Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

324. κήρυκι] διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. §. τὸ δὲ [*](B=) “Ἠπυτίδῃ” τινὲς πατρωνυμικῶς· ἀλλʼ 〈ἀπὸ τοῦ〉 Ἠπύτης Ἠπυ- [*](B=) τάδης 〈ἂν〉 ἦν· ἔστιν οὖν παραγωγὸν ἀπὸ τοῦ “ἠπύτα κῆρυξ” (Il. 7. 384).

325. * ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ.

[*](B=)

327. καὶ ὑπὲρ θεόν] ἀπέφυγε τὸ κοινὸν τῷ εἰπεῖν ‘ καὶ ἐναντιου- [*](B=) μένου θεοῦ.’ προτρεπτικὸς δʼ ὁ λόγος καὶ ἐλεγκτικός.

328. ὡς δὴ ἴδον ἀνέρας] ἀξιόπιστος ὁ λόγος περικείμενος κήρυκος [*](B=) πρόσωπον· πλάνητες γὰρ οὗτοι καὶ πολλὰ ἱστορηκότες. ἑώρακα [*](2. suppl. Barnes nescio unde ‖ 3. οἰκτίσατο ‖ 7. γεγονός B ‖ 11. Φόρκυν ante ἀπὸ omisi ‖ 22. supplevi ex B διʼ B: παρʼ || 23. θύητε ἠ. ‖ αὐτὰρ ‖ 26. supplevi ex B ‖ 30. τῷ B: τὸ ‖ 31. θεοῦ B: δὲ οὐ || 33. πρόσωπον B: προσιώπῳ)

226
οὖν, φησί, καὶ τῷ πλήθει ἥττονας καὶ τὴν ἀπὸ τῶν θεῶν βοήθειαν ἐναντίαν ἔχοντας ἐπὶ μόνῳ κατορθοῦντας τῷ σθένει. ἐλεγκτικῶς δὲ ἡ παράθεσις γίνεται.

[*](B=)

330. πλήθει τε σφετέρῳ] τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. §. τὸ [*](B=)δὲ “ὑπερδέα” σφόδρα ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου δεί- κνυται, ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομένους καὶ πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ.

[*](B=)

332. ἄσπετον] μέγα· οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ μέγεθος.

334. ἔγνω ἐσάντα ἰδών] ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν Ἀφρο- δίτην (ll. 3. 396). §. “ἐσάντα ἰδών ” ἀντὶ τοῦ ἀντικρύς.

338. *ὁ “ἀλλά” πρὸς τὸ “〈τῷ ῥ'〉 ἰθὺς Δαναῶν” (340).

[*](B+)

339. * “ὕπατον μήστωρα” μέγιστον ποιητήν.

340. *ἰθὺς Δαναῶν] ἐπʼ εὐθείας ὡς αὐτούς.

348. *Ἀπισάονα] “Ἀμυθάονα·” τινὲς οὕτως.

351. * προσυνίστησι τὴν παραποτάμιον μάχην (Il. 21).

[*](B=)

358. οὔτε τινὰ προμάχεσθαι] καὶ Νέστωρ τοῦτο παραινεῖ· “μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσ〈σ〉ι μάχεσθαι (Il. 4. 303, 4). καὶ γὰρ οὐχ ἧττον λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν τάξιν.

359. * βεβάμεν] ἀπὸ τοῦ βεβάναι ἀπαρεμφάτου.

360. * ὣς Αἴας ἐπέτελλε] τῷ προνοεῖσθαι τῶν ἑταίρων.

361. *ἀγχηστῖνοι] ἐγγὺς ἀλλήλων.

363. καὶ Δαναῶν] ὡς παράδοξον εἰσήγαγε τὸ καί τινας τῶν Δαναῶν πίπτειν.

[*](B=)

364. μέμνηντο γὰρ αἰεί] στρατηγικῶς δείκνυσι πόθεν γίνεται νίκη, οὐ τὸ ἰδία λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ πλησίον. καὶ “ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν” (Il. 3. 9). σωτήριον ἄρα ἐν εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς τοὺς φίλους εὔνοια.

365. αἰπύν] προσάντη. §. “φόνον” δὲ δεῖ γράφειν, οὐ “πό- νον.“

[*](5. ἐνδεῆ B ἔνεστι B ‖ 10. μεγάλως B ‖ 17. Ἀμυθάονα scripsi: ἀπίθανον ‖ 21. μαιμάτω ‖ μάχεσθαι:—καὶ disiunctum: coniunxi ut B ‖ 30. μαιμαῶτες ‖ 31. εὔνοια B: ἔννοια)
227

366. οὐδέ κε φαίης] ὑπελάμβανες ἂν ἔκλειψιν εἶναι τῶν στοι- χείων αὐτῶν.