Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

485. Ῥίγμονʼ] ἀπὸ τοῦ ῥηγμός Αἰολικῶς αὐτό〈ν〉 φασιν εἰρῆσθαι “Ῥῆγμον·” καὶ γὰρ τὸ〈ν〉 ῥηγνύμενόν φασιν· ἔνιοι δὲ “Ῥίγμονα” λέγουσιν εἶναι τὸ τέλειον.

ἄλλως: Ῥίγμονα] τινὲς ἀπʼ εὐθείας τῆς Ῥίγμων.

486. μέσ〈σ〉ον ἄκοντι] “ἄκοντι” καταχρηστικῶς τῇ μελίᾳ, εἰ μὴ καὶ ἄλλο ἔτυχεν ἔχων δόρυ.

490. ὡς δʼ ἀναμαιμάει] οὗτός ἐστι περὶ οὗ φησιν “εἰ—χεῖρας ἔοικε” (372). §. πολλάκις δὲ χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παρα- [*](B=)βολῇ ἐμψύχῳ νῦν τῇ ὀνοματοποιίᾳ χρῆται μαιμᾶν λέγων τὸ πῦρ ὡς πᾶσαν ἐπειγόμενον τὴν ὕλην ἀναλῶσαι. πάντα δὲ πᾶσι παρα- βέβληται. ἢ τε γὰρ προθυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς ὁρμῇ καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει [*](1. κοίλης W ex Poll. II 225: κοιλίας ‖ τῆς τε π. B ‖ 2. σιμὰ ex Galen. II 575 ‖ 8. οὗτος W: ὅπως ‖ 10, 11. suppleni ex B ‖ 16. χ. τὸ θ “πρός θ᾿ ὁρόων” vel προσορόων coni. Ludwich ‖ 17. σφονδυλίῳ lemma ‖ τὸ B: τήν ‖ 20. Πειρέως A: -εος ‖ 21. ῥηγμός scripsi: ῥῖγμον ‖ φησὶν: corr. ‖ 21, 22. suppl. ex Eust. ‖ 22. Ῥῆγμον ex Eust.: ῥίγμον ‖ 25. ἄκοντι W: ἅπαντα )

333
καὶ τὸ εὐμεταχείριστον τῶν Τρώων τῷ τῆς ὕλης καταξήρῳ ἀπείκα- σται, ἔν τε τῷ “εἰλυφάζει” τὴν ἐπὶ πλεῖον εἴλησιν τοῦ πυρὸς ἔδειξεν.

ἀναμαιμάει] μετʼ ἐνθουσιασμοῦ ἀναβάλλει τὴν κίνησιν.

491. * ἀζαλέοιο] ξηρὰν ἔχοντος ὕλην.