Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
42. καί ῥʼ οἵπερ τὸ πάρος περ] τοὺς γ´ στίχους τούτους (42—44) τοῖς ἑξῆς συνάπτειν βέλτιον ὑποστίζοντας εἰς τὸ “νηῶν” (43) “δοτῆρες” (44) “μένεσκον” (42)· εἰς δὲ τὸ “Ἀχαιούς” (41) τελείαν στιγμὴν θετέον.
*οἵ περ] Μυρμιδόνες· ἢ οἱ τῶν ἄλλων Ἑλλήνων.
44. παρὰ νηυσὶν ἔσαν] τινὲς ἀπὸ κοινοῦ τὸ “οἵ” (43), καὶ οἱ ταμίαι παρὰ νηυσίν.’
σίτοιο δοτῆρες] σῖτον καὶ τὸν ἀκατέργαστον—“σῖτος ἀθέσφατος” (Od.13. 244)—καὶ τὸν εἰργασμένον, “σίτου θʼ ἅπτεσθον” ἁπτεσθον” (Od. 4. 60). [*](B-)πυρὸν δὲ μόνως τὸν ἀκατέργαστον. §. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλ- λέως ἔχει ἡ τοῦ τοσούτου πλήθους συνέλευσις καὶ νόμον ἀτελείας κυβερνήταις καὶ σίτου χορηγοῖς.
[*](B =)σῖτον τὸν εἰργασμένον καὶ ἀκατέργαστον, πυρὸν δὲ τὸν ἀκατ- έργαστον.
[*](B=)46. ἐξεφάνη· 〈δηρὸν δὲ—ἐπέπαυτο〉] αἰφνίδιον ὤφθη. §. ὁ δὲ [*](B=)“δέ” ἀντὶ τοῦ γάρ.