Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

652. αὐτοὶ γὰρ μάλʼ ἐδείδισαν] ὅμοιόν τι πάσχουσι Μενελάῳ, ὅς φησιν “οὔτι τόσον νέκυος περιδείδια—ὅσ〈σ〉ον ἐμῇ κεφαλῇ περιδείδια” (Il. 17. 240).

653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ὑπέστειλαν ἑαυτοὺς ὑπὸ τὰς ναῦς· [*](A–B=) εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι βραχὺ μέρος ὑπολειπό- μενοι τῶν νεῶν, ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. οἳ δέ, ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ πλῆθος τῶν νεῶν τοῖς Τρωσίν.

*εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ἐντὸς ἑαυτῶν αἱ νῆες ἀνέλαβον τοὺς [*](B=) Ἕλληνας.

654. *πρῶται] εἰ ἦν διστιχία, ‘πρότεραι’ ἂν εἶπεν.

[*](18. ἐβλ. ἰακῶς γοῦν φησι τὸ πρόσθʼ ἔνι βλαφθείς corrupta: ἐβλ. ἰακῶς. φησὶ γοῦν coni. W, an ἐβλ.· καὶ σύμφησιν ὁ ποιητής, “ ὅ γʼ ἔνι βλαφ- θείς” ? 19. supplevi ex B ‖ συστείλας B: συστεῖλαι ‖ 27. βρ. τι μ. B ‖ 29. ὄψει A Eust. ‖ 31. αἱ ἄκραι νῆες ἔλαβον B ‖ 33. δυστυχία ‖ προτεραίαν)
148
[*](B=)

656. κλισίῃσι] ὡς μετὰ τὰς πρύμνας τῶν πρώτων νεῶν παρε- σκηνωμένων οἷον ταῖς πρῴραις αὐτῶν.

[*](B–)

* τῶν πρωτέων] μέμφεται Διονύσιος· οὐ γὰρ περισπᾶται τὸ “πρωτέων,” κατὰ συνίζησιν δὲ φαίνεται.

[*](B=)

657. * στρατόν] νῦν τὸ στρατόπεδον.

[*](B=)

657, 8. αἰδὼς καὶ δέος] “αἰδώς” μέν, εἰ φανοῦνται κακοί, φόβος δὲ περὶ τῶν νεῶν.

[*](B=)

658. * ἀζηχές] οἱ μὲν λίαν σκληρῶς, οἳ δὲ ἀδιαλείπτως.

660. * λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος] πρώην μὲν ηὔχετο (371), νῦν δὲ παρακαλεῖ.

[*](B+)

661. αἰδῶ θέσθε] πολὺς ὁ τῆς αἰδοῦς λόγος καὶ ἀλλήλους αἰδο- μένων καὶ ἄλλους ἀνθρώπους.

[*](B=)

αἰδῶ—ἄλλων ἀνθρώπων] τὴν ἐξ ἄλλων παρακολουθήσουσαν ὑμῖν αἰσχύνην.

[*](B=)

663. παίδων] ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ δι’ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέ- ρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ ἔχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ μερικῶς.

[*](B=)

665. * τῶν ὕπερ] δοκεῖτε ἐκείνους ὁρᾶν δεομένους.

660. * τρωπᾶσθε] ἀντὶ τοῦ τρωπάασθε.

[*](A+B–)

668. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν] ἀθετοῦνται στίχοι ς΄ (668–673)· οὐ γὰρ προδιεσάφησεν, ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω νῦν παρεφάνη συγκαθεζομένη τοῖς ἄλλοις θεοῖς; εἰ μὴ λέγοις, ὡς λείπει ἄλλα ποιήματα διʼ ὧν ἐδεδήλωτο ταῦτα. ἢ καὶ ἀποῦσα ἀφῄρη- ται, ὡς τὸ “εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη αὐτῷ ποιπνύσαντι” (Il. 8. 218)· Τήλεφος δὲ ὡς ἐπὶ Διομήδους ἀκούει (Il. 5. 127)· ἐν σχήματι δὲ ἐδήλωσεν, ὅτι σκότος εἶχον.

[*](B=)

670. ἠμὲν πρὸς νηῶν] ἔδει ἐπαγαγεῖν τὸν〈ἠ〉δέ, εἰ μὴ ὁ“καί” ἀντ’ αὐτοῦ ἐστιν, “καὶ περὶ τὰς ναῦς καὶ περὶ τοὺς πολεμοῦντας.ʼ

[*](B+)

674. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι] οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ἔρρωσεν ὁ λόγος τοῦ Νέστορος.

[*](1. δὲ ὡςμ. B, τέως μ. ‖ 3. τῶν προτέρων textus ‖ περισπᾶται B: περιεσπᾶτο ‖ 4. πρῶτον ‖ 13. παρακολουθοῦσαν B ‖ 19. ἐπέχει B ‖ 20. δὲ ἡ B: γὰρ ἡ ‖ 22. τρωπᾶσθαι textus ‖ τρωπάασθαι ‖ 23. ς΄ A: γ΄ ut B ‖ 25. συγκαθημένη B ‖ 27. θῆκεν 30, 31. supplevi ex B ‖ 31. τῶν νεῶν et τοῦ πολέμου B)
149

676. ἴκρια] οἳ μὲν τὰ καταστρώματα, οἳ δὲ τὰ κατὰ πρῷραν καὶ [*](AB=) πρύμναν σανιδώματα, ἢ τὰ ἐξέχοντα ἄκρα, ἢ τὰς καταγωγάς.

βιβάσθων] ἀπὸ τοῦ βιβαστός βιβάσθω, ἀιστός ἀίσθω.

[*](A+)

678. δύω καὶ εἰκοσίπηχυ] ὑφʼ ἕν· τοὺς γὰρ ἀριθμοὺς οὕτω προ- [*](A=) φέρει· διὰ τοῦ ι, ὡς “εἰκοσινήριτα (Il. 22. 349). τινὲς δὲ καὶ κατὰ παράθεσιν ὡς τὸ τρὶς καὶ δέκατος, ὥστε καὶ τὸ θηλυκὸν τρὶς καὶ δε- κάτη. §. “βλήτροισι” δὲ τοῖς συμβλήμασιν· βλῆτρον δὲ ὡς φίλτρον.

[*](B+)

679. ὑφʼ ἓν τὸ “κελητίζειν·” παραγωγὸν γάρ ἐστι παρὰ τὴν [*](AB+) κέλητος γενικήν, ἐπεὶ ἔδει ‘κέληθʼ ἵξει.ʼ ἀδιανόητον δὲ τὸ ἵπποις κέλητα ἵζειν. ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ οἱ Ἕλληνες κέλησιν· ἡ δὲ παραβολὴ τὸ γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπʼ ἄλλην ναῦν αὐτοῦ μεταπηδῶντος ῥμδίως. οἱ δύο ἐζευγμένοι ἵπποι ἅμιπποι καλοῦνται. §. ὅτι κέλητα μὲν αὐτὸς οἶδε, [*](A=) χρωμένους δὲ τοὺς ἥρωας κέλησιν οὐ ποιεῖ.

680. πίσυρας συναγείρεται] συζεύξει· “σὺν δʼ [*](B=) ἤειρεν ἱμᾶσι” (Il. 10. 499)· οἳ δὲ “συναγείρεται.” §. ἀντὶ τοῦ ‘ἐκ [*](B=) πολλῶν δὲ σὓς ἐπιτηδείους οἶδε συνάγει ἀρίστους καὶ ἰσοταχεῖς ἐκλεξάμενος·ʼ κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον.

681. μέγα προτὶ ἄστυ] οὐ γὰρ ἐν μικρῷ πόλει ταῦτα γίνεται.