Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

831. * δάψει] Ἀκαρνᾶνες. §. ῥήξει.

κορέεις κύνας] ὄντως νεμεσητόν· ὁ γὰρ περὶ λύμης σώματος [*](B+) ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα.

832. * ἐπὶ νηυσίν] τινὲς “〈παρὰ〉 νηυσίν” γράφουσιν.

[*](Α=)

835. ἐπίαχον] δηλονότι ἀνθιστάμενοι, ὥστε ἐκ τῆς ἑκατέρων [*](Β=) βοῆς μέγαν τινὰ ἦχον γενέσθαι.

836. * ἐπιόντας] οὓς ἐπήγετο ὁ Ἕκτωρ.

837. ἵκετ᾿ αἰθέρα] ἐν τάχει τὸ μέγεθος τῆς βοῆς ἐσήμανεν εἰς [*](B=) ὅσον ἤρθη· τὸ γὰρ μέγιστον ἔξαρμα οὐρανός ἐστι καὶ γῆ.

Διὸς αὐγάς] τὸν οὐρανόν· “δι᾿ αἰθέρος οὐρανὸν ἧκεν” (Il. [*](B-) 2. 458)· οἳ δὲ “Διός” τοῦ ἡλίου, Πλατωνικῶς· οἳ δὲ τὰ ὑψηλὰ τῶν ὀρῶν· οἳ δὲ αὐλάς, ἐπεί φησι “Ζηνός που τοιήδε γ᾿ Ὀλυμπίου ἔνδοθεν αὐλή” (Od. 4. 74), “Ζεὺς δ᾿ ἔλαχ᾿ οὐρανὸν εὐρὺν ἐν αἰθέρι” (Il. 15. 192).

Καθελὼν τὸ τεῖχος ὁ ποιητὴς καὶ τοὺς Τρῶας εἰσαγαγὼν〈καὶ〉 ἀνα- [*](B=) λώσας τὰς πολλὰς ἐνεργείας τῶν λόγων 〈καὶ τὰ〉 περιπτώματα, τὴν ἐπὶ ταῖς ναυσὶ μάχην ὑπερτίθεται διὰ Νέστορος καὶ τῆς τοῦ Διὸς κοιμήσεως· δείκνυσι γὰρ ὡς ἄκων ἐλιμπάνετο 〈Νέστωρ〉 τῆς μάχης [*](2. βουγήιε A: βουτήιε ‖ A. δὲ βουγάιε A: Ἀ. βησάιε ‖ 3. εἶναι καὶ B: καὶ εἶναι ‖ 4. supplevi ex B ‖ 7. Δία post Ἀπ. omisi ‖ αὐτοὶ μ. ‖ 11. σκιατραφηθέντα rec.: σκιογραφηθέντα ‖ 16. παρὰ νηυσίν A: νευσί ‖ 21. ἔξαρμα vel δίαρμα W: ἔξαλμα ‖ 23. ἡλίου scripsi cf. Eust.: οὕτως ‖ 24. φ. Ζηνόδοτος τί οὕτοι ἥδε γ᾿ : corr. Bekker ‖ 25. ἔλαχεν 27. inscrip- tionem addidi: ἀρχὴ τῆς Ξ textui inscriptum || 28, 29, 31. supplevi ex B)

58
συνὼν Μαχάονι διὰ τὸ αὐτὸν αἴτιον εἶναι τῆς τῶν ἄλλων σω- τηρίας.

[*](B=)

1. Νέστορα] ἀπάγει ἡμᾶς ἀπὸ τοῦ ὁμοειδοῦς, μὴ θέλων ἐπιμένειν τοῖς Ἑλληνικοῖς ἀτυχήμασιν.

[*](Α-)

οὐκ ἔλαθεν] σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμ- ψασθαι· “καὶ τότ᾿ ἐγὼ Κίρκης —λα〈ν〉θ〈αν〉όμην” (Od. 12. 226, 7) καὶ “ἢ λαθέτ᾿ ἢ οὐκ ἐνόησεν” (Il. 9. 537).

[*](B+)

οὐκ ἔλαθεν ἰαχή] τὸ ἰδίωμα τῆς βοῆς οὐκ ἔλαθεν αὐτὸν ὡς πάλαι πολέμων εὖ εἰδότα. καὶ Μενέλαος οὖν φησι “τῷ ἰκέλη, ὡς εἴ ἑ βιῴατο’ (Il. 11. 467).

[*](B-)

πίνοντά περ ἔμπης] ἀκολάστως φασὶ πίνειν αὐτόν· ἢ τάχα τὸν κυκεῶνά φησιν, ὃς εἶχε καὶ οἶνον. τινὲς δὲ στίζουσιν εἰς τὸ “ἰαχή,” καὶ τὸ ἑξῆς, ἀλλὰ καὶ πίνοντα τὸν Ἀσκληπιάδην προσεῖπεν· τινὲς δὲ τὸ “ἔμπης” ἀντὶ τοῦ ‘ὁμοίως τῷ Μαχάονι,’ ὡς τὸ“ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν” (174), “σὺ δὲ χαῖρε καὶ ἔμπης” (Od.5.205)ὁμοίως παρών τε καὶ ἀπών, τόν τε “πέρ” πλεονάζειν, ὡς ἐν τῷ “μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον” (Od. 17. 46, 7).

[*](B=)

ἄλλως: πίνοντά περ] οὐχ ὅτι παράδοξον τὸ πίνοντα κραυγῆς ἀκοῦσαι, ἀλλ᾿ ὅτι καὶ πίνων ὅμως παρεφύλαττε τὰ ἐπὶ τοῦ πολέμου γινόμενα· ἐπάγει οὖν “μείζων δὴ παρὰ νηυσὶ βοή” (4), δηλῶν ὅτι καὶ πρὸ τῆς βοῆς προσεῖχεν· δηλοῖ οὖν, ὡς οὐδὲν 〈ἡ〉 χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται.

[*](B=)

2. ** 〈Ἀσκληπιάδην— προσηύδα] τὸ ἑξῆς, πρὸς Ἀσκληπιά- δην. Ξάνθης δὲ καὶ Ἀσκληπιοῦ υἱὸς Μαχάων.

3. δῖε Μαχᾶον] ὡς Ἀνδραῖμον.

[*](B=)

* ἔσται] γενήσεται.

[*](B=)

4. θαλερῶν] ἀπὸ τῶν φυτῶν· λείπει δὲ τῷ λόγῳ τὸ ἐστίν.

[*](Α-B=)

5. πῖνε καθήμενος] ἀντὶ τοῦ πῖθι, ὡς “διεφαίνετο χῶρος πιπ- τόντων” (Il. 10. 199) ἀντὶ τοῦ πεσόντων. ὡς δὲ ἐπιπολαίας οὔσης τῆς πληγῆς καὶ ἰατρὸς ὢν καταφρονεῖ τῆς διαίτης. §. οἳ δὲ γράφουσι “μίμνε καθήμενος ἐν κλισίῃσιν.”

[*](B=)

6. **〈εἰς ὅ κε〉 θερμὰ λοετρὰ 〈—θερμήνῃ〉] προανακτησάμενος αὐτὸν ποτῷ καὶ κυκεῶνι λούει, οὐ τὰ θερμὰ δὲ “θερμήνῃ” (7), ἀλλὰ θερμήνῃ ἅ ἐστι θερμαντικά.

[*](1. τῶν ἄλλων B ‖ 9, 10. ὡς ἠὲ βιώσατο || 17. ἐνὶ στ. ‖ 21. supplevi ex B ‖ 22. πρὸς τὴν τῶν σπουδαίων ἐπίσκεψιν Eust. ‖ 32. προανακτησά- μενος B: προαναστήσας ‖ 34. θερμαντικά B: θερμὰ λουτρά)
59

7. ἄπο βρότον] ἀναστρεπτέον τὴν πρόθεσιν. §. διὰ δὲ τὸ ἀτονεῖν [*](A+B=) οὐκ εὐθέως ἔλουσεν αὐτόν. §. βροτὸς ὁ ἄνθρωπος ὁ φονευτός, [*](B=) βρότος δὲ ὁ φόνος.

[*](B+)

8. *εἴσομαι] ὄψομαι, ἢ γνώσομαι.

[*](B=)

εἰς περιωπήν] ὅθεν ἔστι περιοπτεύειν· ἢ κρημνός (Il. 12. 54), [*](B–) ἢ πρύμνα νεώς, ὡς Ἀχιλλεύς (Il. 11. 600)· καὶ ᾤετο μὲν μόνως ἀφʼ ὕψους ἰδεῖν, ἐξελθὼν δὲ τῆς σκηνῆς εἶδεν αὐτοὺς πλησίον ἤδη γεγο- νότας. §. ὄπτω ὀπή, ὡς τὸ κλέπτω κλοπή.

9. τετυγμένον] εὔτυκτον, ὡς “ποιητὰς—πύλας” (Il. 12. 470), [*](B–) ὀρυκτὴν τάφρον (Il. 8. 179), “〈ἅρμασι〉 κολλητοῖσιν” (Il. 23. 286)· λείπει γὰρ ἐν ὅλοις τὸ εὖ.

9, 10. σάκος—Θρασυμήδεος] διδάσκει, ὅπως δεῖ περὶ κτημάτων [*](B–) παῖδας πατράσι διακεῖσθαι· ἴσως δὲ ὑποχωρῶν τῆς μάχης καὶ πρῶτος νοήσας τὸ Ποσειδῶνος τὴν κρείττω ἀσπίδα ἀφῆκε τῷ υἱῷ, ἵνα ἀπιὼν μὴ φυγῆς δόξαν ἀπενέγκηται, ὡς καὶ Ἕκτωρ τὸ ἅρμα λιπὼν ἄπεισιν εἰς τὴν πόλιν (Il. 6. 103).

12. ἄλκιμον] κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν φοροῦντα. §. “ἀκαχ- [*](B=) μένον” δὲ ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρόν, ἀντίτυπον.

[*](B=)

13. τάχα δʼ εἴσιδεν] δαιμονίως τὴν ἔπειξιν τοῦ πρεσβύτου παρέ- [*](B+) στησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκοπεῖ, ἀλλʼ ἅμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι.

*τάχα] ταχέως.

[*](B=)

14. τοὺς δὲ κλονέοντας] τῇ ἐπιφορᾷ διέστειλε τὴν ἀμφιβολίαν, [*](B=) ὡς “ἣ δʼ ἑτέρη θέρεϊ προρέει” (Il. 22. 151)· ἐδήλωσε γάρ, ὡς ἡ πρώτη χειμῶνος ῥεῖ.

15. ἐρέριπτο δὲ τεῖχος] ἀντὶ τοῦ ἀνερήριπτο. §. αὔξει δὲ τὴν συμφορὰν ὡς φιλέλλην· ἡ ἔπαλξις γὰρ ἦν πεσοῦσα.

[*](B=)

16. πορφύρῃ] μελαίνηται, ὅθεν καὶ “πορφύρεος θάνατος” (Il. 5. [*](A+B=) 83)· ἢ κατὰ βάθους κινῆται· πορφύρειν γὰρ τὸ κατὰ βάθος με- ριμνᾶν.

*πορφύρῃ] Ζηνόδοτος διὰ τῆς ει διφθόγγου.

[*](A=)

κύματι κωφῷ] ἀφώνῳ, μηδέπω παφλάζοντι καὶ κωφῷ, οἳ δὲ τῷ [*](A+B=) ἀροίζῳ· “κωφὴν” δὲ “γαῖαν” (Il. 24. 54) τὴν ἀναίσθητον. τοῦτο δὲ [*](6. μόνος pr. ‖ 11. εὖ B: σὺν ‖ 12. διδάσκει B: δίδαγμα ‖ 28. πορφύρει B ‖ μελαίνεται B ‖ 29. κινεῖται ‖ βάθος μ. B: βάθους ‖ 31. ἐν τῇ Ζηνοδότου A ‖ 32, 3. κωφὸν ὕδωρ τὸ ἄροιζον B)

60
Ἀττικοὶ “κολόκυμα” (Aristoph. Equ. 692), Αἰολεῖς 〈δὲ〉 σκώ- ληκα καλοῦσιν. καλῶς δὲ μελαίνεσθαι τὸ πέλαγός φησι τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυμάτων παφλαζόντων.

*κωφῷ] τινὲς “πηγῷ” γράφουσιν.