Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

109. διὰ τί νῦν Διομήδης συμβουλεύει, καὶ οὐ Νέστωρ; καἰ φαμεν, ὅτι τὸ γῆρας ἐν τοῖς δεινοῖς ἐστιν ἐπισχετικόν, ἡ δὲ νεότης θαρσαλεω- τέρα· ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ (Il. 9.32 sqq.) θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπακε τῶν πρεσβυτέρων τοῦς λόγους A=

110.σὐ δηθὰ ματεύσομεν, αἴ κε θέλητε] σὺ πόρρω ἐπιζητήσομεν, ἐὰν θέλητε

112. γενεῆφι] τῇ ἡλικίᾳ

114. ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει] ὃς ἐν τῷ Θηβαϊκῷ πολέμῳ ἔθανεν

116. αἰπεινῇ] θαυμαστῇ 119. νάσθη] ἀπῳκίσθη

123. ὄρχατοι] κῆποι

125. τὰ δέ] ταῦτα δέ

129. ἔνθα δέ] ἐκεῦ δέ, μετὰ ταῦτα ἐχώμεθα] ἤτοι ἀπεχώμεθα A +