Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

28. παῤ ὄχεσφι] καὶ μὴν ἀπήλαστο τὸ ἅρμα· ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν· διό τινες ἔλεγον “παῤ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός,” ἵνʼ ᾖ, τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφʼ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τὸ τῶν Τρώων πάθος.

[*](AB=)

31. Ἆρες Ἄρες] ἐπαναλαβὴ ὁ τρόπος. §. ὁ Ἰξίων δὲ τὸ δεύτερον [*](AB=) ὀξύνει, ἵνʼ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλασιά- ζεται παρὰ τῷ ποιητῇ· οὐχ οὕτω δὲ ἔχει ἡ παράδοσις. §. τὸ δὲ ἀλα- [*](A=) ζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις.

*μιαιφόνε] ἰαιφόνε.

[*](B=)

32. οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν] ἀγωγὸν τὸ ἐρωτηματικῶς καὶ μὴ προστα〈κ〉τικῶς λέγειν.

[*](B=)

33. μάρνασθαι] πυρώδης γὰρ ὁ πόλεμος, καὶ μαραίνει τὰ σύμ- παντα.

35. θοῦρον Ἄρηα] θείως ὀρούοντα.

[*](B=)

37. Τρῶας δʼ ἔκλιναν Δαναοί] εἰκότως ἐπὶ τῇ Ἄρεως ἀπουσίᾳ καὶ τῇ ταραχῇ ἣν παρέσχον οἱ Δάρητος παῖδες.

[*](B-)

38. πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων] ἄτοπον γὰρ τὸν πρώην ἐγκαλοῦντα πᾶσιν ἀργὸν εἶναι, καὶ ταῦτα κλινομένων τῶν βαρβάρων.

[*](B=)

39. ἀρχὸν Ἀλιζώνων] τῆς Παφλαγονίας, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ λεληθότως ἐπεῖπε “πρώτῳ γὰρ στρεφθέντι” (40).

[*](A+ B=)

Ὁδίον μέγαν] τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαρ- οξύνεται.

[*](B=)

40. μεταφρένῳ] μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐθένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον.

[*](B=)

43. Ἰδομενεὺς δʼ ἄρα Φαῖστον] Ἰδομενεύς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ εἴα συνανδραγαθεῖν τῷ ἀδελφῷ τὸ τραῦμα.

[*](4. τὸ B: τὸν ‖ 11. ἐπαναβολὴ A, ἐπανάληψις B ‖ 22. ᾖ π.)
163

46. ἵππων ἐπιβησόμενον] ἐφαψάμενον αὐτὸν τοῦ ἅρματος καὶ [*](B=) μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή.

48. ἐσύλευον θεράποντες] ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς. [*](B=) Ἐλεφήνωρ γοῦν παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται· σῴζεται δὲ καὶ τὸ ἀξίωμα τοῦ βασιλέως.

49. Σκαμάνδριον] οἰκεῖον κυνηγῷ· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ [*](B=) καὶ ὗλαι.

50. Ἀτρείδης Μενέλαος ἕλ᾿ ἔγχεϊ] καταπλήττει τοὺς πολεμίους [*](B=) καὶ θαρσύνει τοὺς Ἀχαιοὺς ὑπόγυιος τρωθεὶς καὶ μαχόμενος.

ὀξυόεντι] οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο.

51. δίδαξε γὰρ Ἄρτεμις] τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσ- [*](B-) άπτουσι θεοῖς· “κλεπτοσύνῃ θʼ ὅρκῳ τε” (Od. 19. 396).

53. ἀλλʼ οὔ οἱ τότε χραῖσμε] δείκνυται τὸ ἀπαράβατον τοῦ [*](B=) μοιριδίου καὶ διὰ τούτου.

56. μετάφρενον οὔτασε] ἀσθενὴς γὰρ ἡ βολὴ Πανδάρου· ἢ διὰ τὴν [*](B=) ἀσέβειαν 〈τῶν〉 Τρώων ἐξῆπται προθυμίᾳ ἢ διὰ τὴν ἐπικουρίαν τῶν θεῶν.

58. ἤριπε δὲ πρηνής] ἀπὸ 〈τῆς〉 βίας τοῦ δόρατος ἀνατραπείς. [*](B=) ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ πτώσει τοῦ τεθνεῶτος.

59. Φέρεκλος ὁ φέρων κλόνον διὰ τῶν νέων.

(Τέκτονος υἵον) Ἁρμονίδεω] ὄνομα κύριον, ὁ Ἁρμονίδου.

[*](A-)

60. 〈ὃς χερσὶν ἐπίστατο —〉 ὃς καὶ Ἀλεξάνδρῳ] ὁ Ἁρμονίδης [*](B-) τουτέστιν ⟨ὁ Τέκτων〉, ἐπεὶ ὁ Φέρεκλος πρὸς τὰ δεύτερα ὑπαντᾷ· [*](A+) καὶ οἱ ἱστορικοὶ. . . . §. ὁ δὲ δεύτερος “ὅς” ἐπὶ Φερέκλου. καὶ Λυκόφρων (97) “τράμπις 〈σ᾿〉 ὀχήσει καὶ Φερέκλειοι πόδες.”

δαίδαλα πάντα] ἀπὸ τῆς δαίσεως.

δαίδαλα πάντα] Ἀρίσταρχος δὲ “δαίδαλα πολλά.”