Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

467. οὐ γάρ τοι γλυκύθυμος] οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιό- [*](A+B=) φρῶν, ἀλλʼ ἐκ τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός.

οὐ γάρ τοι γλυκύθυμος ἀνὴρ—οὐδ᾿ ἀγανόφρων] ὁ μὲν γὰρ ὡς [*](B -) ἀκμάζοντος τοῦ πένθους περίλυπός ἐστιν—ὅτε γὰρ θάπτομεν τοὺς φίλους, τότε μάλιστα στερίσκεσθαι αὐτῶν ἐλπίζοντες αὔξομεν τὴν ὀδύνην—ὁ δὲ ποιητὴς οὐκ ἐπαινῶν τὸ θυμικὸν οὐκ ἀγανόφρονα αὐτὸν καλεῖ, ὡς τὸ “ἀεικέα μήδετο ἔργα” (Il. 22. 395). γλυκύθυμος] γλυκὺ τὸ ἀνειμένον· “σπεῦδε μὴ γλυκὺς γένῃ.”

470. ἧπαρ ὄλισθεν] ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος· αἱμορ- [*](AB -) ραγία δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ [*](9. ἀναιρεῖ post ξ. delevi ut B ‖ 11. βάλ᾿ 16. εὖ bis ut infra ‖ ἡ A: εὂ ‖ 19. οὔπων μί κε φασι ‖ 26. ὁ μέν γὰρ B: ἀκμὴν ‖ 31. γλυκὺς W; γλύκιος ‖ frg. ignotum videtur ‖ 32. ἡ παρώλισθεν)

332
ἥπατος, καὶ τῆς κοίλης, κατὰ κυρτὰ ἔγκειται, 〈καὶ〉 τῆς πύλης, ἥτις ἐστὶ κατὰ τὰ σιμά.

[*](B-)

μέλαν αἷμα κατʼ αὐτοῦ] τὸ μέλαν αἷμα κατὰ τοῦ ἥπατος ἐκ- κρουνίζον τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν· διὰ οὖν τοῦ ρ τὸ “ἐνέ- πρησε” (471) γραπτέον.

473. δουρὶ κατʼ οὖ〈α〉ς] ὅρα, ὅσαι πληγαὶ κατὰ τῆς κεφαλῆς ἠνέχθησαν· ἣ μὲν “μέ〈σ〉σην κακ κεφαλήν” (387, 475), ἣ δὲ “κατὰ κρόταφον” (397)· οὗτος δὲ διὰ τοῦ ὠτός.

ἄλλως: δουρί] σπεύδων οὐκ εἶπεν οὐδὲ ὅπως τὸ ξίφος ἀπέθετο.

[*](B=)

476. ὑπεθερμάνθη ξίφος] δαιμονίως τὸ βάθος τῆς πληγῆς 〈παρ- έδειξεν〉.

[*](A~)