Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

77. ἀεκήλια] ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. §. Ἀρίσταρ- [*](A+ B=)χος δὲ “ἀεκήλια” τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. ἢ παρὰ τὸ ἕκηλος ‘οὐχ ἡσυχαῖα οὐδʼ εἰρηναῖα.’

[*](B=)

80. ἀλλὰ τί μοι τῶν ἦδος] ὑπερβολὴ φιλίας, ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου.

[*](B=)

82. *ἶσον ἐμῇ κεφαλῇ] Πυθαγόρ〈ε〉ιοι “τί ἐστι φίλος; ἄλλος ἐγώ.”

[*](B=)

τὸν ἀπώλεσα] περιπαθῶς πάνυ ὡς ἐπὶ κτήματος μεγάλου τοῦ φίλου.

83. *ἀπέδυσε] τινὲς “ἀπέλυσε” διὰ τὸ “λῦσε δέ οἱ θώρηκα” (Il. 16. 804).

[*](B=)

84. τὰ μὲν Πηλῆι] δεινὸν αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολε- μίων κτῆμα πατρὸς καὶ δῶρα θεῶν. κινεῖται δὲ καὶ τῷ τοῦ Ἕκτορος φθόνῳ· πρὸς τοῦτον γὰρ φιλότιμος Ἀχιλλεύς· ἅμα δέ, ἐπεὶ καὶ ἐν χρείᾳ αὐτῶν καθέστηκεν· διὸ πολυλογεῖ περὶ αὐτῶν.

[*](B=)

86. ὡς ὄφελες] φιλομήτωρ ὁ εὐχομενος μὴ γενέσθαι, ὅπως μὴ γεγονὼς λυπήσῃ τὴν μητέρα.

[*](B-)

αὖθι—ναίειν] “αὖθι” ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρῄδων, ὡς καὶ ὁ Κάλχας “πολεμίξομεν αὖθι” (Il. 2. 238) ἀντὶ τοῦ ἐκεῖ ἐν Τροίᾳ.

87. *ἀγαγέσθαι] ὡς τὸ “λελαβέσθαι (Od. 4. 388).

[*](1. ῥήγνυτο κῦμα ‖ 4. ω B: ο ‖ 8. περιπαθὲς B: περισενθὲς ‖ 9. κ. δʼ ἄρα κ., cf. Od. 19. 417 ‖ 11. ἢ μὲν ‖ 13. suppl. W ex A ‖ 16. ἡσύχια μηδὲ B ‖ 25, 26. πολεμίῳ B ‖ 28. αὐτῶν B: αὐτόν )
247

88. καὶ σοὶ πένθος] ἠθικὸν καὶ βιωφελές· εἰώθαμεν γὰρ λέγειν ὡς [*](B=) αἴτιοί 〈ἐσμεν⟩ τῶν κακῶν τοῖς φίλοις.

89. παιδὸς ἀποφθιμένοιο] συμφορὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆ- [*](B=) σθαι ὁμολογῶν ἔλεον ἑαυτῷ θηρᾶται.

92. πρῶτος ἐμῷ ὑπὸ δουρί] ἔδει ‘πρότερος·’ δύο γάρ εἰσιν.[*](B=) §. ἐμφαντικῶς δὲ ἄγαν πάντα μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ [*](B=) μετʼ ἄλλους δὲ ἐπιθυμεῖν φησι τῆς Ἕκτορρς ἀναιρέσεως, ἀλλὰ πρῶτον ἐκεῖνον ἀναιρεῖν.

*πρῶτος] ἀντὶ τοῦ πρότερος.

ὑπὸ δουρί] τὴν “υπό” οἳ μὲν συντάσσοντες τῷ “δουρί” ὀρθοτο- [*](B=) νοῦσιν, οἳ δὲ τῷ “ ἐμῷ” ἀναστρέφουσιν.

* ἀπὸ θυμὸν ὀλέσσῃ] τὴν μὲν “ ἀπό” οὐκ ἀναστρεπτέον· ἔστι γὰρ [*](B=) ‘ἀπολέσῃ.’

93. * Πατρόκλοιο δʼ ἕλωρα—ἀποτίσῃ] ὑπὲρ ὧν εἵλκυσεν, ἵνα [*](B=) ἑλκυσθῇ.

95. ὠκύμορος δή μοι] περιπαθῶς ἀνεβόησεν ἀποτρέπουσα τῆς [*](B=) ἐξόδου τὸν Ἀχιλλέα.

96. αὐτίκα γάρ τοι] περιπαθὲς καὶ τοῦτο, τὴν αὐτὴν εἶναι προθεσ- [*](B=) μίαν Ἀχιλλεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλαγῆς.

98. αὐτίκα τεθναίην] διὰ 〈τί⟩ τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον [*](B-) πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν, “βουλοί- μην κʼ ἐπάρουρος ἐών” (Od. 11. 488); ἢ οὔτε τὸ τεθνάναι διʼ αὑτὸ αἱρεῖσθαι φαίνεται οὔτε 〈τὸ⟩ ζῆν, ἀλλὰ μόνα τὰ καλὰ ἔργα, καὶ ὅπως πράττῃ ταῦτα. ἵνα μὲν οὖν βοηθήσῃ τῷ Πατρόκλῳ, “αὐτίκα τεθναίην” φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσεται, εἰ μέλλοι καλόν τι πράξειν ἀποθανών, καὶ τεθνεὼς ἀναβιώσασθαι, εἰ μέλλοι τῶν κατʼ ἀρετήν τι πράξειν ἀναζήσας.

ἄλλως: αὐτίκα τεθναίην] καλὸν πρὸς φιλεταιρίαν, εἴγε τοσούτοις [*](B=) μὴ πεισθεὶς δώροις δίχα τούτων καὶ θάνατον αἱρεῖται ὑπὲρ φίλου.

ἄλλως: αὐτίκα τεθναίην] τῷ αὐτῷ ὀνόματι χρησάμενος, ᾧ καὶ ἡ [*](B=) Θέτις, τὸν διʼ ἀρετὴν καταφρονοῦντα θανάτου ἐνέφηνεν.

[*](2. supplevi ex B ‖ 13. ἀπολέσει ‖ 15. ἀνθελκυσθῇ B ‖ ‖ 21. suppl. sec. ‖ 24. supplevi ex B ‖ 28. πράξειν W: πρᾶξαι ut B ‖ καὶ W: ἢ ‖ τε- θνεὼς Eust.: βεβαίως ‖ ἀναβιώσασθαι Eust., -ώσκεσθι coni. W: -ώσεσθαι ‖ 29. πρᾶξαι B ‖ 32. ᾦ B: ὡς)
248
[*](B-)

100. ἐμεῖο δʼ ἔδησεν] ὡς τὸ “ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος δεύῃ” (Od. 1. 253). καὶ Σοφοκλῆς (Tract. 1175) “δεῖ σʼ αὖ γενέσθαι τῷδέ γʼ ἀνδρὶ σύμμαχον. §. ὅτι εἴωθε τῷ “ἐκεί” (101) μὴ ἐπαγαγεῖν ἀνταπόδοσιν.

[*](B=)

ἄλλως: ἔδησεν] ἐδέησεν. §. “ἀρῆς” δὲ τῆς βλάβης, ὡς τὸ [*](A+ B=)“Μέντορ, ἄμυνον ἀρήν” (Od. 22. 208). ἐμοῦ γάρ, φησίν, ἐδέησε τῷ Πατρόκλῳ, ὥστε με βοηθὸν τῆς βλάβης γενέσθαι. §. περι- [*](A=)σπαστέον δὲ τὸ “δῆσεν.” τὸ γὰρ ε τοῦ “δέ” ἐστίν.

[*](A+ B=)

ἀρῆς ἀλκτῆρα] τινὲς “Ἄρεω” τοῦ πολέμου ἀπὸ τοῦ Ἄρεως· καὶ ἔστιν ὁ λόγος τοιοῦτος· ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεος, καθʼ ὃν ἀπώλετο ὁ Πάτροκλος.

[*](A+ B-)

101. νῦν δʼ, ἐπεί] τὸ ἑξῆς· νῦν δʼ ἐπεὶ οὐ νέομαί γε, εἶμι, ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω, ὡς καὶ “Ἕκτορ, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας —νῦν αὖτʼ εἴ μʼ ἐθέλεις” (Il. 3. 59, 67), τὰ δὲ ἄλλα διὰ μέσου. οἳ δὲ οὕτως· ἐπεὶ νόστου ἐστέρημαι, οὐδὲ τοῦτο ἐγένετο μοι τὸ ἐπαρκέσαι τῷ φίλῳ καὶ τοῖς ἄλλοις Ἕλλησιν 〈τοῖς ἀναιρεθεῖσιν⟩ ὑπὸ Ἕκτορος κατὰ τὸν τῆς μήνιδος χρόνον.

[*](A=)

102. * γενόμην φάος] τοῦτο κατʼ ἰδίαν.

[*](B=)

104. ἄχθος ἀρούρης] “ἄχθος” διὰ τὴν ἀπραξίαν· 〈δηλοῖ δʼ ἅμα⟩ τὸ μέγεθος τοῦ ἥρωος, εἴγε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει.

[*](A~B-)

105. τοῖος ἐών] ἔθος τοῖς παλαιοῖς ἐγκωμιάζειν ἑαυτούς, ὡς πρὸς Φαίακας Ὀδυσσεὺς (Od. 8. 179) καὶ πρὸς Λυκάονα Ἀχιλλεύς (Il. 21. 108). νῦν δὲ αὔξων ἑαυτὸν ἑαυτοῦ κατηγορίαν φησίν, ὅτι καὶ τοιοῦτος ὢν οὐκ ἐπήμυνεν· τὸ δὲ τῶν λόγων ἑκὼν παρεχώρησεν· ὅτι γὰρ ῥήτωρ, μαρτυρεῖ ἡ ῥαψῳδία· ἀλλὰ τῷ διελεῖν τὸν ἔπαινον ἀπελύσατο τὸν φθόνον.

[*](B=)

ἄλλως: τοῖος ἐών] ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέ- σητον τὸ ἑαυτὸν ἐγκωμιάζειν.

[*](A+)