Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

596. ἦκα στίλβοντας ἐλαίῳ] οὐ καταλάμπρους, ἀλλʼ ἡσυχῆ ὡς ἔλαιον στίλβοντας. ἔστι δὲ ὅμοιον τῷ “ ἡνία λεύκʼ ἐλέφαντι” (Il. 5. 583) ἀντὶ τοῦ λευκά, ἐμφερῆ ἐλέφαντι. λείπει οὖν τὸ ὡς, ὡς ἐλαίῳ.

597. καί ῥʼ αἳ μὲν καλὰς στεφάνας] οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν.

[*](AB-)

599. ἐπισταμένοισι πόδεσ〈σ〉ιν] ἐπιστήμοσιν, ἐπιστημονικοῖς. [*](B=)§. τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασε καὶ τούτῳ κεραμεικῷ· ὀξύτερος γάρ ἐστιν εἰς κίνησιν θατέρου· καλῶς δὲ καὶ τὸ “ἄρμενον” (600)· εἴτε γὰρ μεῖζον εἴτε ἔλαττον γένοιτο, ἐμποδίζει τῇ χρεῖᾳ.