Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

866. τοῖος Τυδείδης] γραφικῶς ἔχει Διομήδης τὴν ἄνοδον θεώμε- νος Ἄρεος.

867. ὁμοῦ νεφέεσσιν] εἰς τὸ “νεφέεσσιν” διαστολή, ἵνʼ ᾖ ἐγγὺς [*](A+B=) τῶν νεφῶν. Δημοσθένης “Ἀθηναῖοι δέ εἰσιν ὁμοῦ δισμύριοι” (in Aristogit. 1 (§ 51 p. 744 S.). οἳ δὲ συνάπτουσιν ὅλον, ἀντὶ 〈τοῦ〉 ὑπὸ νεφῶν 〈κε〉καλυμμένος καὶ ἀνιὼν εἰς οὐρανόν.

870. δεῖξεν δʼ ἄμβροτον αἷμα] οὐκέτι προσέθηκε τὸ ἰχώρ· προεδί- [*](B=) δαξε γὰρ ἡμᾶς τί ἐστιν ἰχώρ.

871. καί 〈ῥʼ〉 ὀλοφυρόμενος] κυρίως ὁ μετὰ τίλσεως τριχῶν [*](B=) θρῆνος παρὰ τὸ ὀλόψαι.

872. τάδε καρτερὰ ἔργα] γράφεται “ἔργʼ ἀίδηλα,” ὅ ἐστι φθοροποιά.

873. ῥίγιστα] κακά, ἄνομα.

874. χάριν ἄνδρεσσι φέροντες] χαριζόμενοι ἀνθρώποις ἀλλήλους [*](B=) διατίθεμεν κακῶς, οὐχ ὑπʼ ἀνθρώπων 〈δὲ〉 πάσχομεν· ἀσθενεῖς γὰρ οὗτοι. §. Ἀρίσταρχος δὲ σὺν τῷ “δέ” γράφει.

875. σοὶ πάντες μαχόμεσθα] ἢ διὰ σέ, ἢ σὺ πᾶσι πολέμιος εἶ, [*](B=) ταύτην ἐπιτρέπων ἀδεῶς καθʼ ἡμῶν.

σὺ γὰρ τέκες] ἀπλοῖκῶς. καὶ ἐπὶ Ἡφαίστου “ἀλλὰ τοκῆε δύω” [*](B=) (Od. 8. 312).

876. ἀήσυλα] ἥδω ἥσω ἥσυλον καὶ “ἀήσυλα,” τὰ μὴ εὐφραίνοντα.

[*](B=)

877. ἄλλοι μὲν γὰρ πάντες —σοί τʼ ἐπιπείθονται] τῇ ἀντιπαραθέσει [*](B=) χαλεπωτέραν ἐποιήσατο τὴν κατηγορίαν. διὰ δὲ τοῦ πειθηνίου καὶ τοὺς ἄλλους θεοὺς ἐπάγεται.

878. καὶ δεδμήμε〈σ〉θα ἕκαστος] περὶ πρόσωπον τὸ σχῆμα, ὡς [*](A-B+) παρὰ Εὐριπίδῃ (Or. 1483) “διαπρεπεῖς ἐγένοντο Φρύγες 〈, ὅσον Ἄρεος ἀλκὰν ἥσσονες Ἑλάδος ἐγενόμεθʼ αἰχμᾶς).”

[*](2. στελλέσκετο μίτρῃ A || 3. οὗτος δέ || 5. supplevi ex B || 6. ὁρμήσοντος || 9. supplevi ex B || 20. κρατερὰ ἔργα ut textus || 23. supplevi ex B || 27. δύο)
200
[*](B=)

879. οὔτ᾿ ἔπεϊ προτιβάλλεαι] ὑπερβάλλεις, νικᾶς, ὅπως ὑπακούῃ σοι.

[*](B-)

880. ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀίδηλον] τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ εἰπεῖν “αὐτὸς δʼ ἐκ κεφαλῆς” (T1.924). νῦν γὰρ τὸ “αὐτός” ἀντὶ τοῦ μόνος φησιν, ὅπερ οὐκ οἶδεν ὁ ποιητής, ἀλλὰ λέγει ‘ἀνιεῖς αὐτήν, ἐπεὶ ἀίδηλον σὺ αὐτὴν ἐγέννησας,’ ὅ ἐστι φθοροποιόν.

[*](A+)

881. * ὑπέρθυμον] Ἀρίσταρχος “ὑπερφίαλον.”

[*](A~)

882. *μαργαίνειν] ἐνθουσιᾶν, μαίνεσθαι.

[*](AB=)