Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

43. φθισήνορα] τὸν τοὺς ἄνδρας ἀναιροῦντα. καλῶς δὲ πρῶτον πυν- [*](B=) θάνεται, πῶς καταλιπὼν τὴν μάχην ἀνακεχώρηκεν· ᾔδει γὰρ οὐκ ἐπι- τρέποντα ἑαυτὸν τῷ γήρᾳ. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἤμελλεν ὁ ποιητής.

44. * δείδω] Ἀριστοφάνης “δείδια.”

45. ὥς ποτ᾿ ἐπηπείλησεν] Ἀριστοφάνης “ὅς ποτε.” §. “ποτέ” δὲ [*](A=) ἀντὶ τοῦ χθές· “ὅν ποτε δῶκας ἀντιθέῳ Ὀδυσῆι δόμον κάτα” (Od. 22. [*](B-) 290) καὶ “οὕς ποτ᾿ ἀπ᾿ Αἰνείαν ἑλόμην, μήστωρε φόβοιο” (Il. 8. 108).

46. * τῇ προτεραίᾳ ταῦτα εἴρηται,” μνημοσύνη τις ἔπειτα” [*](B-) 〈πυρὸς δηίοιο γενέσθω〉 (Il. 8. 181)· καὶ Ὀδυσσεὺς “στεῦται γὰρ νηῶν ἀποκόψειν 〈ἄκρα κόρυμβα)” (Il. 9. 241).

48. *τώς] ὡς “τὼς δέ σ᾿ ἀπεχθήρω” (Il. 3. 415).

50. * ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον] ἐνθυμοῦνταί μοι χολοῦσθαι.

53. ἦ δὴ ταῦτά γ᾿ ἑτοῖμα 〈τετεύχαται〉] πρὸς τὸ “δείδω, μὴ δή [*](B=) μοι τελέσῃ ἔπος” (44) φησίν· ταῦτα μὲν οὕτως ὡς ἐκεῖνος ἠπεί- λησεν ἔσται, καὶ οὐκ ἂν παρὰ ταῦτα ποιήσειεν ὁ Ζεύς.

55. ἐπέπιθμεν] συγκοπῇ τοῦ ἐπεπίθομεν, ὅθεν καὶ πεπιθών ἡ μετοχή· “ῥηιδίως πεπιθεῖν (Il. 9. 184). §. “εἶλαρ” (56) δὲ παρὰ τὸ εἰλῶ, ὡς παρὰ τὸ θένω θέναρ (Il. 5. 339).

56. * ἄρρηκτον] τινὲς ἄρρατον, ἰσχυρόν, ἀνάλωτον.

*αὐτῶν] λείπει ἡμῶν.

58. *γνοίης] Ἀριστοφάνης “γνοίη.”

[*](A=)

60. * ἐπιμίξ] ἀθρόως ἀναμεμιγμένοι, ὥστε τῇ ὄψει μὴ διαγινώ- [*](B=) σκειν τοὺς πίπτοντας.

[*](1. πτίξε ‖ 4. Ἀχαιὸς ἦν scripsi: Ἀχαιοῦσιν ‖ ἀλλ᾿ ὡς W; \ ἄλλως ‖ ἱερὰ || 7. τὸ ἦθος τὸ μὴ B ‖ ‖ 9. τὸν τοὺς ἄνδρας Et. Μ.: τὸν τοὺς ἀνδρείους B, τὰς ἀνδρίας ‖ πρῶτος B ‖ 13. ἐν τῆ Ἀριστοφάνους A ‖ 15. Ὀδυσσῆι ‖ 16. εἱλόμην ‖ μήστορε ‖ 16. repetitur τοτέ] ἀντὶ τοῦ ἐχθές ‖ 20. ἀπεχθαίρω ‖ 21. ἐνοροῦνται ‖ 22. ἤδη ‖ 24. ἂν παραποιήσαι αὑτὰ ὁ Ζ. B)
64
[*](B=)

61. ἡμεῖς δὲ φραζώμεθα] παιδευτικῶς· ἔνεστι γὰρ καὶ ἐν τοῖς ἀνιάτοις καὶ ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν γοῦν ὁ Νέστωρ ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τεί- χους ἐπὶ τὴν φρόνησιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι 〈χρῆται〉· “ῥέξει” (62) γὰρ ἔφη. οὐ ‘μοχανήσεται,ʼ ὡς ἐργαζο- μένου τοῦ νοῦ καὶ αὐτὰς τὰς πράξεις ἀποτελοῦντος.

62. * εἴ τι νόος ῥέξει· πόλεμον δ᾿ οὐκ ἄμμε κελεύω] οὕτως αἱ Ἀριστάρχου.

63. * οἰκειοῦται καὶ αὐτὸς τὴν πληγὴν τῶν ἑταίρων. §. “ἐπεί” πρὸς τὸ δεύτερον ὑπαντᾷ.

[*](Α=)

67. * ᾗ ἐπί] αἱ Ἀριστάρχου καὶ “ᾗ ἐπί” καὶ “οἷς ἐπί.”

[*](A=)

72. ὅτ⌈ι⌋ τοὺς μέν] αἱ Ἀριστάρχου “ὅτε·” καὶ ἔστιν ὅμοιον τῷ “ὅτε πρόφρων” (71).

[*](ΑB+)

73. κυδάνει] ὡς “μελάνει δέ τε πόντος” (Il. 7. 64) καὶ “οἰδάνει ἐν στήθεσσι” (Il. 9. 554).

[*](B=)

75. νῆας, ὅσαι πρῶται εἰρύαται] ἢ νοσῶν οὐχ ὁρῷ τὸ χρειῶδες, ἢ τῶν ἀριστέων πειρᾶται. οἶδε γάρ, ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγ- μάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχουσιν ἕκαστος, κινδύνου δὲ προκειμένου δηλοῦσι τὴν προαίρεσιν, οὐδὲν τῆς ἰδίας ἀσφαλείας προ- τιμῶντες. δοκιμάζειν οὖν αὐτοὺς πάλιν βούλεται· καὶ ἠπίστατο καὶ ᾔδει, ὡς πρὸς σώφρονας ὁ λόγος καὶ οὐκ εὐθὺ πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παράκλητον ἑαυτῷ ποιῆσαι τὸν στρατόν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι᾿ ἑαυτοῦ γὰρ οὐκ ἠδύνατο, ὡς τοῦ παρ- όντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆνιν τὴν αἰτίαν φερόμενος.

76. * πάσας] δηλονότι τὰς ἐπὶ τοῦ πρώτου στ〈ο〉ίχου.

[*](B=)

77. ὕψι δ᾿ ἐπ᾿ εὐνάων ὁρμίσσομεν] τὸ γὰρ ὑγρὸν ὑψηλότερον τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγή, κατάπλους δὲ ἡ προσόρμισις. καὶ “ὑψοῦ δ᾿ ἐν νοτίῳ τήν γ΄ ὅρμισαν” (Od. 4. 785).

[*](B=)