Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

695. χειρί] λείπει τὸ ὡς. οἳ δὲ τῇ δυνάμει. ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας,〈εἰ〉ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.

[*](B=)

696. δριμεῖα ] ὀξεῖα, ἀπὸ τῶν ὀσφραντῶν, ὡς νῦν ἀρχὴν τοῦ πολέμου λαβόντος.

[*](B=)

700. οὐκ ἔφασαν φεύξεσθαι] οὐ λέγει, ὅτι ἀπεγνωκότες τῆς σωτηρίας ἐμάχοντο, ἀλλʼ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι ἢ φευξούμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ τοὺς Ἀχαιοὺς κτενεῖν.

704. * ἥψατο] ἐπελάβετο.

[*](A+)

705. ὠκυάλου] ψιλωτέον· οὐ γὰρ ἡ ἁλός ἔγκειται, ἀλλὰ παρα- γωγή ἐστι διὰ τοῦ αλος, ὡς ἐπὶ τοῦ ἀταλός βάταλος.

[*](B-)

ἢ Πρωτεσίλαον ἔνεικεν] εὐπρεπῶς ἐπὶ τοιαύτην ναῦν ἐπήγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύσαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην, τούς τε πολίτας συγγνώμης ἄν τις ἠξίωσεν, εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως ἔσχον ἐπιβοηθῆσαι· ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τοῦτο τὸ ὄνειδος, τὴν Πρωτεσιλάου , καὶ τὴν κατὰ τὰς πύλας οὖσαν, “ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρω- τεσιλάου” (Il. 13. 681)· ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησεν.

ἔνεικεν] τὰ μὲν ἔμψυχά φησιν ἄγεσθαι, τὰ δὲ ἄψυχα φέρεσθαι· κακῶς οὖν νῦν φησι τὸ “ἔνεικεν,” καὶ ταῦτα ἐπαγαγὼν τὸ “ἀπήγαγε” (706). ὅμοιον δέ ἐστι τῷ “νῆες ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι” (Il. 7. 467) ἀντὶ τοῦ φέρουσαι.

706. * οὐδʼ αὖτις ἀπήγαγε πατρίδα αἶαν] τινὲς γράφουσιν “οὐδ —ἀφίκετο.” §. περιπαθὴς ἡ προαναφώνησις.

[*](B=)

709. τόξων] τῶν τοξευμάτων. §. “ ἀμφίς” δὲ χωρὶς ἀλλήλων, [*](B=)ἀντὶ τοῦ περιέμενον, ὡς “Κρόνον ἀμφίς ἐόντες” (Il. 14. 274). [*](9. suppl. W ‖ 14. μαχησόμενοι B: μαχούμενοι ‖ φευξόμενοι B ‖ 15. κτεῖναι ut B ‖ 21. ἀξιώσαι B ‖ 22. εἶχον B ‖ 23. ζῶντος B: ζώντων ‖ supplevi ex B ‖ 24. ὅτι κ. r. π. πρώτη ἦν B ‖ 28. παρέτρεσαν ‖ 31. περιπαθήσας ὡς πρ. ‖ 33. supplevi ex B)

151
§. “ἀικάς” ὁρμάς, παρὰ τὸ ἄιξ· οἳ δὲ ἀπὸ τοῦ ἀική· καὶ ἐκτέταται [*](A+B–) τὸ ι· παρὰ τὸ ἀί〈σ〉σω γὰρ γίνεται.

711. * πελέκεσσι καὶ ἀξίνῃσι] οὐ μόνον εἰς τὸ φονεύειν ἀλλὰ καὶ εἰς τὸ διασχίζειν τὰς ναῦς τὰ τοιαῦτα.

712. *ἀθετεῖ Ἄρίσταρχος· ἐπιφέρει γὰρ περὶ ξιφῶν(713)· φασὶ δὲ [*](A~B=) πληθύ〈ν〉ειν αὐτὸν τὰς φωνὰς τῶν ὅπλων διὰ τὸ φαντάζειν τὸν ἀκροατήν.

713. μελάνδετα] σιδηρόδετα, ἐπεί φησιν (Opp. 151) [*](B–) “μέλας δʼ οὐκ ἔσκε σίδηρος.” οἳ δὲ μελα〈ί〉νας λαβὰς ἔχοντα· τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης (fr. 233). οἳ δὲ ἐπιμελῶς ἐνδεδεμένα πρὸς τὴν λαβήν.

714. ἄλλα μὲν ἐκ χειρῶν ] σὺν ταῖς χερσὶν [*](B=) ἀποκοπτόμενα, ἄλλα σὺν ὤμοις· γελοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμῶν ἐκπίπτειν τὰς μαχαίρας. §. διὰ δὲ τοῦ ο γραπτέον τὸ “πέσον.”

[*](A=)