Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
439. Οὔλυμπονδ’ ἐδίωκε] οὐκ εἶπεν ἤλαυνεν, ἀλλʼ ἐδίωκεν ἐμ- φαντικῶς, ὡς “ῥίμφα διωκομένη ” (Od. 13. 162).
440. ἵππους μὲν λῦσεν κλυτὸς ἐννοσίγαιος] ἐπεὶ ἵππιος ἐστιν ὁ θεός· ἱκανὸν δὲ πρὸς φιλαδελφίαν τοῦτο.
[*](Α+)441. ἂμ βωμοῖσι] διὰ τοῦ ἡ γραφή· ὅμοιον γάρ ἐστι τῷ “ἂμ. φόνον” (Il. 10. 298)· φησὶ δὲ “ἐυδμήτων ἐπὶ βωμῶν” (Od. 7. 100)· Ἀρίσταρχος “βωμοῖσι,” Διογένης “ἀμβώνεσ〈σ〉ι ” τοῖς ἀναβαθμοῖς.
[*](Α+)λῖτα] ὡς θῆτα, “λιτίʼ δὲ (Il. 18. 352) ὡς θητί· ἔστι δὲ μετα- πλασμός· διὸ βαρύνεται· ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν λινοῦν ἱμάτιον.
[*](B=)444. Διὸς ἀμφίς] χωρίς, οὐκ εἰς τὴν συνήθη ἔδραν· ἀλλαχοῦ γοῦν “πλησίαι αἵ γʼ ἥσθην” (Il. 4. 21)· ὅθεν φησὶν “οὐδʼ εἴ κε τά νείατα” (478).
[*](B=)446. αὐτὰρ ὃ ἔγνω] ἐκ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος.
447. τετίησθον] καταπέπληχθε, ὡς τὸ “φίλον τετιημέναι ἦτορ” (437). “ἷξον 〈δ᾿〉 εἰν ἀγορῇ” (Il. 9. 13).
[*](10. τῇ post κ. omisi ut B ‖ 29. οὐχ || 33. τετιημένοι φίλον)448. οὐ μέν θην κάμετον] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας [*](AΒ=) νοοῦσι μάχης, οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα, οἳ δὲ ἐν ἀποφάσει καὶ περὶ τῆς νῦν κερτομικῶς.
450. πάντως, οἷον ἐμόν γε μένος] ὡς ἔχω χειρὸς καὶ δυνάμεως, [*](Α -) οὐκ ἂν ἐπανήλθετε.
455. πληγέντε κεραυνῷ] ὡς “καλυψαμένω χρόα καλόν” (Hesiod. Opp. 196).
460. σκυζομένη] παρὰ τὸ ἐπισυνάγειν τὸ ἐπισκύνιον.
[*](A=)462. αἰνότατε Κρονίδη] οὐκ ἔδει λέγειν “Ζεῦ πάτερ ᾿᾿—οὐ γὰρ [*](B-) φιλοφρονεῖται—οὐδʼ “αἰνότατε,᾿᾿ πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταῦτα ἔλεγεν (33) ἀλλὰ φιλοφρόνως—διὸ ἐδάμασε τὸν Δία—ἣ δὲ ἐντεταμένως· λέγω δὴ τὸ “ἔμπης Δαναῶν ὀλοφυρόμεθα” (464). διὸ ἐπιτείνει τὴν ὀργὴν Διός.
* ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον.
470. ἠοῦς] ἕωθεν, ὄρθρου, τῇ ἐπιούσῃ ἡμέρᾳ. §. κινητικὰ δὲ τῶν [*](A=) ἀκουόντων· ἀλλʼ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν.
[*](B=)473. οὐ γὰρ πρὶν—παύσεται ὄβριμος Ἕκτωρ] τὸ “ὄβριμος᾿᾿ [*](B=) προσέθηκε πρὸς τὸ λυπεῖν αὐτήν.·
474. * ὄρθαι] διεγερθῆναι.
476. στείνει ἐν αἰνοτάτῳ] τὴν τῶν πραγμάτων στενοχωρίαν δηλοῖ· ἅμα δὲ καὶ στενόν ἐστι τόπος οὕτω καλούμενος.
477. ως γὰρ θέσφατόν ἐστι] τὸ μοιρίδιον προβάλλεται, ἵνα μὴ [*](Β=) δοκῇ τυραννεῖν.
478. πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητής, ὅτι [*](A Β=) συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν ἠπείρων ἐν αἷς κατοικοῦμεν.
484. τὸν δʼ οὔτι προσέφη λευκώλενος] ἐν καιρῷ ἡ ἀποσιώπησις· [*](Β=) οὕτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὕτε ἀντιλέγειν πρὸς ὀργὴν τοιαύτην.
485. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ] τῷ ὁρίζοντί φησιν, ὃς διατειχίζει τοῦ [*](Β=) κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ ἀληθῆ οὖν δηλοῖ ἔμπτωσιν τοῦ [*](2. ἀπήρκησεν ‖ 4. ἔχει ‖ 8. ἐπεισάγειν ut A: corr. ‖ 11. ταὐτὰ ‖ 25. πείρατα γαίης ἵκηαι || 33. οὺκ ἀ. οὖν οὖν δ.)