Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. *μή μοι] συμπαθείας τὸ “μοί.” [*](B=) ἄλκιμον υἱόν] τινὲς “ἀγλαὸν υἱόν,” ἵνα ἁρμόζῃ τῇ αἰκίᾳ ἡ [*](B+) ὑπόμνησις τοῦ κάλλους.

25. χαλκοτύπους] χαλκῷ τετυπωμένας· συλληπτικῶς δὲ εἶπε [*](B=) πάσας “ὠτειλάς·” πεσόντα γὰρ πολλοὶ ἔτρωσαν, ὡς καὶ Ἕκτορα· “οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη” (Il. 22. 371).

26. εὐλὰς ἐγγείνωνται] ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξίν, [*](B=) ἐξ οὗ οἱ σκώληκες γεννῶνται.

εὐλὴ ὁ σκώληξ ἀπὸ τῆς εἰλήσεως.

[*](B+)