Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

551. δρεπάνας] Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θηλυκά, [*](B–) τάφρη κύρτη ἀστραγάλη.

552. δράγματα] ὧν ἐπιλαβόμενοι θερίζουσι καὶ ταμόντες ἐῶσι [*](B+) κεῖσθαι.

[*](14. πότῳ B ‖ 18. ὃλξ B, ὄλλιξ Ath. Xl 494 f ‖ λέγοντα ‖ 19. περὶ scripsi: παρὰ ut B ‖ ἐπὶ χεῖρα ut B ‖ 21. γῆ scripsi: ἢ ‖ 30. β. αὐτῷ περιτίθησι κάλλος τὸ B ‖ 33. τεμόντες ut B)
278

μετʼ ὄγμον] ἐπὶ τὰς τοῦ ἀρότρου τομάς, παρὰ τὸ οἴγω· ἢ ἕλ- κυσις παρὰ τὸ ἄγω.

[*](A-B=)

553. ἐλ〈λ〉εδανοῖσι] τοῖς τῶν σταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί.

[*](B=)

557. εἱστήκει] καὶ τὸ ἐφεστάναι αὐτὸν πιθανὸν καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ ἀλλὰ πρᾳότητι τὸν βασιλέα ζητεῖν〈τό〉 ὑπουργεῖσθαι.

558. κήρυκες δὲ—ὑπὸ δρυΐ] πρὸς ὑπόμνησιν τῆς ἀπὸ τῶν δρυῶν τροφῆς· καλῶς δὲ καρπιζόμενοι θύουσιν. Ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ ἱερουργίαν πονουμένους Κήρυκάς φασιν.

[*](B=)

560. ἐρίθοισιν] ἔριθοι πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μάλιστα οἱ τὴν ἔραν.

ἄλφιτα πόλλʼ ἐπάλυνον] ἔμασσον ἢ ἔφυρον.

[*](B=)

561. ἐνδ᾿ ἐτίθει σταφυλῆσι]ὡς ἐν γραφῇ κατακλωμένας βότρυσι δεί- [*](B=)κνυσι τὰς ἀμπέλους. §. πάντα δὲ τέλεια ἔγραψε, “σελήνηντε πλήθουσαν” (484)καὶ τὸ λήιον βαθὺ(550)καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖαν, ἵνα περικαλλῆ τὴν φαντασίαν παρέχοι τῶν ἐντετυπωμένων ὁ δημιουργός.

563. κάμαξι] καλάμοις ὀξέσιν. §. πολυειδῶς δὲ τὰς ἀμπέλους [*](B+)φράζει· αἳ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατʼ ὄρχους εἰσὶν ἐν οἷς φησιν “ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας” (Od. 24. 341), αἳ δὲ σκέπουσαι τὸ σπέος Καλυψοῦς (Od. 5. 68).

564. 〈κυανέην⟩ κάπετον] τὴν ληνόν. §. Ζηνόδοτος δέ φησιν ἀπὸ [*](B=)χαλκοῦ κεκαυμένου· ἄλλοι §. πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουρ- γεῖν βουλομένοις 〈εἶναι⟩ καὶ ἡ τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται· ὅθεν ἐπιφέρει μία δʼ οἴη ἀταρπιτός” (565), ὅπως οἱ μὴ διὰ ταύτης ἰόντες κατάφωροι εἶεν ὡς κλέψαι θέλοντες.

[*](B=)

567. παρθενικαὶ δέ] καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων φέρονται σωμάτων.

[*](A=)

568. 〈πλεκτοῖσιν ταλάροισι φέρον μελιηδέα καρπόν] οὕτως αἱ Ἀριστάρχου.

509. φόρμιγγι λιγείῃ] δηλονότι τέρπων καὶ ἐπικουφίζων τὸν πόνον.

[*](3. ἀσταχύων B ‖ ad v. 553 ἀμαλλοδετῆρες marginale scholion signo superscripto indicatum casu om. pr.: add. sec. οἱ δραγματοδέται ‖ 5. ἐφεστάναι αὑτὸν B: ἐφεστᾶν ἑαυτὸν ‖ 7. supplevi ex B ‖ ὑπουργεῖ- σθαι B: ὑπουργεῖν ‖ 17. παρέχοι τῶν scripsi: παρεχόντων B, παρεχουσῶν ‖ 18. καλάμοις ὀξέσι Hesych. s. v.: καλάμαξι ‖ 20. ὠνόμηνας ‖ 23. ἄλλοι et lacunam W: ἀλλὰ ‖ 24. supplevi ex B ‖ 26. δι᾿ αὐτῆς B ‖ 29. suppl. Lulwich ex A)
279

570. λίνον] καὶ ἐπὶ τοῦ ἱματίου καὶ ἐπὶ τοῦ ᾄσματος· καὶ ἐπὶ [*](A+) πάντων βαρύνεται.

ἄλλως: λίνον δʼ ὑπὸ καλόν] Ἀρίσταρχος εἶδος ᾠδῆς τὸ〈ν〉 λίνον, [*](AB+) ὡς παιᾶνα ἤ τι τοιοῦτον. §. ἡ δὲ περὶ τὸν Λίνον ἱστορία καὶ παρὰ [*](B–) Φιλοχόρῳ ἐν τῇ ιθ΄ καὶ παρὰ Μελανιππίδῃ. ἥ τε καλουμένη “Σφαῖρα” ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα. ὁ δὲ Φιλόχορος ὑπʼ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, ὅτι τὸ λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρηνώδεσιν ἀπαρ- χαῖς· ἐπιγραφή ἐστιν ἐν Θήβαις· “ὦ Λίνε πᾶσι θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀεῖσαι ἐν ποδὶ δεξιτερῷ· Μοῦσαι δέ σε θρήνεον αὐταὶ μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς.”

ἄλλως: “κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα, τὸν πολυθρήνητον Λίνον Αἴλινον· ἡ δὲ πατρῴα φοιβ〈ε〉ίοις βέλεσιν γῆ κατέχει φθίμενον.” καὶ Ἡσίοδος (fr. inc. 211) “Οὐρανίη δʼ 〈ἄῤ〉 ἔτικτε Λίνον, πολυήρατον υἱόν· ὃν δὴ 〈ὅ〉σοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε, ἀρχόμενοι δὲ Λίνον καὶ λήγοντες καλέουσιν·” ὁ μέντοι Ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦτόν ἐστιν.

λίνον] οἳ μέν, ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν [*](A+B–) κιθάραν ἀπομείναντος τοῦ ὀνόματος—ὡς καὶ λίθον τὴν ἄγκυραν καλοῦσιν ἕως νῦν—οἳ δέ, ὅτι ὡς ἄγροικος ὁ παῖς λίνον ἐν〈ε〉τετάκει τῇ κιθάρᾳ. Ἀρίσταρχος ὄνομα ὕμνου ἐπὶ Λίνῳ τῷ ἥρωι. ἔστι δὲ οὗτος ᾠδῆς εὑρετὴς Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ λίνον καταλύσας χορδαῖς ἔτεινεν ὄργανον.

571. ῥήσσοντες] εἰ καὶ ἑτέροις ὀνόμασιν ἐχρήσατο ὡς ἐπὶ ἀγροίκων, μὴ οὖν ὑπερέβαλε τὰ Ἡσιόδου (Theog. 3. 4) “πόσ〈σ)ʼ ἁπαλοῖσιν ὀρχεῦντα〈ι)” ἐπὶ θεῶν καὶ εὐρύθμων.

572. ποσὶ σκαίροντες] τὸ σπαίρειν μετὰ τοῦ α φησὶν ὁ ποιητὴς [*](B–) κατὰ Ἀττικούς —“ἀσπαίροντα 〈δʼ) ἔπειτα” (Od. 12. 254), “ἥ ῥα οἱ ἀσπαίρουσα” (Il. 13. 443), “ἀσπαίροντα λάων” (Od. 19. 229), [*](1. αἵματος ‖ 3. supplevi ex B Eust. ‖ 11. πρώτῳ B Eust.: πρῶτοι ‖ 13. ἡλίου Eust.: ἠελίου ‖ 15. πατρώα ‖ suppl. Bekker ‖ βέλεσιν Bekker: μελέεσιν ‖ 16, 17. supplevi ex Eust. ‖ 17. ἀοιδοὶ Eust.: αἰθίδαι ut videtur ‖ 18. εἰλαπίναις Eust.: εἰλαπίναιες pr. ‖ εἰλ. ἠδὲ χοροῖσιν Eust. ‖ 19. δὲ Eust.: τε ‖ 28. ‘an μήποτε pro μὴ οὖν?’ W ‖ ὑπερέβαλε W: παρέβαλε )

280
“ἤσπαιῤ, ὡς ὅτε βοῦς” (Il. 13. 571)—τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ τινες ἐπʼ ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοῒ 〈λαμβάνουσι〉 (ib.), τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δὲ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦσθαι, τῆς κινή- σεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας. καὶ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς (1. 134) “καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις φθέγγεται ἰκμαλέην λαλαγήν” ἀφείς. καὶ τὴν πολύσκαρθμον Μύρινάν φησιν ὁ ποιητὴς (Il. 2. 814) μίαν τῶν Ἀμαζόνων· καὶ εὐσκάρθμους ἵππους (Il. 13. 31).

[*](B=)

573. ὀρθοκραιράων] εὔκερῳ γὰρ οἱ κάλλιστοι βόες. ὀρθοκεράτων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν.

[*](B=)

574. χρυσοῖο τετεύχατο κασσιτέρου τε] ὑπὲρ τοῦ ἐξαλλαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.

[*](B+)

575. μυκηθμῷ δʼ ἀπὸ κόπρου 〈ἐπεσσεύοντο〉] παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων, ταχεῖς τε καὶ σκιρτῶντές εἰσιν.

[*](A+)

576. παρὰ ῥοδανόν] Ζηνόδοτος “ῥαδαλόν” τὸνεὐκράδαντον διὰ τὸ ὕψος.

[*](B=)

ἄλλως: παρὰ ῥοδανόν] τὸν ῥαδίως ἀναφύοντα, ἢ τὸν εὐκίνητον διὰ λεπτότητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκες τὸ συνεχῶς τινάσ- σειν τὴν κρόκην. οἳ δὲ “ῥοανόν” ῥευστικόν, κατὰ πλεονασμόν. οἳ δὲ 〈“ῥαδαλοδονακῆα”〉 τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύο. §. Ζηνόδοτος [*](B=)δὲ γράφει “ῥαδαλόν” εὐκίνητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ κραδαίνεσθαι.

[*](A–B=)

ἄλλως: παρὰ ῥοδανὸν δονακῆα] παρὰ τὸν καλαμῶνα τὸν διʼ ἰσ- χνότητα εὐκράδαντον.

[*](A+)

579. σμερδαλέω δὲ λέοντε] Ζηνόδοτος “κυανέω δὲ λέοντε.”

[*](B+)