Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
75. ἀκίχητα] ἀκατάληπτα. §. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ θάνατον Ἀχιλλέως ἀνακεχαρηκέναι αὐτοὺς πρὸς τὸν δόντα.
[*](B–)76. ἀλεγεινοί] πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται· ἢ δυσχερεῖς, ὅ ἐστιν ἀδύνατοι.
83. Ἔκτορα] ἀντὶ τοῦ Ἕκτορος.
85. τὸν μὲν ἀπαινύμενον] σχεδὸν ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι.
[*](B=)86. * κατʼ οὐταμένην ὠτειλήν] κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.
[*](B=)88. ὀξέα κεκληγώς] ἀναγκαῖον, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὃ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὃ δὲ σκέπ– τεται.
[*](1. γυρόσε ἐ. αὐτὰς B: γύρους ἐ. αὐταῖς ut Eust. ‖ 3. συνετράχυνε Bekker: συνεπάχυνε ut B ‖ 5. αἱ Eust.: αὖται ‖ 7. παρέλαβε ut B ‖ 7, 8. πάσῃ μὲν τῆ ἀγέλῃ B ‖ 11. supplevi ex B ‖ 13. περισπᾶται B || ἀλλή- λων ‖ 22. πειρῶ ‖ 28. ἀπαινύμενον textus: ἀναινύμενον ‖ 32. περὶ αὐτοῦ add. B)91. εἰ μέν κε λίπω] μένειν μὲν ἡ τιμὴ Πατρόκλου καὶ ὁ ψόγος [*](B+) Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων.
〈λίπω〉 κάτα τεύχεα καλά] τὸ ἑξῆς καταλίπω· διὸ ἀναστρεπτέον [*](AB=) τὴν πρόθεσιν.
92. Πάτροκλόν 〈θ〉, ὃς κεῖται] δαιμονίως ἑαυτὸν δυσωπεῖ παρα- [*](B=) μεῖναι τῷ διʼ αὐτὸν τελευτήσαντι.
96. Τρῶας δʼ ἐνθάδε πάντας] προκατασκευάζει 〈εἰς τὸ〉 πιθανὴν [*](AB=) γενέσθαι τὴν ἀναχώρησιν.
98. ὁππότʼ ἀνὴρ ἐθέλῃ] ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ [*](A=B+) μάχεσθαι φωτὶ ὅν κε θεὸς τιμᾷ.
πρὸς δαίμονα φωτὶ μάχεσθαι] παρὰ γνώμην θεοῦ· ἡ γὰρ“πρός” [*](A+) καὶ τὴν παρά δηλοῖ· “ἄριστα— πρὸς Τρώων” (Il. 6. 56) “καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα” (104).
101. * ἐκ θεόφιν] ἐκ θεῶν· περισσὴ οὖν ἡ ἔξ.
102. βοὴν ἀγαθοῖο] τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν [*](B=) ἀγαθόν φησιν.
105. * κακῶν— φέρτατον] ἐν κακοῖς βέλτιστον.
109. ἐντροπαλιζόμενος] οὕτω γὰρ ἀναχωρεῖ καὶ λέων, μὴ διδοὺς [*](B=) τὰ νῶτα τοῖς διώκουσιν ἀλλὰ κατʼ ὀλίγον ὑποβαίνων.
110. κύνες τε καὶ ἄνδρες] πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων [*](A~B=) βοῆς, ὅπως ἀναχωρῇ παθὼν μὲν οὐδέν, δρᾶσαι δὲ κωλυθείς.
ἄλλως : κύνες τε καὶ ἄνδρες—ἔγχεσι καὶ φωνῇ] πρὸς τὸ δεύτερον [*](B=) ὑπήντησεν.
*δίωνται] ὡς λείπωνται· ἀπὸ δὲ τοῦ δίημι ἡ κλίσις.
[*](A=)112. παχνοῦται] πήγνυται φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ γὰρ [*](A+B=) ψυχρὰ ἐκάλουν, ὥσπερ καὶ τὰ προσηνῆ θερμά. μεσ〈σ〉αύλοιο] ἐπαύλεως· ἀντιπέφρασται γὰρ τῷ “σταθμοῖο” [*](A~ B-) (110).
117. θαρσύνον〈θʼ〉 ἑτάρους] ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος [*](B=) ἀρετῆς εἰς μάχην προτρεπομένου οὓς Ἀπόλλων φοβεῖ.
118. * θεσπέσιον] τὸν ἐκ θεοῦ πίπτοντα.
[*](B=)[*](7. διστακτικὸν Bekker: διστακτὸν B, δραστικὸν ‖ 8. περιστήωσι A: -ήσωσι || 9. supplevi ex A ‖ 11. ἐθέλησιν ‖ 12. κε B: καὶ ‖ 18. φησίν B: φασί ‖ 20. ὑποχωρεῖ B ‖ 23. ἀναχωρήσῃ B, ἀναχωροίη ‖ 26. λέγωνται A, λείπονται ‖ ἀπὸ A: ὑτὸ ‖ δίημι A: δίωμι ‖ 29. ἐπαύλεως B: ἐπαύλοιο )120. βραχὺς ὁ λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν.
[*](B+)