Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

613. κνημῖδας 〈ἑανοῦ κασσιτέροιο⟩] τῇ μαλακῇ ὕλῃ διὰ τὸ [*](B=) εὔτυκτον χρῆται εἰς τὰς κνημῖδας.

ἑανοῦ κασσιτέροιο] μαλακοῦ, λεπτοῦ, λαμπροῦ.

614. ὅπλα κάμεν] ὅτι τὰ πολεμιστήρια “ὅπλα” ὁμοίως ἡμῖν [*](B=) εἶπε νῦν· διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ “ κάμεν” ἐχρήσατο ἀντὶ τοῦ ἐποίησεν.

616. ἣ δʼ ἴρηξ ὥς] ὀξειαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευ- [*](B=) δούσης τὴν ὑπόσχεσιν πληρῶσαι τῷ παιδί.

1. ἀπʼ Ὠκεανοῖο ῥοάων] Βοιώτιος ἡ φωνή· καὶ ἀπὸ τῶν εἰς ες [*](B-) ἀρσενικῶν· “Ἄρτεμι Κρητάων πότνια τοξοφόρων” (cf. Schneider Call. II p. 775)· “λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων” Ἐπί- χαρμος (fr. inc. 32 L.). καὶ ἀπὸ τῶν εἰς ος· “καλοὶ νησάων ἀστέρες” (Schneider l. c.). καὶ ἀπὸ οὐδετέρων, “ βλεφάρων τʼ ἄπο κυανεάων” (Hes. Scut. 7).

ἀπʼ Ὠκεανοῖο ῥοάων] καὶ ἐξ ἡρωικοῦ προσώπου φησὶν “οὐδὲ σέ γʼ ἠριγένεια ἀπʼ Ὠκεανοῖο ῥοάων” (Od. 22. 197).

2. ὤρνυθ᾿] ὅθεν καὶ ὄρθρος, ὁ ὀρνὺς ἡμᾶς.

φόως] τὸ τοῦ ἡλίου ἢ τὸ ἴδιον.

4. περικείμενον] περιπεπλεγμένον· διὸ οὐκ ἀναστρεπτέον τὴν [*](A+ B=) πρόθεσιν, ὥς φησιν Ἡρωδιανός. §. μόνον οὐχὶ δὲ διὰ τῆς μεταφορᾶς [*](B=) τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς γυναικὸς “ἀμφʼ αὐτῷ χυμένη” (284) φησίν.

5. κλαίοντα] πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ [*](A=B-) δάκρυα ἄγει, Ἀγαμέμνονα (Il. 9. 14) Πάτροκλον (Il.16. 3) Ὀδυσσέα (Od. 8. 523)· ἀφʼ οὗ καὶ τὴν παραβολὴν τῆς χήρας ἔλαβεν· ἀεὶ δὲ “ἀριδάκρυες ἀνέρες ἐσθλοί” (Zenob. 114). §. “λιγέως” δὲ ὀξέως ἡ [*](AB=) ἡδέως· ʼμετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ” (Od. 15. 400).

[*](5. εὐποίητον B ‖ 11. textui subscriptum τέλος τῆσ σ ‖ 12. addidi: ἀρχῆς τῆς τ Ἰλιάδος Ὁμήρου textui inscriptum ‖ 15. τοξοχίτωνες Bekker, χαλκοχίτωνες coni. Ahrens De Dial. dor. p. 229: τοξοχίτωνος ‖ 15, 16. pro Ἐπίχαρμος Ahrens coni. Καλλίμαχος ‖ 25, 6. ἄμφω τῷ χ. 30. ἀγαθοὶ δʼ ἀριδάκρυες ἄνδρες Ζenob. ‖ 31. ἤδεται B)
284
[*](A=)

6. μύροντο] ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρας τῆς μιγείσης τῷ πατρί.

[*](B=)

7, 8. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ—τοῦτον μὲν ἐάσομεν] δαιμονίως ἀμφότερα· καὶ διὰ μὲν τῆς λέξεως ταύτης ἐνδείκνυται, ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ συμπεπλεγμένος, διὰ δὲ τοῦ “ἐάσομεν ἀχνύμενοί περ” ὡς συμπάσχουσα ὑπάγεται τὸν παῖδα.

[*](B =)

9. ἐπειδὴ πρῶτα 〈θεῶν ἰότητι⟩] “πρῶτα” ἀντὶ τοῦ ἅπαξ. §. [*](B=)“ἰότητι” δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. ἐπεὶ πάντα εἰς θεοὺς ἀναφέρεται, χρή, φησίν, εἴκειν τῷ μοιριδίῳ. §. γράφεται καὶ “θεοῦ ὑπὸ χειρί.”

[*](A=)

10. τύνη] ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει αὐτὸ ὁ ποιητής.

[*](B=)

10, 11. τεύχεα—καλά] ὁ τῶν ὅπλων ἔπαινος χρήσιμος εἰς τὸ ἐπεγείρειν τὸν φιλότιμον Ἀχιλλέα.

[*](B=)

11. οἷ᾿ οὔ πω τις ἀνήρ] νῦν γὰρ φιλοτιμησάμενος Ἥφαιστος ἀμείνω τῶν πρῴην εἴργασται.

13. τὰ δʼ ἀνέβραχε] ψόφον ποιὸν ἀπετέλεσεν.

[*](B+)

ἄλλως: ἀνέβραχε] ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἐψύχωσε δὲ τὰ ὅπλα διὰ τοῦ “ἔβραχε,” ὡς καὶ ἐπὶ Ἀρεος “τόσον ἔβραχ᾿ Ἀρης, ἆτος πολέμοιο” (Il. 5. 863). τοιοῦτον “ἔκλαγξαν δʼ ἄῤ ὀιστοί” (Il. 1. 46) παρὰ τὸ “Τρῶες μὲν κλαγγῇ” (Il. 3. 2)· ἐντεῦθέν τινες ἔμψυχα τὰ ὅπλα ἐνόμισαν εἶναι· διὰ τοῦτο εἰκότως καὶ οἱ Μυρμιδόνες δεδοίκασιν.

δαίδαλα] παρὰ τὸ δαῆναι· ὅθεν καὶ δαίδαλος καὶ δαίμων (Archil. fr. 3 B.).

[*](B~)

14. οὐδέ τις ἔτλη] πρὸς τὴν αὐγὴν αὐτῶν ἀδυνατούντων ἀντ- οφθαλμῆσαι τί πείσονται ἄρα Τρῶες;

[*](B=)

16. ἔδυ χόλος] πολλὴ ἡ ὑπεροχὴ τῶν ἄλλων· οὐ μόνον γὰρ παρα- μένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς ἀφαιρέσεως τῶν ἄλλων· ἠρέθισται γὰρ τῇ ὁμοιότητι. ἢ ὅτι “αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16. 294).

[*](B-)

17. ὡσεὶ σέλας ἐξεφάανθεν] ὡς πῦρ ἐφάνησαν ὑπό τε θυμοῦ καὶ [*](B=)τῆς ἀνταυγάσεως τῶν ὄπλων. §. “σέλας” δὲ τὸ νυκτερινὸν φῶς, ἀφʼ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ, παρὰ τὸ σαλεύεσθαι.

[*](B=)

18. ἐν χείρεσσιν ἔχων] ψηλαφῶν· οὐ γὰρ εἰς χεῖρας αὐτῷ ἐνετίθετο. §. τινὲς δὲ γράφουσι “τέρπετο δʼ ὀφθαλμοῖσιν ὁρῶν.”

[*](2. ὑπὸ coni. Bekker ‖ Μύρρας Eust.: Μύρης A, Μύρρης ‖ 4. λέξεως B: θίξεως ‖ 5. ἐάσωμεν B ‖ 12. διεγεῖραι B ‖ 17. Ἄρεω ‖ ἔτος ‖ 18, 19. πρὸς τὸ ‖ 23, 24. ἀδυνατοῦντες ἀντοφθαλμεῖν καὶ τί ‖ 33. ἀνετίθετο ut B )
285

θεοῦ 〈ἀγλαὰ⟩ δῶρα] παρὰ θεοῦ δωρηθέντα· διὸ ἀναστρεπτέον, ὡς [*](B=) καὶ ἐν τῷ “ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο” (10).

21. ὅπλα] νῦν τὰ πολεμικά. καὶ τὰ τῆς νεώς, “ ὅπλα τε πάντα [*](B+) εἰς ἄντλον” (Od. 12. 410, 1) καὶ “ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια” (Od. 3. 433)·

21, 2. οἷʼ ἐπιεικὲς ἔργα] ἐν ἑαυτῷ τὸ πρᾶγμα τὴν ὑπερβολὴν [*](B-) ἔχον ὑπεροχὴν οὐκ ἐπιδέχεται μείζονα. καὶ Ἀνακρέων “κωμάζει δʼ ὡς Διόνυσος” (fr. 131 B.) αὐτὸν αὑτῷ συγκρίνας.