Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

31. βροτολοιγέ] βροτολοιγὸς παρὰ τὸ βροτὸς καὶ τὸ λοιγός· τὸ δὲ λοιγὸς ἐκ τοῦ λείπω λοιπὸς καὶ λοιγός, ὁ λεῖψιν τῶν ἀνθρώπων ἐργαζόμενος.

89. γέφυρα παρὰ τὸ γῆ καὶ τὸ φύρω, τὸ ἀναμιγνύω· ἡ ἐφʼ ὑγρῷ τόπῳ κειμένη. ἢ ἡ τῇ γῇ φυραθεῖσα.

91. ὄμβρος] γίνεται παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥέω. ὁμόροός τις ὀν καὶ ἐν συγκοπῇ ὄμρος. καὶ ἐπεὶ πρὸ τοῦ ρ οὐ δύναται εἶναι τὸ μ, πλεονάζει τὸ βῆ καὶ γίνεται ὄμβρος.

94. πυκινή· παρὰ τὸ πετύω πετύσω καὶ πτύσσω. ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς τὸν ἕτερον.