος. Μ.

    334. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον] οὕτως ἂν ἡμῶν ηὔξη- σε τὸ κατὰ τὴν μνηστείαν ἔργον· ἢ ἐν εἰρωνείᾳ, οὕτως ἡμῖν μείζονα παρέξει κακά· μερισόμεθα γὰρ αὐτοῦ τὰ κτήματα. Μ. σημείωσαι ὅτι πόνον τὴν ἐνέργειαν καὶ κακοπάθειαν λέγει ὁ ποιητὴς, οὐδέποτε δὲ τὴν ἀλγηδόνα. ἢ πόνον τὴν περὶ τὸν γάμον σπουδήν. Μ.Q.

    ὀφέλλειεν] γρ. ἐπαυξήσειε. Η.

    [*](9. βεβαιωτικὰ Μ. βεβαίωται Ε. COB ΕT. Pars hujus scholii est 10. προηθετημένους (id est supra in Ε., τὸ περὶ τὴν μνηστείαν ἔργον ἠθετημένους) Μ. προτεθειμένους Ε. πόνον λέγει, τὴν ἐνέργειαν καὶ κακοπά- κʼ ὔμμι] χʼ ὕμμι Μ. χʼ ὑμῖν Ε. θείαν· οὐ γάρ ποτε τὴν ἀλγηδόνα. 11. κῆρας Μ. χεῖρας Ε. 23. ἐπαυξήσειε] Satis apparet ex ἠὲ Πύλονδʼ —δήμῳ om. Ε., sola ver- illis quæ apposita sunt ad 40. 105. ba ἤ ἐς πόλον ἐλθὼν (nam sic scriptum 169. in Η. siglam γρ. glossis etiam est) habet Μ. interdum ascriptam esse. P. ha- 12. οὐκ ἂν—προακηκοότες om. Ε. bet γρ. ἐπαυξήσειν. De sigla γρ. 18. οὕτως ἂν—] Post hoc scho- idem observat Porsonus ad schol. lion in Μ. aliud brevius, οὕτως τὸν θ, 434. Causam autem hujus con- αὐτοῦ πόνον ὃν ἔχει αὐξηθήσεται ἡμῖν. fusionis agnosces in eo cujus exem- In Β. εἰς τὸ μερίζεσθαι τὰ κτήματα. plum prostat ad α, 89. Nimirum τοῦτο δὲ ἐν εἰρωνείᾳ φησί· τινὲς δὲ τὴν cum lectiones quoque variantes sæ- περὶ τὸν γάμον σπουδήν. pissime sine sigla γρ. apponerentur, 20. σημείωσαι, usitato compendio alii postea exscriptores, qui addere Cη expressum, habet Μ., om. Ε. solerent omissam, iis etiam subinde “ Est scholion Aristonici, cui re- vocibus addebant quæ pro inter- centiores σημεὶωσαι adjecerunt.” pretamento appositæ essent. BUT.)
    112

    337. ὡς ἔφαν] γράφεται καὶ φάν. ἔφασαν καὶ ἐν συγκοπῇ ἔφαν καὶ φάν. τὸ δὲ, θάλαμον κατεβήσατο, νόει ἐκ τῆς λέξεως τὸ κοῖ- λον. Ε.

    338. ὅθι νητὸς] Ἀριστοφάνης ὅθιννητός γράφει διὰ δύο νν, ὡς τὸ ἐνιμμεγάροισιν (94.)· Ἀρίσταρχος δὲ διʼ ἑνὸς ν. Η.Μ.

    340. ἐν δὲ πίθοι οἴνοιο] οὐ γὰρ ἦν τοσαύτη τῶν παλαιῶν περιεργία ὡς ἑκάστῳ τόπον ἀπονέμειν. Ε.Μ.Q.

    341. ἄκρητον θεῖον] ἄκρατον, ἀπαραμιγὲς, διὰ τὸ φυλάττεσθαι ἀβλαβὲς καὶ ἀμετάβλητον. Ε.

    344. κληισταὶ δʼ ἔπεσαν σανίδες] ἐξ ὕλης τὸ εἶδος. ἡ γὰρ σανὶς ὕλη, ἡ δὲ θύρα τὸ εἶδος. πᾶν γὰρ πρᾶγμα ἐκ τεσσάρων συνίσταται, ἐκ ποιητικοῦ ἢ αἰτίου καὶ ὑλικοῦ, ἐξ εἰδικοῦ καὶ τελικοῦ. Ε.

    349. ἀμφιφορεῦσιν] ἀμφιφορεὺς καλεῖται τὸ παρὰ ἰδιώταις λε- γόμενον φλασκίον. Ρ.

    350. μετὰ τὸν λαρώτατος] χρηστὸν ἦθος ὑποφαίνει. οὐ γὰρ τὸν κάλλιστον, ἀλλὰ τὸν μετʼ ἐκεῖνον δεύτερον αἰτεῖ, τὸν δὲ προτερεύοντα τῷ πατρὶ φυλάσσει. Μ.Q.V.

    οἰκονομικὸν τὸ διανόημα, ὅτι οὐκ εἰς τὴν καθʼ ἡμέραν δαπάνην τῷ αὐτῷ χρῆσθαι προσήκει, ἀλλʼ ἀποκεῖσθαι τὰ τιμιώτερα εἰς ἐξαίρετον χρόνον. Ε.Q.

    ὧν] γρ. καὶ μικρὸν, ἵνʼ ᾖ, ἐστὶν ἀπὸ τοῦ ὃν, ὡς τὸ “μετʼ ἀμύμονα Πλείωνα.” Μ.

    351. ὀιομένη] ἐν οἰήσει ἔχουσα καὶ δοξάζουσιν ἐλεύσεσθαι τὸν δυστυχῆ. Ε.

    355. εἴκοσι δʼ ἔστω μέτρα] εἴκοσι δὲ μοδίους ἀλεύρου ἀπὸ τῆς [*](4. Hinc liquet, jam olim in duas tioribus scriptoribus collecta vide sectas divisos esse grammaticos, in Thesauro vol. 6. p. 2061. An- quorum alteri in heroici versus cæ- tiquiores scriptores προτερεῖν dixe- sura semper liquidas duplicaverint, runt. alteri non. PORSON. 17. τῷ addidi ex Μ. γράφει διὰ δύν νν om. Η. 21. ὧν] ὧν σὺ φυλάσσεις in libris 5. ἐνιμμεγάροισιν] ἐνί (sine accen- quibusdam pro ὃν σὺ φ. scriptum tu) μεγάροισιν Μ. ἐνὶ μεγάροισιν Η. fuisse novimus ex Η. in quo ὧν 6. περιεργία] ἐργασία Μ. supra ὃν scriptum est. 12. ἢ addidit Buttm. ἵνʼ ἦ5, ἐστὶν ἀπὸ τοῦ ὃν] ἵνʼ ἐστὶν 14. φλασκίον] Vide exempla ab ἀπὸ τοῦτον Μ. Sic τοῦ ἀφʼ οὗ p. Ducangio allata s. h. v. p. 1683. 101, 7. 16. αὐτεῖ] καλεῖ Q. 25. μοδίους Buttm. μοδ. Ρ. μόδια προτερεύοντα Μ. πρωτεύοντα Q.V. Q. Verbi προτερεύειν exempla e recen-)

    113
    μυληφάτου ἀκτῆς οὕτω καλουμένης ἀλεύρου. Ρ.Q. λέγεται δὲ ἀκτὴ τὸ λεπτότατον τοῦ ἀλεύρου. Q.

    μυληφάτου] ἀλεύρου καθαροῦ ἀληλεσμένου ἀπὸ μύλης. Μ. τοῦ ἐν τῷ μύλῳ πεφαμένου, ὅ ἐστι κεκομμένου. λέγει δὲ τοῦ ἀλφίτου ἐπιθετικῶς. Β.Ε.

    ἀλφίτου] ἄλφιτον λέγεται τὸ παχὺ ἄλευρον παρὰ τὸ ἀλφαίνειν· ἡ πρῶτον εὑρεθεῖσα τροφή· κατὰ περίφρασιν τοῦ ἀλφίτου ἐπικατασ- σομένου τῆς κριθῆς. Η.

    358. κοίτου] οἱ κοῖτοι τὰ στρώματα, ὁ κοῖτος δὲ ἡ κοίμησις. Ε.

    359. ὅτι οὐδὲ ἐνταῦθα μνήμη τίς ἐστι τῆς Κρήτης. Η.Μ.S.

    360. νόστον πευσόμενος] περὶ τῆς ὑποστροφῆς ἐρωτήσων. S.

    361. κώκυσεν] ὠλόλυξε, θρηνητικῶς ἐβόησε. S.

    κώκυσεν δὲ φίλη τροφὸς] ἤτοι θρηνητικῶς ἀνεβόησεν. οἰκεῖον δὲ ἐστι τοῦτο γυναικὶ καὶ Τηλεμάχου τροφῷ καὶ ἐξαιρέτως εὐνοϊκῇ. Ε.

    εἰκότως ἄρα ἀπολοφύρεται ἐν τούτῳ ὁρῶσα πᾶσαν τὴν τοῦ οἴκου διαδοχήν. Q.

    362. καί ῥʼ ὀλοφυρομένη] καὶ πρὸς αὐτὸν ἀποκλαιομένη, ὀδυρο- μένη. S.

    363. τίπτε δέ σοι] τίνος ἕνεκεν ἔπλετο, παρεγένετο. S.

    365. μοῦνος ἐὼν ἀγαπητὸς] μονογενὴς ὢν καὶ ἀγαπώμενος. S.

    366. ἀλλογνώστῳ ἐνὶ δήμῳ] ἐν τῷ ὑπὸ ἄλλων καὶ οὐχ ὑφʼ ἡμῶν γινωσκομένῳ πλήθει. S. ἀλλοδαπῶν, ἢ πολεμίων καὶ ἐχθρῶν, ἢ τῶν ἄλλοις καὶ οὐχ ἡμῖν γινωσκομένων. S. ἢ τῷ ἄλλα γινώσκοντι ἔθνη, ἢ τῷ μὴ γινωσκομένῳ ἡμῖν, ἢ τῷ τοῖς ἄλλοις γινωσκομένῳ. Ε.

    367. οἱ δέ τοι αὐτίκʼ ἰόντι] ἀναφώνησις. τοῦτο γὰρ καὶ γέγονε. V. οὗτοί σοι εὐθέως πορευθέντι. S.

    κακὰ φράσσονται ὀπίσσω] χαλεπὰ βουλεύσονται ἐν ὑστέρῳ. S.

    368. ὥς κε δόλῳ] ὅπως δολίως διαφθαρείης. S.

    ὥς κε δόλῳ φθείης] γράφεται καὶ διὰ τοῦ ι φθίῃς. Q. φθείης, ἀπὸ τοῦ φθαρείης κατὰ συγκοπήν. Β.

    369. ἀλλὰ μένʼ αὖθι] τὸ αὐτὸ νόημα καὶ πρὸς τοῦ Ἀντινόου ἐλέχθη, δυσμενῶς μέντοι. V.

    370. πόντον ἐπʼ ἀτρύγετον] ἐπὶ τὴν θάλασσαν τὴν ἄκαρπον, ἀκατα- [*](4. πεφαμένου] πεφονευμένου Ε. p. 1450, 62. 10. οὐδὲ ἐνταῦθα] Respicit schol. 25. ἀναφώνησις] Conf. ad β, 20 ad ea quæ dicta sunt ad α, 93. η, 270. BUTTM. 21. ἀλλογνώστῳ] Conf. Eustath. 29. φθίῃς] φθείης Q.)

    114
    πόνητον ὑπομένειν πλανᾶσθαι. S. ἢ τὸν ἀκαταπόνητον, ἢ τὸν ἄκαρ- πον, τὸν μὴ ἔχοντα τρύγα ἤτοι καρπόν. τὸν πολλὴν τρύγα ἤτοι πολ- λοὺς καρποὺς ἔχοντα, ἵνα σημαίνῃ τὸ α ἐπίτασιν. Ε.

    οὐδʼ ἀλάλησθαι] προπαροξυτόνως· δηλοῖ γὰρ τὸ πλανᾶσθαι. M.S.

    373. ἀλλʼ ὄμοσον] ὀμόσαι μὲν τὸ ὀνομάσαι θεὸν. τελευτῆσαι δὲ τὸν ὅρκον τὸ ἐπαγαγεῖν τὸ πρᾶγμα περὶ οὗ ὁ ὅρκος γίνεται. Ε.P.Q.S. ἀλλʼ ὄμοσόν μοι μὴ πρότερον τῇ προσφιλεῖ μου μητρὶ ἐξείπῃς. S.

    μυθήσασθαι] γρ. διὰ τοῦ ε, μυθήσεσθαι. Η.

    375. ἀφορμηθέντος] ἐξελθόντος, ἐκπορευθέντος. S.

    376. ἰάπτῃ] διαφθείρῃ, καταδαπανᾷ, παρὰ τὸν ἰόν· ὅθεν καὶ τὸ “ Ἄϊδι προΐαψεν.” P.S.V.

    378. ὄμοσέν τε] ὀμόσαι μὲν τὸ εἰπεῖν θεῖόν τι ὄνομα, οἷον νὴ τὸν Ἑρμῆν, μὰ τὰς Ἐλευσινίας θεὰς, τελευτῆσαι δὲ τὸν ὅρκον, τὸ ἀπο- δοῦναι τὸν ἔνορκον λόγον, οἷον ποιήσω τόδε, ἢ οὐ ποιήσω. V.

    379. αὐτίκʼ ἔπειτα] εὐθέως μετὰ ταῦτα. S.

    ἀμφιφορεῦσι] ἐν τοῖς κεραμίοις. S.

    ἄφυσσεν] ἐπήντλησεν. S.

    380. ἐν δέ οἱ ἄλφιτʼ] ἐπέλαβε δὲ καὶ τὰ ἄλευρα τοῖς καλῶς ἐρραμ- μένοις θυλάκοις. S.

    ἄλφιτα χεῦεν] τὸ χέειν οὐ μόνον ἐπὶ τῶν ὑγρῶν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν μαλακῶν. Ε.

    381. ἐς δώματʼ ἰὼν] ἰστέον ὅτι δῶμα Ὄμηρος οὐ πάντοτε τὴν ὅλην οἰκίαν λέγει, ἀλλʼ ἔστιν ὅτε καὶ τὸ ἐνδότερον αὐτῆς μέρος. S.

    382. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε] τότε δὴ ἕτερα ἐβουλεύσατο. S.

    383. κατὰ πτόλιν ᾤχετο πάντη] ἐπορεύθη πανταχοῦ ὅσα ἂν εἶπεν ἐκεῖνος. S.

    385. ἀγέρεσθαι ἀνώγει] ἐνδεία τοῦ ἀγείρεσθαι. Η. συναθροίζε- σθαι παρακελεύει. S.

    386. Φρονίοιο Νοήμονα] πεποίηκεν πλαστὰ ὀνόματα. S.

    387. ὑπέδεκτο] ὑπέσχετο. S.

    388. δύσετό τʼ ἠέλιος] εἴωθεν ὁ ποιητὴς τοὺς μέλλοντας πολλάκις εἰς ἐνεστῶτας μετάγειν. ἔστιν οὖν τὸ ἐδύσετο παρατατικὸν ἀπὸ ἐνε- στῶτος τοῦ δύσω. Ε.Μ.Q.S.

    [*](4. προπαροξυτόνως] Conf. Eustath. νίζει Ρ. 8. γρ. addidi. 10. διαφθείρῃ] διαφθείρει S. ἀφα- καταδαπανᾷ om. P. V. 31. τοὺς μέλλοντας addiddi ex M.S.)
    115

    σκιόωντο] ἐσκιάζοντο, σκιὰν ἐποιοῦντο, ὑπεσκιάζοντο, ἢ αἱ ὁδοὶ ἐσκοτίζοντο. S. τὸ σκιόωντο δὲ, σκιὰς ἐποίουν, ἀπὸ τοῦ τὸν ἥλιον εἶναι πρὸς δύσιν. E.Q.

    ἀγυιαί] τὰ ἄμφοδα, αἱ ὁδοί. στενωποὺς Ἀθηναῖοι, ἀγυιὰς Ἀρ- γεῖοι καλοῦσιν. MS. Barnes.

    389. πάντα δʼ ἐν αὐτῇ] πάντα ἀσφαλῶς· τὸ μὲν γὰρ λαθεῖν δυνά- μενον καὶ μεθʼ ἡμέραν πέπρακται, τε ἔντευξις ἡ πρὸς τοὺς πλευσο- μένους καὶ ἡ πρὸς τὸν τὴν ναῦν παρέξοντα, τὰ δὲ τῆς καθολικῆς τοῦ σκότους ἐπεληλυθότος. E.Q.S.

    390. εὔσελμοι φορέουσιν] αἱ εὔζυγοι, αἱ εὐτάβλωτοι, αἱ εὐκάθε- δροι. Ε. εὐσανίδωτοι. λέγει δὲ ἐπιθετικῶς τὰς ναῦς· σέλματα γὰρ τὰ τῶν νηῶν σανιδώματα. Ε.Η.S.

    εἴρυσε] καθείλκυσε. S.

    ὄπλ’ ἐτίθει] τὰ χρειώδη σχοινία ἀπετίθει. S.

    391. στῆσε δʼ ἐπʼ ἐσχατιῇ] ἔστησε δὲ αὐτὴν τῷ τελευταίῳ μέρει περὶ δὲ αὐτὴν οἱ συμπλέοντες ἢ καὶ οἱ συνναῦται. S.

    392. ἀθρόοι] γρ. αὐτήν. Η.

    ἀθρόοι ἠγερέθοντο] ὁμοῦ ἐν τῷ αὐτῷ συνηθροίζοντο· ἡ θεὸς γὰρ παρώρμα τούτων ἕκαστον. S.

    396. πλάζε] πλανᾶσθαι ἢ παραφρονεῖν ἐποίει. Η.

    χειρῶν δʼ ἔκβαλλε κύκελλα] ἀδυνατουσῶν διὰ τὸν ὕπνον. V. εἰκό- τως. πολὺν γὰρ ἔπινον χρόνον ἐξ ὅτου τὴν ἐκκλησίαν διέλυσαν. Ε.Q.

    397. οἱ δʼ εὕδειν ὤρνυντο] δεῖ νοεῖν ὅτι οἱ ξένοι τῶν μνηστήρων παρὰ φίλοις ἐκάθευδον. οὐ γὰρ ἐθάρρουν παρὰ τῶν Ἰθακησίων μνη- στήρων ἐν τῷ οἴκῳ Ὀδυσσέως καθεύδειν. οὕτως γὰρ αὐτῶν καὶ ἡ ἀπώλεια ἐγνώσθη. Ε.Ρ.Q.R.

    401. Μέντορι εἰδομένη] ἐπεὶ τοῖς ἔμπροσθεν ὁμοιωθεῖσα τῷ Τη- λεμάχῳ ἡ θεὸς κατὰ πόλιν ᾤχετο πάντη, εὐλόγως νῦν μεταβάλλε- ται. Q.

    [*](4. στενωποὺς Buttm. pro στενόχους. σκιόωντο δέ. Hesych. στενωπός· ἡ ἀγυιὰ καὶ πλα- 17. γρ. αὐτήν] Videtur glossema τεῖα καὶ ἄμφοδος. Suidas, ἀγυιάν· esse ad περί adscriptum v. 391. τὸν στενωπὸν Ξενοφῶν. 24. δεῖ νοεῖν—καθεύδειν] ὅτι οὐκ ἐν 6. πάντα ἀσφαλῶς] πάντα δὲ ἀσφα- τῇ Ὀδυσσέως οἰκίᾳ ἐκοιμῶντο R. λῶς Ε.Q. in quibus hoc scholion 26. οὕτως —ἐγνώσθη om. Ρ. supra inter verba τοῦ δύσω et τὸ)
    116

    402. ἐύκνήμιδες ἑταῖροι] ἔνοπλοι· ἐκ μέρους τὸ πᾶν. ἢ κατὰ μετάληψιν εὖ ὡπλισμένοι τὰ περὶ τὸν πλοῦν. Ε.Q.

    404. διατρίβωμεν ὁδοῖο] Ἀττικῶς, μὴ ἀναβαλλώμεθα τῆς ὁδοῦ. Ε.Η.Μ. Ζηνόδοτος δὲ εὐήθως ἀθετεῖ αὐτόν. Μ.

    410. Καλλίστρατος, δεῦτε φίλοι, ὄφρ’ ᾖα φερώμεθα. καὶ ἔστι τῆς νεωτέρας Ἀτθίδος τὸ οὕτως συναιρεῖν. Η.Μ.Q.

    412. οὐδʼ ἄλλαι δωμαὶ] λεληθότως ἀπόρρητον αὐτοῖς ὑποτίθησι τὴν πρᾶξιν ἔσεσθαι, ἵνα μηδὲ αὐτοὶ ἐξείπωσί τισιν. Ε.Q.S.V.

    414. βραχὺ διασταλτέον μετὰ τὸ φέροντες. Η.

    417. νηῒ ἀντὶ τοῦ νηός. Β. ἀντὶ τοῦ, νεῶς πρύμνῃ· καὶ ἐν Ἰλιάδι “νηηῒ δʼ ἐνὶ πρύμνῃ ἔναρα βροτόεντα Δόλωνος” (Il. κ, 570.). V.

    419. ἐπὶ κληϊσι] ταῖς ναυτικαῖς καθέδραις, ἐκ τοῦ συγκλᾶσθαι τὸν καθίσαντα. Ε.

    420. ἴκμενον οὖρον] ἀπὸ τοῦ ἱκνοῦμαι, τὸ παραγίνομαι. Β.Q. τὸν ἱκνεῖσθαι καὶ φέρεσθαι ποιοῦντα· ἢ τὸν δίυγρον καὶ ἁπαλόν. καὶ ἀλλαχοῦ “ἀνέμων μένος ὑγρὸν ἀέντων” (Od. ε, 478.). ἢ τὸν ἐπιτή- δειον εἰς τὸ ἰέναι· ἢ τὸν ὑγρὸν ἀπὸ τῆς ἰκμάδος. Ε.

    421. ἀκραῆ ζέφυρον] ἐπιτήδειον, ἄκρως πνέοντα πρὸς τὰς χρείας, οὐ πλέον οὐκ ἔλαττον. Β.Q.V.

    τὸ “ἀκραῆ ζέφυρον κελάδοντα,” καὶ τὸ “ἐπλέομεν βορέῃ ἀνέμῳ ἀκραέϊ” (Od. ξ, 253.), οὐκ ἔστιν ἄκρως πνέοντι, ἀλλʼ ἀκεράστως πνέοντι. τῆς γὰρ κράσεως τῶν ἀνέμων κατηγορεῖ τὸ δεινόν· λέγει γὰρ “δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα” (Od.ε,317.). ἐπαινεῖ ὡσαύτως καὶ ἐπὶ οἴνου τὸ ἀκέραστον· “ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπό- τοιο ἕστασαν ἄκρητον θεῖον πότον ἐντὸς ἔχοντες” (340.). οὕτως ἀκου- στέον καὶ τὸ ἀκήρατον, καθαρὸν πόμα, καὶ ἀκέραστον, καὶ ἀκραιφνές. Ε.Q.R. ἢ τὸν ἐπιτήδειον, ἢ ἄμικτον ἑτέρῳ· ἢ ἄκρως ἄοντα, ἤτοι [*](2. εὖ ὡπλισμένοι Buttm. εὐοπλισμέ- ἔλαττον addit ἢ τὸν μὴ κεκραμένον, ἀλλʼ ἀκριβῶς ζέφυρον. τινὲς εὐκραῆ ex νοί Ε.Q. 3. Ἀττικῶς —ὁδοῦ] ἀναβαλώμεθα Eustathio compilata sunt p. 1452 ἀπὸ τῆς ὁδοῦ, ἀττικῶς Ε. 4. εὐήθως Cobetus. εὐηθέως Μ. 24. τὸ ἀ. R. τὸν ἀ. Ε.Q. - 5. ᾖα] libri ἤῖα. 25. οὕτως ἀκουστέον] οὕτως ἀκού R. 14. παραγίνομαι] ἐπιτήδειον addunt ὅπως ἀκούσῃς Ε.Q. Β.Q. ex scholio proximo illatum, 26. καθαρὸν—άκραιφνές om. Β. ut animadvertit Buttm. 27. ἄοντα] ἀέντα ἤτοι πνέοντα Εu- 18. 19. Hoc scholion integrius stath. l. c. est infra lin. 27. Quæ V. post)

    117
    αὐτάρκως πρὸς τὴν χρείαν, οὐ πλέον οὐκ ἔλαττον. τὸ δὲ κελάδοντα, τὸ κελαδεῖν ἐπὶ λιγυρᾶς φθογγῆς τίθεται, τὸ δὲ ῥοχθεῖν ἐπὶ κυμά- των. Ε.Q.

    422. ἐποτρύνας] γρ. καὶ “ἐποτρύνων” διχῶς. Η.

    423. ὅπλων ἄπτεσθαι] τῶν σχοινίων κωπίων ἐπιλαμβάνεσθαι πα- γορμήσαντος ὑπήκουσαν. S.

    424. μεσόδμης] ἱστοδόκης, ἐκ τοῦ μέσον δεδομῆσθαι. τῆς λίνου λέγει, εἰς ἢν ἐμβάλλεται ὁ ἱστός. ἔστι δὲ τοῦ πλοίου μέσος τόπος. Ε.Q.Τ.

    426. εὐστρέπτοισι βοεῦσι] καλῶς ἡρμοσμένοις ἢ εἰργασμένοις ἱμᾶσι. ὕστερον δὲ οἱ κάλοι ἐπενοήθησαν. Ε.Q.

    βοεῦσι] λώροις· τούτοις γὰρ ἐχρῶντο τὸ πρότερον, νῦν δὲ τοῖς ὀνο- μαζομένοις κάλοις. Β.

    427. ἱστίον τὸ ἄρμενον, ἱστὸς δὲ τὸ κατάρτιον, ὡς τὸ μέσον ἱστά- μενον ξύλον. Β.

    428. στείρῃ] τῇ τρόπιδι, διὰ τὸ στερεὰν εἶναι, καὶ διὰ τὸ στερε- οῦσθαι ἐν αὐτῇ τὴν ναῦν. Ε.

    πορφύρεον] μέλαν· ἀφʼ οὗ λέγεται καὶ πορφύρεος θάνατος, ἤτοι μέλας. Ε.

    430. δησάμενοι] γρ. δήσαντες. Ρ.

    ὅπλα θοὴν ἀνὰ νῆα] τὰ σχοινία τὰ τείνοντα τὸ ἄρμενον. Q. βρα- χὺ διασταλτέον ἢ μετὰ τὰ ὅπλα, ἢ μετὰ τὸ νῆα μέλαιναν. Η.

    431. ἐπιστεφέας] μέχρι τῆς στεφάνης μεστοὺς καὶ τοῦ χεί- λους. Q.

    433. γλαυκώπιδι κούρῃ] ἢ τῷ ἀέρι. ἡ Ἀθηνᾶ στοιχειακῶς εἰς τὸν ἀέρα ἀλληγορεῖται. Ε.

    434. ἠῶ πεῖρε] ἠῶ λέγει τὴν ὀρθρινὴν ὥραν τὴν μεταξὺ νυκτὸς καὶ ἡλίου ἀνατολῆς. τὸ δὲ πεῖρε ἀντὶ τοῦ ἐπέρα. ἔνθεν καὶ τὸ “ἀλε- γεινά τε κύματα πείρων” (Od. θ,183.). Ε.Β.Q.

    [*](1. κελάδοντα Buttm. pro κέλαδον. 7. λίνου] ληνοῦ Ε.Q. 2. τίθεται Buttmann. pro άδεται. 10. εἰργασμένοις] ἡργασμένοις Ε.Q. “ Observatio contra eos qui κελά- 11. κάλοι] κάλωες Ε. δόντα ad πόντον traherent: cf.ε,402. 28. ἀνατολῆς] ἀνατολήν Q. ubi ῥοχθεῖν de mari, et Ιl. ψ, 208. ἔνθεν] ἔνθα Ε.Β.Q. ubi κελαδεινός de zephyro.” BUTT.)