Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

12. ἄλκιμον] κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν φοροῦντα. §. “ἀκαχ- [*](B=) μένον” δὲ ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρόν, ἀντίτυπον.

[*](B=)

13. τάχα δʼ εἴσιδεν] δαιμονίως τὴν ἔπειξιν τοῦ πρεσβύτου παρέ- [*](B+) στησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκοπεῖ, ἀλλʼ ἅμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι.

*τάχα] ταχέως.

[*](B=)

14. τοὺς δὲ κλονέοντας] τῇ ἐπιφορᾷ διέστειλε τὴν ἀμφιβολίαν, [*](B=) ὡς “ἣ δʼ ἑτέρη θέρεϊ προρέει” (Il. 22. 151)· ἐδήλωσε γάρ, ὡς ἡ πρώτη χειμῶνος ῥεῖ.

15. ἐρέριπτο δὲ τεῖχος] ἀντὶ τοῦ ἀνερήριπτο. §. αὔξει δὲ τὴν συμφορὰν ὡς φιλέλλην· ἡ ἔπαλξις γὰρ ἦν πεσοῦσα.

[*](B=)

16. πορφύρῃ] μελαίνηται, ὅθεν καὶ “πορφύρεος θάνατος” (Il. 5. [*](A+B=) 83)· ἢ κατὰ βάθους κινῆται· πορφύρειν γὰρ τὸ κατὰ βάθος με- ριμνᾶν.

*πορφύρῃ] Ζηνόδοτος διὰ τῆς ει διφθόγγου.

[*](A=)

κύματι κωφῷ] ἀφώνῳ, μηδέπω παφλάζοντι καὶ κωφῷ, οἳ δὲ τῷ [*](A+B=) ἀροίζῳ· “κωφὴν” δὲ “γαῖαν” (Il. 24. 54) τὴν ἀναίσθητον. τοῦτο δὲ [*](6. μόνος pr. ‖ 11. εὖ B: σὺν ‖ 12. διδάσκει B: δίδαγμα ‖ 28. πορφύρει B ‖ μελαίνεται B ‖ 29. κινεῖται ‖ βάθος μ. B: βάθους ‖ 31. ἐν τῇ Ζηνοδότου A ‖ 32, 3. κωφὸν ὕδωρ τὸ ἄροιζον B)

60
Ἀττικοὶ “κολόκυμα” (Aristoph. Equ. 692), Αἰολεῖς 〈δὲ〉 σκώ- ληκα καλοῦσιν. καλῶς δὲ μελαίνεσθαι τὸ πέλαγός φησι τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυμάτων παφλαζόντων.

*κωφῷ] τινὲς “πηγῷ” γράφουσιν.