Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

22. ὡς δʼ ὑπὸ δελφῖνος] καλῶς τὰ τῆς παραβολῆς· ὅτε μὲν γὰρ ὁ διώκων ἐπὶ γῆς ἦν οἳ δὲ φεύγοντες εἰς τὸν ποταμὸν συνωθοῦντο, τὸν μὲν πυρὶ τοὺς δὲ ἀκρίσιν ὡμοίωσεν· ὅτε δὲ ἐν ὕδατι ὁ διώκων καὶ οἱ διωκόμενοι, πρὸς τὸν ὑποκείμενον τόπον ἡ παραβολὴ συνᾴδει. καλῶς δὲ καὶ δελφῖνι εἴκασται· θαλασσίας γὰρ δαίμονος υἱός. ὡς ἰχθύος δὲ ὄντος τοῦ δελφῖνος τὸ “ἄλλοι” εἶπεν· καὶ Πίνδαρος “ἰχθὺν παιδοφάγον” (fr. 306 B.) ἐπὶ τοῦ κήτους.

[*](B-)

μεγακήτεος] μέγα κύτος ἔχοντος, ὡς “μεγακήτεῖ νηί” (Il. 8. 222), ἢ μεγάλου κήτους.

[*](B+)

23. μυχούς] τὰς διαδύσεις παρὰ τὴν νύκτα.

25. ποταμοῖο κατὰ δεινοῖο] δίνας ἔχοντος καὶ ἤδη ἀκροκελαινιόωντος (249).

[*](B=)

26. πτῶσσον] κατέπτησσον ταπεινοῦντες αὑτούς. §. “κρημνούς” [*](B =)δὲ τὰς ἐπικρεμαμένας τοῖς ὕδασιν ὄχθας.

κάμε χεῖρας ἐναίρων] Ἑρμόδωρος ὁ ῥαψῳδὸς “χεῖρας ἐναίρων” ἤκουε χειροκοπῶν,᾿ κατεχρήσατο δέ· κυρίως γὰρ ἐναίρειν τὸ σκυ- λεύειν, ὅθεν καὶ “κατηναρισμένας” φησὶν ὁ Σοφοκλῆς (Aiac. 26).

[*](B=)

27. δυώδεκα λέξατο] ὡς εἰς θυσίαν μέλλων παριστάνειν τὴν [*](B=)καλουμένην δωδεκάδα. §. μεγάλην δὲ τὴν ὑπεροχὴν διὰ τούτου παρί- στησιν ἐπιλέξασθαι αὐτὸν τοὺς αἰχμαλώτους λέγων οἵους καὶ ὅσους ἠβούλετο, εἶτα καὶ τούτους καθʼ ἕνα συνδῆσαι ὥσπερ ἀνδράποδα προτείνοντα〈ς〉 τὰς χεῖρας.

[*](5. ἔνθορε A: ἔκθορε ‖ 17. δὲ scripsi: τε ‖ 21. καταδύσεις B ‖ 34. supplevi ex B)
337

29. ἐξῆγε θύραζε] καταχρηστικῶς, ὡς καὶ “ἐκ πόντοιο θύραζε” (Il. 16. 408).

31. τοὺς αὐτοὶ φορέεσκον] περιπαθῶς ἄγαν· ταῦτα γὰρ ἀφορμὴ [*](B=) γέγονε τῶν δεσμῶν αὐτοῖς, ἃ εἰς σωτηρίαν ἐπήγοντο.

ἐὺ στρεπτοῖσι χιτῶσιν] ἀντὶ τοῦ 〈εὐ〉κλώστοις· ἐνήθετο γὰρ καὶ [*](B =) ἡ κρόκη. οὐδέπω δὲ ἐγινώσκετο τρῖψις κρόκης, ἀλλὰ νῆσις· Μέ- νανδρος “ κρόκην δὲ νήσεις στήμονα” (fr. 301 M.).

34. ἐνθʼ υἱεῖ] περισπαστέον καὶ διὰ τῆς ει διφθόγγου γραπτέον [*](B=) τὸ ει· καὶ γάρ ἐστιν ἀπὸ τῆς υἱεύς.

ἄλλως: ἔνθʼ υἱεῖ Πριάμοιο] μετέβαλεν εἰς ἄλλην διάθεσιν ποι- [*](B=) κίλλων τὴν διήγησιν. πρῶτος οὖν καὶ τὸ τῶν περιπετειῶν εἶδος ἔδειξε, ποικίλον ὂν καὶ θεατρικὸν καὶ κινητικόν. πάντα δὲ λέγων ἀληθοποιεῖται τὸν λόγον.

36. * οὐκ ἐθέλοντα] ἀντὶ τοῦ πρὸς βίαν.

37. ἐννύχιος] εἶπε γὰρ “πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (II. 9. 325).

δʼ ἐρινεὸν—τάμνε νέους ὄρπηκας] ἀπὸ τοῦ γενικοῦ εἰς τὸ εἰδικὸν [*](A + B-) μεταβέβηκεν. ὄρπηξ δὲ ψιλοῦται· ἔστι γὰρ παρὰ τὸ ὄρω, πλεονα- σμῷ τοῦ π, εἰ καὶ〈ὁ〉 λόγος κελεύει αὐτὸ δασύνεσθαι· τὸ γὰρ α καὶ τὸ ε εἰς ρ καταλήξαντα ἑπομένου τοῦ π δασύνεσθαι θέλει, ἅρπη ἕρπε· οἷς συνεξομοιοῦσι καὶ τὸ ὄρπηξ.

ἄλλως: ὃ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνε] εἰ διαστείλαιμεν βραχὺ [*](AB +) ἐπὶ τὸ “τάμνε,” εὐλογώτερον ἂν γένοιτο τὸ σχῆμα.

ἄλλως: ὃ δʼ ἐρινεόν] ἀντὶ τοῦ ἐρινεοῦ, ὡς “γυναῖκά τε θήσατο [*](A+B-) μαζόν” (Il. 24. 58) καὶ “οἰνοχόον βάλε χεῖρα” (Od. 18. 396). τινὲς δὲ ἀντὶ τοῦ ξύλου. οὐ γὰρ εὐθετεῖ ὁ ἐρινεὸς εἰς ἅρματα· εἴη ἂν οὖν ξύλον ἀντὶ τοῦ ξύλου τεθεικώς.

39. τῷ δʼ ἄρʼ ἀνώιστον] ἀναγκαίως προεκτίθεται τὰ περὶ αὐτὸν [*](B=) ἅπαντα, ἵνα ἑξῆς ἱκετεύοντος αὐτοῦ γνώριμος ὁ λόγος καθεστήκῃ.

ἀνώιστον] ἀνεπιλόγιστον· νωίσασθαι γὰρ τὸ νοῆσαι. παρὰ τὸ [*](B-) 〈ὀ〉ίσασθαι ἀνόιστον καὶ κατʼ ἐπέκτασιν.

40. 〈Λῆμνον〉 ἐυκτιμένην] ἤδη γὰρ αὐτὴν ᾤκουν Ἕλληνες τῶν Ἀργοναυτῶν· κυρίως δὲ περάσαι τὸ εἰς πέραν ἀποδόσθαι.

*Λῆμνον] λείπει ἡ εἰς.

[*](5. supplevi ex B ‖ 6. οὐδέπω W: οὐδέποτε ut B ‖ 7. νήσει καὶ στ. B ‖ 15. γὰρ post μ. omisi ‖ 29. καθεστῇ B ‖ 31. ἀνώιστον ‖ 33. scho- lion ad v. 58 scriptum: traiecit W)
338

41. ἄγων] ἴσως κελεύσας Πατρόκλῳ, ὡς καὶ “λούσασʼ ἐν πο- ταμῷ” (Od. 7. 296).

[*](B=)

42. ξεῖνός μιν ἐλύσατο] ἐπιξενωθεὶς ἠλευθέρωσεν. §. τὸ δὲ ἑξῆς, [*](AB=)ξεῖνός μιν ἐλύσατο Ἴμβριος Ἠετίων.

43. Ἴμβριος Ἠετίων] πρὸς τὴν ὁμωνυμίαν, καὶ ὅτι φίλοι τοῖς Ἕλλησιν οἱ Λήμνιοι, ἐχθροὶ δὲ τοῖς Τρωσίν, ἐπεί τοι διὰ τί δὴ μὴ τὸν υἱὸν τοῦ βασιλέως ἀπέδωκαν;

Ἀρίσβη〈ν〉] μεταξὺ Περκώτης καὶ τῆς Ἀβύδου.

[*](B=)

46. * ἐλθὼν ἐκ Λήμνοιο] σωθεὶς ἀπὸ τῆς Λημνίας δουλείας.

[*](B=)

48. καὶ οὐκ ἐθέλοντα] περισσὸς ὁ “καί.” ἴσως δὲ τὸ φιλόψυχον αὐτοῦ κωμῳδεῖ καὶ διὰ τοῦ πρώτου (36).

[*](B=)

50. *γυμνόν] οὕτω γὰρ καὶ ἐγνωρίσθη.

οὐδ᾿ ἔχεν ἔγχος] ὅμοιον τὸ σχῆμα τῷ “ἰοῖσίντε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον” (Il. 3. 80)· ἴσως δὲ καὶ διὰ τῆ, ἐξαλλαγῆς χλευάζει τὸ πρόσωπον, ὡς οὐδὲ τῶν ἀμυντηρίων ἑαυτῷ τι καταλιπεῖν ὑπέμεινεν.

54. * ὦ πόποι] “πόποι” οἱ θεοὶ παρὰ τὸ ἐποπτεύειν πάντα.

[*](B=)

55. ἦ μάλα δὴ Τρῶες] ὑπερβολικῶς εἶπε, τάχα Τρῶες καὶ ἐξ Ἅιδου φεύξονται, ὅπου θαλασσοκρατούντων Ἑλλήνων ἀπὸ νήσου ἔφυγεν.

[*](A-B=)

μεγαλήτορες] Πῖος στίζει εἰς τὸ “μεγαλήτορες,” εἶτα τὸ ἑξῆς ἐν ἤθει φησὶν ἀναφωνήσας διαναστήσονται ἄρα καὶ οἱ τεθνεῶτες, εἴ- περ καὶ οὗτος ἴσχυσε διαπεραιωθῆναι.᾿

[*](A +)