Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

799. σκοποὶ εἵατο] στρατηγικὸν τὸ μὴ ταῖς σπονδαῖς πιστεύ- [*](B=) σαντας ἀστρατηγήτους ἑαυτοὺς παραδοῦναι τοῖς πολεμίοις.

804. ὣς οἵ γ᾿ ἀμφίεπον] Μενεκράτης φησὶν αἰσθόμενον ἑαυτοῦ [*](Β+) ἀσθενείας καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν 〈τὸν ποιητὴν〉 σιωπῆσαι τὰ μεθ᾿ Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο τὰ λοιπὰ ἑαυτῷ τῶν διηγημάτων εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας Ὀδυσσέως μόνον· τὰ γὰρ λείψανα ἐκεῖ ἃ μὲν Ὀδυσσεύς, ἃ δὲ Νέστωρ καὶ Μενέλαος, ἃ δὲ Δημόδοκος κιθαρίζων, φησίν, ἄλλως τε πολιορκίαν μακρὰν οὐκ ἄξιον διηγεῖσθαι. §. τινὲς γράφουσιν “ὣς οἵ γ᾿ ἀμφίεπον τάφον Ἕκτορος· ἦλθε δ᾿ Ἀμαζών, Ἄρηος θυγάτηρ μεγαλήτορος ἀνδροφόνοιο.”

ὣς οἵ γ᾿ ἀμφίεπον τάφον] Ἀττικοὶ τὸ περίδειπνον “τάφον” λέγουσιν· Πολύιδος δὲ τὸ μνημεῖον (cf. fr. lyr. gr. III p. 632 B.).

[*](1. ἔκτιμον B || 11. supplevi ex B ‖ 13. ζητημάτων, cf. 1. 16 ‖ 20. Πολυρρήνιοι δὲ coni. Bergk ‖ in fine add. pr. καὶ μὴ λαλῶν Ὅμηρε πάντας αἰσχύνεις, et inferius Ὅμηρε Μουσῶν χαῖρε χρύσεον στόμα, infra denique haec ἐτελειώθη μηνὶ σεπτεμβρίῳ ιη ἡμέρα ζ ἰνδικτι ιγ, cf. Ι p. vii.)