Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

125. ἀλήιος] ἐνδεής, ἄνευ λείας, ἐλλιπὴς βοσκημάτων· λεία γὰρ κυρίως ἡ τῶν βοσκημάτων κτῆσις

130. ἐξελόμην] ὡς ἐξαιρέτους ἔλαβον παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς [*](4. παρἀ μὲν ‖ 5. δὲ τήν ‖ 7. δαιείσεται textus ‖ 14. supplevi ex A ‖ 26. ἀπʼ AD: διʼ ‖ 27. τοῦ post omisi ‖ 33. καὶ scripsi: ή)

522
Ἥρας τεμένει λεγόμενος καλλιστεῖα. ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει πόλεις ἔχουσα ε’ Ἄνττισσαν Ἕρεσσον Μήθυμναν Πύρραν Μιτυλήνην A=

131. τάς] ἐπανάληφις 145. Λαοδίκη] ἣ καὶ Ἠλέκτρα Ἰφιάνασσα] ἣ καὶ Ἰφιγένεια

146. ἀνάεδνον] ἄνευ ἕδνων ἕδνα τὰ ἀπὸ τοῦ ἀνδρὸς φερόμενα, 〈οὐ〉 τὰ ἀπὸ τῆς γυναικός

147. μείλια] ἐκμειλίσσοντα τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην κατὰ ψυχήν A +

153. ἠμαθόεντος] ψαμμώδους

156. λιπαράς] λιπαροποιούς· καὶ Ἡσίοδος (Οpp. 227) περὶ τῆσδε “τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθοῦσιν ἐν αὑτῇ”

159. ἔχθιστος] ὁ Ἅιδης

171. εὐφημῆσαι] εῦφημον καὶ εῦτακτον φθέγξασθαι· οὺδὲ γὰρ ἐπὶ τοῦ ὑμνῆσαι εῦρηται παρὰ τῷ Ὀμήρηῳ

180. δενδίλλων ἐς ἕκαστον] δινῶν τοὺς ἴλλους εἰς ἕνα ἕκαστον

181. πειρᾶν] πειράζειν

187. ζγγόν” τὸν πῆχυν τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλ〈λ〉α- βοι· οῦτω δὲ λέγονται οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαί, παρὰ τὸ κεκολλῆσθαι A=

199. προτέραω] εἰς τοὔμπροσθεν A +

206. 〈κρεῖον〉] ἤτοι κρεωδόχον ἀγγεῖον A+ πυρὸς αὐγῇ] τῷ πυρὶ δηλονότι

208. ἀλοιφῇ] τῷ λίπει 213. στορέσας] καταστρώσας

214. ἔθος τοῦτο τοῖς στρατιώταις, ἐπὰν ἴδωσι θερμανθέντων τῶν κρεῶν ζωμὸν ἀναπηδώντα, τηνικαῦτα αἴρειν τὸ ὀπτώμενον καὶ ὅλατι ἐπιπάσσειν, ἵνα ὁ (κωμὸς ἐντὸς κατέχηται ὀπτώμενος ὑπὸ τοῦ ὅλατος κρατευτάων] ἢ τῶν λίθων A +

215. ἐλεοσιν] μαγειρικαῖς τραπέζαις AB +

241. 〈στεῦτοι〉] παρὰ τὸ στῆθος, οἶον ἐν τοῖς στήθεσι διανοεῖ- ται —ἐκεῦ γὰρ τὸ λογιστικόν, ὥς φησιν οὕτος “στῆθος δὲ πλήξας” (Od. 20. 17)—ἢ παρὰ τὸ στῶ στεύιω, ὡς ἀθλῶ ἀεθλεύω, στεύεται καὶ συγκοπ) “ στεῦται”

324. κακῶς δʼ ἄρα οἱ πέλει αὺτῇ] ἤτοι ἄσιτος αὑτὴ τυγχάνει

326. διέπρησσον] διήνυον