Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

346. *δεινή, τετρηχυῖα] κατʼ ἄμφω ὀλίγον διασταλτέον.

[*](AB=)

τετρηχυῖα] τεταραγμένῃ, ἢ διὰ τὰ προλεχθέντα, ἢ διὰ τὸ “πολύκλητοι δʼ ἔσαν” (Il. 4. 438), ἢ διὰ τὸ διχογνωμονεῖν περὶ Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ, ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτούς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.

[*](B=)

347. τοῖσιν δʼ Ἀντήνωρ] ὡς πρόξενος Ἑλλήνων καὶ δημηγορῶν [*](1. τῷ B: τῇ ‖ 11. ἓν ἀχεύομεν ‖ 12. τῷ B: τοῦ ‖ 26. περὶ W: τι ut B ‖ 29. supra τεταραγμένη add. sec. θορυβώδης)

253
καὶ θεοσεβής. Ἕκτωρ δὲ σιωπᾷ αἰσχυνόμενος διαλύειν τὴν μάχην, ἵνα μὴ δοκῇ δεδοικέναι διὰ τὸ νεωστὶ ἡττῆσθαι.

351. ὅρκια—ψευσάμενοι] μετρίως καὶ ἑαυτὸν συγκαταλέγει, [*](B=) ὅπως πικρότερον χρήσηται τῷ ἐλέγχῳ.

353. * ἔλπομαι] μετριώτερον, ὡς τὸ “ὀίομαι ἄνδρα χολωσέμεν” (Il. 1. 78).

ἵνα μὴ ῥέξομεν ὧδε] “ἵν᾿ ἄν” αἱ Ἀριστάρχου σὺν τῷ ν, καίτοι [*](A- B+) ὠβελισμένου τοῦ στίχου.

357. οὐκέτʼ ἐμοὶ φίλα] οὐ γὰρ τὰ κοινῇ συμφέροντα θέλει [*](B-) ἀκούειν, ἅπαξ καταβυθισθεὶς τῷ ἔρωτι τῆς Ἑλένης.

358. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα] καὶ τί βέλτιον τοῦ 〈ἀπο-〉 [*](B=) δοῦναι τὰ ἀλλότρια καὶ τοῖς ὅρκοις ἐμμένειν; ὡς πολέμια δὲ φρονοῦντα διαβάλλει, οὐ διὰ τὸ εὐσεβές.

360. ἐξ ἄρα δή τοι ἔπειτα] αὐτὸς ἐν μεγίστῃ φρενοβλαβείᾳ ὢν [*](B=) τοῦτο ὀνειδίζει τῷ γέροντι.

362. ἀντικρὺ δʼ ἀπόφημι] κατὰ πρόσωπον καὶ ἐξ ἐναντίας πάντων.

[*](B=)

γυναῖκα μὲν οὐκ ἀποδώσω] χαρακτηρίζει κιναίδου λόγον καὶ [*](B=) τέλεον ἀπηρυθριακότος· διὰ γοῦν τοῦ “ἀποδώσω” ὁμολογεῖ ἀδίκως αὐτὴν ἔχειν.

363. κτήματα δὲ—ἐθέλω δόμεναι] οὐχ ὡς πεισομένων Ἑλλήνων, [*](B=) ἀλλʼ ὅπως ἔχῃ πρόβλημά τι.

366. Δαρδανίδης Πρίαμος—ἀγορήσατο] οὔτε γὰρ Ἀντήνορι ἀντι- [*](B=) λέγει οὔτε τῷ παιδί, πολιτικὴν ὑφορώμενος στάσιν διὰ τοὺς συναιρο- μένους αὐτῷ. ἢ τάχα καὶ τοὺς Ἕλληνας ἀκούων δυσχεραίνειν τῷ μήκει τῆς μάχης ᾤετο δέξεσθαι τὴν πρεσβείαν.

374. μῦθον Ἀλεξάνδροιο] τὸ τυραννικὸν Ἀλεξάνδρου δείκνυσι πρᾳοτέρους κατὰ τῶν Τρώων τοὺς Ἕλληνας· διὰ τοῦτο γὰρ εἶπε “τοῦ δʼ εἵνεκα νεῖκος ὄρωρεν.”

375. καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος] “πυκινόν,” ἐπειδὴ τοῦτο [*](B=) ἀνακτήσεται τοὺς κάμνοντας, ἵνʼ ἀδεῶς ἐπιμιγνύμενοι ἀλλήλοις ἀφορμὴν τοῦ ποιήσασθαι εἰρήνην λάβωσιν. ὃ ἔσπευδον δʼ Ἕλληνες, τοῦτο δοκοῦσι χαρίζεσθαι.

382. τοὺς δʼ εὗῤ εἰν ἀγορῇ] οὐκ εἰς ἐκκλησίαν ἀλλʼ ἕωθεν πρὸς [*](B=) Ἀγαμέμνονα ἐλθόντας, εἴ τι δέοι πράσσειν τῶν βουλευθέντων.

[*](2. δ. τοῦ ν. ‖ 7. ῥέξωμεν ‖ ἵναν αἱ ‖ 25. δέξεσθαι W: δέξασθαι ut B ‖ 30. ἵνα ἀδεῶς B: ἵνα δὲ ὡς)
254

384. ἠπύτα] ὡς ἱππότα καὶ ἱππηλάτα· “ἠπύτα” δὲ ἀντὶ τοῦ μεγαλόφωνος.

[*](B=)

393. ἦ μὴν Τρῶές γε κέλονται] ψεύδεται εἰς τὸ κεχαρισμένον Τρωσί, καὶ ἵνα ἐάσωσι ταφῆναι τοὺς Τρῶας καὶ γνόντες, ὡς οὐχ οἷοί τε εἰσὶν ἀναγκάσαι Ἀλέξανδρον, ἀποπλεύσωσιν.

394. *ἠνώγεον] οἱ ἄλλοι Τρῶες.

[*](B=)

398. ἀκὴν ἐγένοντο] στρατηγικῶς τέως Ἀγαμέμνων σιωπᾷ ἐπι- τρέπων τοῖς Ἀχαιοῖς τὸ πέρας, ὅπως αἰσχυνόμενοι μηδὲν ἄνανδρον εἴπωσι, καὶ ἵνα καταπλαγῶσι Τρῶες τῇ τῶν συμμάχων προθυμίᾳ.

[*](B=)

399. ὀψὲ δὲ δὴ μετέειπε —Διομήδης] ἀνέμενε γὰρ τὴν τῶν Ἀτρειδῶν γνώμην· ὡς πεποιθὼς δὲ τῇ ἀριστείᾳ ἀνέστη.