Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

180. ἐνετῇσι] ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις

181. θυσάνοις] κροσσοῖς

182. ἕρματα] ἐνώτια A= ἦκεν] ἐνέηκεν λοβοῖσι] τοῖς ἁπαλοῖς τῶν ἀτίων

185. νηγατέῳ] νεωστὶ γενομένῳ 195. αὔδα] λέγε

196. εἰ δύναμαι τελέειν καὶ εἰ τετελεσμένον ἐστίν] τοῦτο ὕστερον πρότερον καὶ πραωθύστερον

202. ἐὺ τρέφον] μετʼ ἐπιμελείας ἀνῆγον

203. Ῥείης] περὶ τῆς

204. ἀντὶ τοῦ κατέπεμψεν ἀφῆκεν. ἐκ τοῦ ἵημι τὸ πέμπω εἴσω εἷσα εἴσας εἶσε καὶ μετὰ τοῦ κατά προθετικοῦ “καθεῖσε,” τοῦ εἰς θ τρεπομένου, ὅτι τὸ ἵημι τὸ πέμπαω δασυντέον

216. ὀαριστύς] ὁμιλία

217. πάρφασις] παραλογιστική 221. ὅ τι] εἴ τι

229. ἐξ Ἀθόω] ὅρους Θρᾴκης A +

240. ὑπὸ—ἥσει] ὑποθήσει

250. Διὸς υἱός] ὁ Ἡρακλῆς Ἡροκλῆς ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν γενόμενός τε κατὰ τὸ Αἰγαῖον πέλαγος βουλήσει Ἥρας σφόδρα συνεσχέθη χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶν ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος βασιλεύοντος αὐτῆς· βιασάμενος δὲ ὡς λῃστὴς ἐπιβὰς ἀνεῖλε τόν τε Εὐρύπυλον καὶ τοὺς παῖδας αὑτοῦ, μιγεὶς δὲ τῇ θυγατρὶ αὑτοῦ Χαλκιόπῃ Θεσσαλὺν ἐγέννησεν A +