Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

7. κορθύεται] κορυφοῦται ἢ σωρεύεται· κόρθυς γὰρ ὁ σωρὸς καλεἵται A-

φῦκοs] χόρτον 30. τετιηότες] λυπούμενοι A=

34. ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ] ῥηθέντα παρὰ τοῦ Ἀγαμέμνονος ἐν τῇ δʼ ῥαψωδίᾳ (370, 1) “ὁ μοι, Τυδέος υἱὲ δαίφρονος ἱπποδάμοιο, τί πτήσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας ;”A+

56. πάλιν] τὰ ἐναντία σοι σὺ τέλος ἵκεο μύθων] ἐπέθηκας A= οὐ τέλος ἵκεο μύθων] τὰ μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως εἴρηκας, τὰ δὲ τῆς συμβουλῆς καὶ φυλακῆς ἐνέλειψας A +

63. ἀφρήτωρ —] ἢ πρὸς τὸν Ἀχιλλέα ἢ πρὸς τὸν Ἀγαμέμνονα φρατρίαν καὶ συγγένειαν μὸ ἔχων. φρατρία δέ ἐστι τὸ τρίτον μέρος φυλῆς A=

100. φάσθαι] βουλεύεσθαι

102. σέο δʼ ἕξεται] ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ ἔργον τοῦτο δοκιμάσαι, ἤτοι τὸ τῶν λόγων κατόρθαωμα σὸν ἔσται· εἰς σὲ γἀρ ἀνενεχθήσεται A=

106. ἐξ ἔτι τοῦ] ἀπʼ ἐκείνου τοῦ χρόνου A= διογενές] ὦ. §. “διογενεῦς” τὸ “ διογενεῦς ” περισπᾶν δεῖ· συναίρεσιν γὰρ ἔπαθεν, ἐπεὶ τὸ ἐντελές ἐστι διογενέος

109. ἀπεμυθεόμην] ἀπηγόρευον A +

115. ψεῦδος] ἀντὶ 〈τοῦ〉 ψευδῶς, όνομα ἀντὶ ἐπιρρήματος A=

122. ἀπύρους] ἀναθεματικούς A +

123. “αἴθωνας” τοὺς πρὸς πῦρ ἐπιτηδείους καὶ λεγομένους ἐμ- πυριβήτας A-

125. ἀλήιος] ἐνδεής, ἄνευ λείας, ἐλλιπὴς βοσκημάτων· λεία γὰρ κυρίως ἡ τῶν βοσκημάτων κτῆσις

130. ἐξελόμην] ὡς ἐξαιρέτους ἔλαβον παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς [*](4. παρἀ μὲν ‖ 5. δὲ τήν ‖ 7. δαιείσεται textus ‖ 14. supplevi ex A ‖ 26. ἀπʼ AD: διʼ ‖ 27. τοῦ post omisi ‖ 33. καὶ scripsi: ή)

522
Ἥρας τεμένει λεγόμενος καλλιστεῖα. ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει πόλεις ἔχουσα ε’ Ἄνττισσαν Ἕρεσσον Μήθυμναν Πύρραν Μιτυλήνην A=

131. τάς] ἐπανάληφις 145. Λαοδίκη] ἣ καὶ Ἠλέκτρα Ἰφιάνασσα] ἣ καὶ Ἰφιγένεια

146. ἀνάεδνον] ἄνευ ἕδνων ἕδνα τὰ ἀπὸ τοῦ ἀνδρὸς φερόμενα, 〈οὐ〉 τὰ ἀπὸ τῆς γυναικός

147. μείλια] ἐκμειλίσσοντα τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην κατὰ ψυχήν A +

153. ἠμαθόεντος] ψαμμώδους

156. λιπαράς] λιπαροποιούς· καὶ Ἡσίοδος (Οpp. 227) περὶ τῆσδε “τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθοῦσιν ἐν αὑτῇ”

159. ἔχθιστος] ὁ Ἅιδης

171. εὐφημῆσαι] εῦφημον καὶ εῦτακτον φθέγξασθαι· οὺδὲ γὰρ ἐπὶ τοῦ ὑμνῆσαι εῦρηται παρὰ τῷ Ὀμήρηῳ