Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. **〈διαστήτην)] διέστησαν· ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. §. τὸ δὲ “ἔριδι” ἀντὶ ‘μετὰ ἔριδος,ʼ ὡς μεθʼ ὅπλων.

[*](B=)

7a. ** Ἀτρείδης] ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, ⌈ὡς καὶ⌋ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ· ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν Μενέλεων ἐδήλου, ἀντιδιαστέλλων προσέθηκε “ἄναξ ἀνδρῶν.”

[*](B=)

7b. **δῖος] ὁ ἔνδοξος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς. ποσαχῶς δὲ [*](3. ἀπεργάζεται B: ὁρῶς legi ‖ 11. πέλωρ πέλωρ ‖ 12. ἀντὶ ἑλώρια ‖ ‖ 22. τὸ τέλος ‖ 28. schol. 7a post 7b scriptum, at fere deletum est; haec conspicua: . . . . ντονομ (secuntur circa 50 litt.) ἐπεὶ δὲ ἀτρείδης (et c. 80 litt. evanidae). sumpsi ex L ‖ 31. certo haec apparent: πάντων χάρ (versus scholii, quod 100 fere litt. constabat, finem). sumpsi ex L.)

5
τὸ “δῖος” φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις: Ἀχιλλεὺς μὲν γὰρ πάντων χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυται- μνήστρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους· τὸν δὲ Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου· “αὐτὰρ ὁ διογενής” (Il. 21. 17).

8. **τίς τʼ ἄρ] οἱ ⌈περὶ τὸν⌋ Σιδώνιον τῇ “σφῶι” ἀρέσκονται, [*](B +) οὐ καλῶς· ἡ γὰρ “σφῶι” δύο πτώσεις ἐπιδέχεται ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει· τὸ δὲ “σφωέ” μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου καὶ σημαίνει τὸ ⌈αὐτούς⌋.

ἔριδι ξυν⌈έηκε μάχεσθαι⌋] ὡς “δίʼ ὅ γε—Τρωσὶ μάχεσθαι.”

10. ** ψιλωτέον τὸ “ὦρσε·” ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολικῶς [*](A - B=) γίνεται.

* * ⟨λαοί⟩ καίτοι τοῦ λαός πειλημματικοῦ ὄντος πρὸς πλείονα [*](B=) ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.

11. **εὕνεκα τὸν Χρύσην] ὑπερβατόν, ἵνʼ ᾖ τὸν ἀρητῆρα Χρύσην· [*](A - B=) τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἡ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη· τότε γὰρ] ἀδιάφορον τὸ ἄρθρον. ἔστιν οὖν καθʼ ὑπερβατόν, ὡς τὸ “ἀλλ᾿ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος” (Od. 9. 378). §. κατὰ συλλογισμὸω δὲ [*](B=) ἡ διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, πόσῳ μᾶλλον ἰδιώτης;