Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

163. γυναικὸς ἄρ᾿ ἀντʼ ἐτέτυξο] διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις “ἀνιτ΄.᾿᾿ [*](A+ B -) ὁ δὲ λόγος γυναικὸς ἄρα ἶσος ἦσθα,ʼ ὡς “ἀντί τοι εἴμʼ ἰκέταοʼ (Il. 21. 75)· “οὐ διαφέρει γυναικός” τὸ δημῶδες. ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε “ἄντʼ ἐτετέτυξο.”

164. κακὴ γλήνη] τινὲς ὅτι μικρόφθαλμος ἦν ὁ Διομήδης. [*](B +) §. Ἀριστοφάνης δὲ ἀθετεῖ.

[*](A+)

οὐκ εἴξαντος ἐμεῖο] ἀλλὰ μείναντος, ὅπερ σὺ ποιεῖς· ἀναφέρει δὲ [*](B=) εἰς τὰ ἀπαγγελθέντα ὑπὸ Ἰδαίου Τρωσίν.

166. *“δαίμονα” λόγον κακόν. §. ἡ δὲ Ζηνοδότου “πότμον ἐφήσω.”

[*](B +A=)

167. Τυδείδης δὲ διάνδιχα μερμήριξεν] πῶς δύο εἰπὼν τὸν Διο- [*](A ~ B-) μήδην μεριμνῆσαι ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευούσας “ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι·᾿᾿ ἢ ὡς ὡμολογημένον ἀφίησι τὸ ἕν· ἢ ὡς αἰσχρὸν ἐσιώπησεν. §. “κατὰ φρένα” δὲ “καὶ κατὰ θυμόν ” “φρένα“ μὲν τὸ λογικόν, “θυμόν” δὲ [*](B=) τὸ θυμοειδές. ἐπεμερίζετο οὖν, φησίν, ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμενος.

171. *σῆμα τιθείς] ἀντὶ τοῦ σημαίνων. §. καὶ εἰς τὸ “Τρώεσσι᾿᾿ [*](B=) στιγμήν.

[*](B=)

σῆμα τιθεὶς 〈Τρώεσσιν〉] ὧδε στικτέον. τί δὲ ἦν τὸ σῆμα; [*](A+ B=) “Τρώεσ〈σ〉ι μάχης ἑταραλκέα νίκη〈ν).᾿᾿

175. γινώσκω δʼ ὅτι μοι πρόφρων] στρατηγικῶς μὲν τὴν εὐημε- [*](B-) ρίαν αὐτοῖς δηλοῖ, οἰκειοῦται δὲ αὐτὴν ὑπερόπτως· ὁμοίως καὶ τὸ [*](1. αὐτοῖς ut B ‖ 5. μηδἐ ἐκ B: μηδἐν ‖ 7. σκ. σκέπαν ‖ 19. Τρωσίν B: Τρώεσσιν ‖ 24. ἢ W: καὶ ‖ post ἐσιώπησεν add. rec. ἔστι δἐ τοῦτο καὶ σχῆμα κατὰ τὸ σιωπώμενον ‖ 25. θυμὸς δέ)

270
“κτείνω δὲ καὶ αὐτούς” (182)· ὁ δὲ Ἕλλην “ἀλλʼ ἄνδρας κτείνω- μεν” (Il. 6. 70) φησίν.

177. νήπιοι, οἳ ἄρα δὴ τάδε] Ἀρίσταρχος τὸ “οἵ” ἄρθρον φησίν, ὁ Σιδώνιος δὲ “οἷα” τὸ πλῆρες, οὐχ ὑγιῶς.

178. * ἀβληχρά] δύναται καὶ ἐν ἐπιτάσει εἶναι τὸ α.

[*](Α Β=)

οὐδενόσωρα] ὑφʼ ἓν τὸ “οὐδενόσωρα,” εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς [*](Β=) τελείας. τινὲς δὲ οὐδενὸς φυλακτικά. §. πιθανῶς δὲ κοί τοῦ ὑπογυ〈ί〉ου ἔργου μνημονεύει ἐξευτελίζων τὴν πρᾶξιν.

[*](Β=)

180. * ἀλλʼ ὅτε κεν] ἀλαζονεύεται, ὡς οὐ πρὸ μικροῦ σηκασθεὶς “ἠύτε ἄρνες” (131).

[*](Β=)

182. ὡς πυρὶ νῆας ἐνιπρήσω] ἀλαζονείαν βαρβαρικὴν ἔχει τὸ πρὸ τῆς 〈νίκης τὴν χρείαν διορίζεσθαι· ἅμα δὲ καὶ στρατηγικὸν τὸ προνοεῖσθαι.

[*](ΑΒ-)

185. Ξάνθε τε καὶ σύ, Πόδαργε] ἀθετεῖται ὁ στίχος πρῶτόν γε διὰ τὸ“σύ,᾿᾿ εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστιν ἵππος, Ξάνθος δὲ Ἀχιλλέως (Il. 19. 400), Πόδαργος Μενελάου, Αἴθη Ἀγαμέμνονος (Il. 23. 295), ἣν Αἴθονα νῦν εἶπε μεταθεὶς τὸ γένος. οὐδαμοῦ 〈δὲ〉 τεθρίππῳ κέχρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσείᾳ ἐπὶ παρα- βολῆς “ἣ δʼ, ὥστʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι” (Od. 13. 81). τὸ γὰρ “τέσσαρες ἀθλοφόροι ἵπποι” (Il. 11. 699) ὑπώπτευται ὡς νόθον· ἢ δύο ἅρματα δηλοῦν βούλεται· “τὸ〈ν〉 δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον” (Il. 11. 702) τὸν ἑκατέρας συνωρίδος. εἴποι δʼ ἄν τις πρὸς τοῦτο, ὅτι εἰκὸς τῶν ἄλλων τεθρίπποις μὴ χρυμένων τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵππους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων διὰ τὸ ἀπόγονον αὐτὸν εἶναι Τρωός, ᾧ Ζεὺς ὑπὲρ Γανυμή- δους ἔδωκεν ἵππους, καὶ φιλότιμός ἐστι περὶ ἱππικήν· εἴωθε γὰρ ἵππος ἀγαθὸς πρὸς ἱππικὴν ἐγείρειν, ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων ἐπὶ κυνηγέσιον ἐξοιστρᾶν τὸν κτώμενον· διὰ τοῦτο τὸν Ἕκτορα θρασὺν ἡνίοχόν φησιν Ὅμηρος, καὶ οὐ μόνον τοῦ- τον θρασύν, ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ “ Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν” (128). οὐ τοῦ τυχόντος γὰρ ἦν τέτρωρον ἡνιοχεῖν. ἀλλʼ εἰ τέτρωρον ἦν, φασί, πῶς δυϊκὸν ἐπήγαγε “τὴν κομιδὴν ἀποτίνετον” καὶ “ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον;” ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι πρὸς τὰ συστήματα —δύο γὰρ ζύγιοι καὶ δύο παρήοροι ἦσαν—ὡς τὸ [*](16. διὰ τοῦ σύ ‖ 19. supplevi ex Β ‖ 20. τετράωροι ‖ 21. τέσσαρας ἀθλοφόρους ἵππους ‖ 22. δὲ ἐλατῆρα ‖ 27. οἶδε γ. ut Β)

271
“τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο” (67) τείνει πρὸς ἑκατέραν στρατιάν, καὶ τὸ “ὡς ἀψῖσι λίνου ἁλόντε (Il. 5. 487) 〈πρὸς〉 τὸν Ἕκτορα καὶ τοὺς Τρῶας· φησὶ γὰρ “τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις—μήπως, ὡς ἁψῖσι λίνου ἁλόντε·” καὶ τὸ “αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον” (Il. 23. 413)· τὸ δυϊκὸν τείνει πρὸς τὸν ἡνίοχον καὶ τοὺς ἵππους. τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρή- ορος ἄγηται. οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκό- μενοι οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ προειρημένα, ἅμα δὲ καὶ τοῖν δυοῖν ἵπποιν τρῶσιν ὑφορώμενος.

Ξάνθε τε] καθʼ ἑκάστην κλητικὴν βραχεῖαν διαστολήν· οὐκ ἐῶσι [*](Α + Β=) δὲ οἱ σύνδεσμοι, ὥστε εἶναι δύο ἐπίθετα καὶ δύο κύρια.

186. ἣν μάλα πολλὴν Ἀνδρομάχη] οἰκονομικὸν καὶ εἰς σωτηρίαν [*](Β=) τοῦ ἀνδρὸς τεῖνον, εἴγε καὶ τὰ ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ Ζεύς, “ὅ οἱ οὔτι μάχης ἐκ νοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα” (Ιl. 17. 207).

189. οἶνόν τʼ ἐγκεράσασα—ἢ ἐμοί] τὸ ἑξῆς “ἣν μάλα πολλὴν – [*](Β +) ὑμῖν πὰρ προτέροισιν—ἔθηκεν.” τί δὲ ἔθηκεν; μελίφρονα πυρόν· “ἢ ἐμοὶ οἶνον ἐγκεράσασα” καὶ τὰ ἑξῆς συναπτέον· ὑπερβατὸν γάρ ἐστιν, ὅτι οὐκ ἔστι σύνηθες ἵππους πίνειν οἶνον· ψυχρὸν δὲ ἐπὶ ἵππων καὶ τὸ “ὅτε θυμὸς ἀνώγοι.”

191. ἐφομαρτεῖτον] ἐπεδιώκετον.

192. ἀσπίδα Νεστορέην—αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος] ἄτοπον [*](Β=) νῦν φυσιολογεῖν Ἕκτορα· ἔστιν οὖν τίμια τὰ Ἕρευθαλίωνος ὅπλα. δηλοῖ δὲ ὅτι, εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς 〈εὐκόλως〉 Ἕλληνας ἔξει.

193. * πᾶσαν] ἀντὶ τοῦ ὅλην, ὡς “πᾶσαι—πύλαι” (58) ὅλη πύλη.

[*](Α-)

195. * τὸν Ἥφαιστος κάμε] διὰ τὸ διάπυρον Διομήδους· οἳ δέ, [*](Α +) ὅτι τὸν Γλαύκου θώρακά φησιν.

196. ἐελποίμην 〈κεν〉 Ἀχαιοὺς αὐτονυχὶ νηῶν ἐπιβησέμεν] καὶ [*](Β=) πῶς πρὸ ὀλίγου καῦσαι ἤθελεν αὐτάς; κωμῳδεῖ τοίνυν τὴν βαρβαρικὴν μεταβολὴν ὁ ποιητής.

199. * σείσατο] Ζεὺς δὲ νεύματι μόνῳ σείει τὸν Ὄλυμπον.

[*](1. τείνει scripsi: τὸ ‖ 2. γὰρ ante στρ. ut Β: omisi ‖ 5. φερόμεθα ‖ 6. ἔχει πρὸς ‖ 7. ἑνὸς Β: τινὸς 10. τρωσὶν ‖ 12. κλητικὴν Β: χρῆται ‖ βραχεῖα διαστολή Β ‖ 27. supplevi ex Β)
272
[*](Β+)

σείσατο δʼ εἰνὶ θρόνῳ] γυναικεῖον ἦθος ὑπογράφει 〈διὰ) τῆς Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ δὲ τὸ στόμα ὑπὸ τῆς ὀργῆς, καὶ τὸν ὁμότιμον Διὶ Ποσειδῶνα διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται.

[*](Β=)

201. ὢ πόποι ἐννοσίγαιε] παροξύνει αὐτὸν διὰ τῶν ἐπιθέτων, ἰσό- τιμον αὐτὸν ἀποφαίνουσα τῷ Διὶ καὶ ἀξιόμαχον.

[*](Β=)

οὐδέ νυ σοί περ ὀλλυμένων Δαναῶν] ἠθικῶς τῶν ἄλλων φησὶ θεῶν ἀμελούντων τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς.

[*](B-)