Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

718. οἴσετε] ἀντὶ τοῦ ‘φέρετε·ʼ καὶ οὐ τὸν μέλλοντα δηλοῖ, ἀλλ’ [*](A–) ἐστὶν ἀπὸ τοῦ “οἶσε θ〈έ〉ειον ” (Od. 22. 481).

*ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀυτήν] ἅμα γὰρ τῇ κραυγῇ καὶ δέος γίνεται τοῖς πολεμίοις.

719. νῦν ἡμῖν] ἀντὶ 〈τοῦ〉 πάντων τῶν πόνων ἰσόρροπον ἡμέραν [*](AB=) ὁ Ζεὺς ἐχαρίσατο. §. ἄδηλον πότερον παρὰ γνώμην θεῶν μολοῦσαι” [*](B=) (720), ἢ “ἡμῖν πήματα—ἔθεσαν” θεῶν ἀέκητι.

[*](5. φασὶ B: οἱ ‖ 6. supplevi ex B ‖ 7. suppl. Bekker ‖ 12. ἀποκοπτόμενα B: ἀποκοπτομέναις ‖ supplevi ex B ‖ 14. οὐχὶ etiam textus ‖ 15. οὐκ ante ἔστι omisi ‖ 16. ἱῶ scripsi: εἴω ‖ 18. ἀνατεταμένον Eust. ‖ αὑτῶν Eust.: αὐτοῦ ut B ‖ 19, 20. ὑπ. τούτῳ στυλίσκου ὄ. Eust., τῷ στυλίσκῳ τῷ B: τῷ τοῦ στυλίσκου ‖ 21. τὰ ἡνία B: ταινία ‖ 22. ἐπὶ πρῷριν ξ. B ‖ 24. sup- plevi ex B ‖ 25. νηός B ‖ 27. οἶσοι ‖ 30. ἀμοιβὴν A pro ἡμέραν ‖ 32. θεσαν B )
152
[*](B=)

721. κακότητι γερόντων] ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι διὰ τὸν Ἀχιλλέα.

[*](A=)

722. *οἵ μ’ ἐθέλοντα] ὅτι κατὰ συναλ〈ο〉ιφὴν τὸ“〈μ’〉ἐθέλοντα.”

[*](A+)

725. ἀνώγει] τινὲς περισπῶσι διὰ τὸ “ἠνώγει Πετεῶο” (Il. 12. 355)· ἀλλʼ ἔστιν “ἀγορῇ Μενέλαον ἄνωγεν (Il. 11. 139).

[*](B=)

728. ἀναχάζετο ] ὅπως χρήσηται τῷ μεγίστῳδόρατι ὀιόμενος ἀποθανεῖσθαι μᾶλλον ἢ παραχαρήσων Ἕκτορι.

[*](A~B=)

729. θρῆνυν] τὴν τῶν κωπηλατῶν καθέδραν ἢ τὴν τοῦ κυβερνήτου. Ἀττικοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ καὶ θρανίτας αὐτούς.

731. * ἄμυνε νεῶν] λείπει ἡ κατά.

[*](B=)

735. ἠέ τινάς φαμεν] ἄρα οἰόμεθα ἥξειν ἐπικούρους μετὰ ταῦτα; . ὅμοιος δὲ τῷ πρώην (504) ἐστὶν ὁ λόγος, τὸ μὲν ἐρωτή- σεως τὸ δὲ ἀποφάσεως ἔχων.

736. τεῖχος ἄρειον] βέλτιον οὗ κατεσκευάσαμεν.

[*](A+)

737. *οὐ μέν τι] οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ. τινὲς δὲ “οὐ μέν τις.”

738. * ᾗ κʼ ἀπαμυναίμεσθα] ἐν ᾗ ἐπιφυγόντες ἀμυνούμεθα.

[*](B+)

ἑτεραλκέα δῆμον ἔχοντες] τὸν ἴδιον δῆμον νικώμενον ἔχοντες· οἳ δέ, τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περιποιοῦντα.

739. πύκα θωρηκτάων] ὡς ἀπὸ τοῦ ποιητικοῦ τοῦτο προσώπου.

740. πόντῳ κεκλιμένοι] περικλειόμενοι. §. συνέσταλται δέ, ὡς τὸ [*](B–)“τρὶς δὲ περιστίξας” (Od.4.277). ἐμφαντικῶς δὲ πάντα πέφρασται.

*ἥμεθα] διατρίβομεν.

[*](A+B=)

741. 〈τῷ ἐν χερσὶ φόως,〉 οὐ μειλιχίῃ] σὺν τῷ ι τὸ “μειλιχίῃ·” τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν· διὸ τὸ τοῦ πολέμου φῶ. ἡμῖν ἐν ταῖς χερσίν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει· ἢ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσίν, οὐκ ἐν προσηνείᾳ πολέμου· εἰ δὲ χωρὶς τοῦ ι τὸ “μειλιχίῃ,” οὕτως ἐξηγητέον· ‘οὐκ ἔστι προσήνεια οἰκεία πολέμου,ʼ ἵνʼ ᾖ τὸ ἡμιστίχιον γνωμικώτερον.

[*](B=)

742. ἔφεπʼ ἔγχεϊ] καίτοι πολέμιον ἔχων Δία.

743. *ἐπὶ νηυσί] ἀντὶ τοῦ ἐπὶ ναῦς.

744. * σὺν πυρὶ κηλείῳ] τὸ ἐντελὲς κτητικὸν κήλειόν ἐστιν. τὸ γὰρ κήλεον Ἰακόν.

[*](5. supplevi ex A ‖ 8. δόρατι:— ‖ μ. ἀποθανεῖν B, τὸ ἀποθανεῖσθαι μ. ‖ παραχωρήσων scripsi: παραχωρήσειν ut B ‖ ἑλόμενος ἀποθανεῖν μᾶλλον ἢ παραχωρῆσαι coni. W ‖ 10. θράνητας B 13. supplevi ex. B 26.0 φῶς B: φησίν ‖ 27. ἵνʼ ᾖ pro ἢ B ‖ 30. γνωριμώτερον: corr. W ex Eust. )
153

χάριν Ἕκτορος ὀτρύναντος] εἰς τὴν τοῦ Ἕκτορος χάριν διὰ τὸ παροξύνθαι ὑπʼ αὐτοῦ.

745. *τὸν δέ] περισσὸς ὁ “δέ.”

746. *προπάροιθε νεῶν] ὑπὲρ νεῶν.