Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

503. οὐδὲ Πάρις δήθυνεν] δῆλον οὖν, ὡς διὰ τοῦτον ἐνδιέτριβεν [*](B-) ὁμιλῶν τῇ γυναικὶ ὁ Ἕκτωρ καὶ οὐ ταχέως διῆλθεν, ἵνα μετʼ αὐτοῦ προελθὼν παραθαρσύνῃ τοὺς Τρῶας ἰδόντας αὐτὸν παραδόξως σεσωσμέ- νον, ὡς τῶν θεῶν εὐνοϊκῶς ἐχόντων πρὸς αὐτούς.

505. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ] ἑαυτῷ πρόεισιν ἀρέσκων, τὴν ἧτταν [*](B=) οὐδʼ ὅλως ἐνθυμούμενος.

506. ὡς δʼ ὅτε τις στατὸς ἵππος] ὁ τῆς ἀγέλης ἀποσπασθεὶς [*](B=) καὶ ἐπὶ φάτνης ἑστώς· οὕτω γὰρ ποθεῖ τὴν συνήθη δίαιταν.

ἀκοστήσας ἐπὶ φάτνῃ —εἰωθὼς λούεσθαι] οὐ πονεῖν ἐθελήσας ἀλλὰ [*](A + B -) ⌈ἀπο⌋βολὴν τῆς στάσεως εὑρών. “ἀκοστήσας” δὲ ἡσυχάσας παρὰ τὴν ἀκήν. οἳ δὲ παρὰ Θεσσαλοῖς ἀκοστὰς τὰς κριθάς, ὡς καὶ Νίκανδρος (Alexiph. 106)· οἳ δὲ “ἀγοστή⌈σας⌋” 〈ὁ ῥυπανθείς〉· ἀγοστὸς γὰρ ὁ ῥύπος. §. εὐρρεῖος δὲ ἀπὸ τοῦ εὐρρεής.

507. *δεσμόν] δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη.

[*](B=)

κροαίνων] κυμβαλίζων· καὶ ἐρίγδουποι καὶ ὑψηχέες ἵπποι· Στησί- [*](A ~ B -) χορος κοιλωνύχων ἵππων πρύτανιν τὸν Ποσειδῶνά φησιν (fr. 49. B.).

508. *εἰωθὼς λούεσθαι] φιλόλουτρον γὰρ τὸ ζῷον· ἐν ποταμῷ δέ, [*](B +) ἐπεὶ τοῖς θολεροῖς ἥδεται ὁ ἵππος· τὰ δὲ στάδια διαυγῆ.

509. ἀμφὶ δὲ χαῖται] δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι [*](A - B =) τοῖς ἵπποις. καὶ Πάρις δὲ εὔκομος.

510. ὃ δʼ ἀγλαΐηφι πεποιθώς] πρεπόντως ἐπὶ τοῦ καλλωπιστοῦ· [*](B +) ὡσαύτως καὶ τὸ “ἀμφὶ δὲ χαῖται ὤμοις ἀίσσονται.”

ὃ δʼ ἀγλαΐηφι] ἀντὶ τοῦ τοῦτον, καὶ τὸ “ἕ” ἐντὶ τοῦ αὐτόν, φημὶ τὸ [*](AB =) “ῥίμφα ἑ”. §. Ποσειδώνιος δὲ ψιλῶς τὸ “ἕ” προφέρεται καί φησιν [*](A +) αὐτὸ πλεονάζειν ὡς ἐν τῷ “ἠὲ σύ” (Il. 5. 228).

[*](1. ἀπῆγε B: ἀπήγαγε ‖ 2. ἂν ἦν B: εἴη ‖ 19. fere erasa ‖ εὑρεῖν ‖ 21. supplevi ex A ‖ 25. πρυτάνην ‖ 27. θολεροῖς B: καθαροῖς ‖ 33. ἑ A: ἰ ‖ 34. ἠὲ σὺ A: ἰῆς)
232
[*](A + B =)

513. ὡς τʼ ἠλέκτωρ] διαστολὴ εἰς τὸ “ἠλέκτωρ.” δύο δὲ παρα- βολὰς ἔμιξεν.

[*](B=)

514. καγχαλόων] ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριᾷ ἐν μέσαις ταῖς Τρῳάσιν. ὁ δὲ Ἀχιλλεὺς Κυνὶ εἴκασται (Il. 22. 26), ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἔχων.

[*](B =)

515. εὖτʼ ἄῤ ἔμελλε στρέψασθαι] οἰκονομικῶς· τί γὰρ ἂν ἔδρα- σεν ὁ γυναικώδης ἀκούσας Ἕκτορος “ἀλλ᾿ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει”; καταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ.

516. * ὀάριζε] διελέγετο.

[*](A + B =)

518. ἠθεῖε] παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου κατὰ πλεονασμὸν τοῦ η “ἠδεῖε·” διὸ καὶ προπερισπαστέον. ταῦτα δέ τινες προσαγορευτικά· οὐδέποτε δὲ περί τινος αὐτά φησιν, ἀλλὰ πρός τινα· τέττα φίλου, ἄττα τροφέως, πάππα πατρός, ἠθεῖε ἀδελφοῦ.

[*](AB=)

* ἦ μάλα] τὸ “ἦ,” ἐνταῦθα πευστικὸν καὶ ἠθικόν.

519. * ἐναίσιμον] ἀσυντάκτως.

[*](B=)

521. δαιμόνι᾿, οὐκ ἄν τις τοι ἀνήρ] ὁμοίως τοῖς πρό⌈σθεν⌋ ἀμελείας αὐτὸν ⌈κ⌋ρίνει, οὐ βουλόμενος αὐτοῦ θραύειν τὴν ὁρμήν.

[*](B=)

523. τὸ δʼ ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ] φιλαδέλφως ἀπολογεῖται ὑπὲρ τῶν ὕβρεων. “θυμῷ” δὲ τῷ λογισμῷ· καὶ “ἕτερος δέ με θυμὸς ⌈ἔ⌋ρ⌈υκεν⌋” (Od. 9. 302). λυποῦμαι δέ φησι λογιζόμενος.

[*](B=)

524. * ὑπὲρ σέθεν] κατά σου.

[*](B=)

* αἴσχεʼ ἀκούω] διὰ τὸν Σαρπηδόνος λόγον.

525. * Τρώων] ἀπολογεῖται ὑπὲρ αὐτῶν.

[*](B=)

526. τὰ δʼ ὄπισθεν ἀρεσσόμεθα] ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ πρὸς ἀλλήλους. τοῦτο δὲ παῤ Ὁμήρου φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι εἰς εὐμένειαν προτρεπόμενοι τὸν ἀδικηθέντα.

[*](B=)

528. κρητῆρα—ἐλεύθερον] τὸν ἐπὶ ἐλευθερίᾳ ἱστάμενον.

[*](B=)

529. ἐκ Τροίης ἐλάσαντας] μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων ἀπηλλαγμένους.