Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

589. σταθμούς] τὰς κατʼ ἀγροὺς στάσεις τῶν θρεμμάτων· “ἔνθα [*](AB-) κεν ᾧ πὰρ σταθμῷ” (Od. 14. 32), “ σταθμῶν ῥυτῆρα γενέσθαι” (Od. 17. 187) καὶ “ παρὰ σταθμὸν μεγάροιο” (ib. 96) καὶ “ἥ τε σταθμὸν ἔχουσα” (Il. 12. 434).

*κλισίας] τὰς τῶν ποιμένων οἰκίας.

[*](AB=)

*σηκούς] ἔνθα κοιμῶνται τὰ θρέμματα.

[*](AB=)

590. ἐν δὲ χορὸν ποίησε] τὸν πρὸς χορείαν 〈τόπον⟩· δῆλον δὲ [*](A- B=) κἀκ τοῦ ἐπιφερομένου “ἔνθα μὲν ἠίθεοι — ὠρχεῦντο” (593, 4), δη- λονότι ἐν τῷ τόπῳ.

ἐν δὲ χορὸν ποίησε] ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε καὶ ἀνδριάντας τῷ τόπῳ προκοσμήσας ἐν κύκλῳ· ἢ ὅτι ἐξ ἀρσένων καὶ θηλειῶν ἦν.

591. τῷ ἴκελον, οἷόν ποτε] πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς [*](A+ B =) ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. καὶ οἳ μὲν ψιλοῦσι τὸ “οἷον,” συν- άπτοντες αὐτὸ τῷ “ἴκελον,” μιμητὴν τῶν ἔργων Ἡφαίστου ποι- οῦντες τὸν Δαιδαλον, ἵνʼ ᾖ ‘τούτῳ μόνον ὁ Δαιδαλος ἐποίησεν ὅμοιον χορόν,’ ὃ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. ἄμεινον δὲ ἐκεῖνο φάσκειν· πρῴην διακεχωρισμένως χορευόντων ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λα- βυρίνθου ἠίθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· ὅπερ μόνον ὁ θεὸς ἐμιμήσατο, οὐ τὸ κάλλος οὐδὲ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ [*](8. suppl. Bekker ‖ 11. ὄις ut B 14. παρὰ ‖ 22. explicat lemma “ἐν δὲ χορὸν ποίκιλλε” ‖ 25. πολυθρύλητον B: -ύλλητον ‖ 30. ἐπεὶ ante πρ. omisi, cf. B)

282
καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

[*](A=)